- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:498.5-499.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞补充了由于前人学说的欠缺而导致场所研究困难的理由,并阐明了亚里士多德论证场所存在的过程。他首先梳理了从物体的相互置换推导出场所独立存在的第一个论证,进而阐发了第二个论证,即依据轻重物体的倾向以及朝向中心和天球的垂直运动,表明场所存在并具有六种自然差异(方向)和固有能力。
διά τε οὖν ταῦτα ἄπορος ὁ περὶ τόπου λόγος, καὶ ὅτι, φησίν, οὐδὲν ἔχομεν παρὰ τῶν παλαιοτέρων οὔτε προηπορημένον οὔτε προηυπορημένον περὶ τόπου· οὔτε γὰρ ἠπόρησέ τις ἱκανῶς περὶ αὐτοῦ, ὥστε καὶ ἐγγύς που τοῦ ζητουμένου ἡμᾶς ἀγαγεῖν (τῷ γὰρ ὄντι ἀρχὴ εὐπορίας ἡ ἀπορία), οὔτε μὴν προηυπόρησε μετά τινος παραμυθίας καὶ κατασκευῆς ἀποφηνάμενός τις περὶ τοῦ τόπου, ἀλλ’ ὅσοι καὶ εἰρήκασί τι περὶ αὐτοῦ, ὅσον ἀποφηνάμενοι ἐκτὸς πάσης παραμυθίας πιστεύεσθαι ἠξίωσαν,1 οἱ μὲν τὸ κενὸν εἶναι νομίσαντες τὸν τόπον, οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον καὶ Μητρόδωρον, οἱ δὲ διάστημα. τοσοῦτον οὖν μόνον εἰπόντες, ὅτι τὸ κενόν ἐστιν ὁ τόπος ἢ ὅτι διάστημά τι, ἀπηλλάγησαν. Ταῦτα εἰπὼν ὁ Ἀριστοτέλης ἐμβάλλει εἰς αὐτὸ τὸ περὶ τοῦ τόπου σκέμμα. καὶ πρῶτον μὲν δείκνυσιν ὅτι ἔστιν ὁ τόπος, εἶτα εἰς τοὐναντίον ἐπιχειρῶν, ὅτι οὐκ ἔστιν, ἵνα ἐκ τῶν ἐφ’ ἑκάτερα ἐπιχειρημάτων ἔχοιμεν γνῶναι, ποῖαι μὲν περὶ τοῦ τόπου ὑγιεῖς ἐπιχειρήσεις ποῖαι δὲ οὔ, καὶ πῶς μὲν ὑποληπτέον περὶ τοῦ τόπου πῶς δὲ οὔ. πρότερον οὖν ἐκ πέντε τινῶν ἐπιχειρημάτων δείκνυσιν ὅτι ἔστιν ὁ τόπος, καὶ πρῶτον μὲν ἐκ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων. ὅπου γάρ, φησίν, ὕδωρ ὑπῆρχεν, ἐνταῦθα ὑποχωρήσαντος τοῦ ὕδατος ἀὴρ ἐγένετο· πάλιν τοῦ ἀέρος ὑποχωρήσαντος ἐν τῷ αὐτῷ τόπῳ ἐγγίνεται σῶμά τι ἕτερον, ὥσπερ καὶ ἐπὶ τῶν ἀγγείων. τούτου οὖν οὕτως ἔχοντος, συλλογιεῖται περὶ τοῦ τόπου τοιῶσδε· ὁ τόπος εἷς καὶ ὁ αὐτὸς μένων διαφόρων σωμάτων ἐστὶ δεκτικὸς ἄλλοτε ἄλλου, ὅπερ δὲ ἓν καὶ τὸ αὐτὸ μένον ἄλλοτε ἄλλων ἐστὶ δεκτικόν, τοῦτο καὶ ἔστι τι καὶ ἕτερόν ἐστι παρ’ ἃ δέχεται, ὁ τόπος ἄρα καὶ ἔστι τι καὶ ἕτερόν ἐστι παρ’ ἃ δέχεται· τὸ γὰρ μηδαμῇ μηδαμῶς ὂν οὐδ’ ἂν δέξαιτό τι. ἐκ μὲν οὖν τούτου τοῦ ἐπιχειρήματος ὅτι ἔστι τι ὁ τόπος δείκνυσιν, ἐκ δὲ τοῦ δευτέρου οὐ μόνον ὅτι ἔστι δείκνυσιν, ἀλλ’ ὅτι καὶ φυσικάς τινας δυνάμεις καὶ διαφορὰς ἔχει. ἔστι δὲ τὸ ἐπιχείρημα ἐκ τῶν ῥοπῶν τῶν φυσικῶν σωμάτων. ἕκαστον γάρ, φησί, τῶν φυσικῶν σωμάτων ἐπί τινα ὡρισμένον φέρεται τόπον ἀκωλύτως, οἷον τὰ κοῦφα μὲν ἄνω τὰ δὲ βαρέα κάτω, ὁπηνίκα δὲ ἢ τὰ μὲν κοῦφα κάτω φέρηται ἢ τὰ βαρέα ἄνω, παρὰ φύσιν καὶ βίᾳ φέρεται. εἰ τοίνυν τὰ μὲν ἄνω φέρεται φύσει, τὰ δὲ κάτω, ἔστιν ἄρα φύσει τὸ ἄνω καὶ τὸ κάτω, ταῦτα δὲ τόπου διαφοραί, τὸ ἄνω τὸ κάτω τὰ δεξιὰ τὰ ἀριστερὰ τὸ ἔμπροσθεν τὸ ὄπισθεν, ὥστε οὐ μόνον ἔστι τι ὁ τόπος, ἀλλὰ καὶ διαφορὰς ἔχει φυσικάς. οὐ μόνον δέ, ἀλλὰ καὶ δύναμίν τινα ἔχει σύμφυτον τῶν τόπων ἕκαστος· εἰ γὰρ ἐφίεται ἕκαστον τοῦ κατὰ φύσιν τόπου, δῆλον ὅτι κατὰ φύσιν ἑκάστῳ ὁ τόπος ὀρεκτόν2 τί ἐστι καὶ ἐφετόν, τὸ δὲ ὀρεκτόν, τῷ ἔχειν τινὰ δύναμιν φυσικήν, οὕτως ἐστὶν ὀρεκτόν· ταύτης γὰρ ἡ ἔφεσις. εἰ δέ τις εἴποι, ὅτι οὐ τοῦ ἄνω τόπου ἐφίεται τὰ κοῦφα οὐδὲ τοῦ κάτω τὰ βαρέα, ἀλλὰ τοῦ τὴν ὁλότητα καταλαβεῖν, ἴστω ὅτι εἰ τοῦτο ἦν, ἔδει μὴ πρὸς ὀρθὰς μόνως τὰ βάρη φέρεσθαι, ἀλλὰ καὶ ἄλλως ὁπωσοῦν· δυνατὸν γὰρ τῆς γῆς πολλῆς τινος οὔσης, κἂν μὴ πρὸς ὀρθὰς ἀκριβῶς κατεφέρετο τὰ βάρη, ὅμως μὴ ἐκπεσεῖν τῆς ὁλότητος· νῦν δὲ ἐπειδὴ πρὸς τὸ κέντρον ἡ ῥοπή, διὰ τοῦτο πρὸς ὀρθὰς μόνως ἡ κίνησις. ἀμέλει κἂν ἐν ὀρύγματι μεγάλῳ πέσῃ λίθος, καίτοι κἂν εἰ ἐγκαρσίως ἠνέχθη ἐπὶ τὴν ὁλότητα φερόμενος3 (πανταχόθεν γὰρ ἡ γῆ περιέχει), ὅμως πρὸς ὀρθὰς μόνως ποιεῖται τὴν κίνησιν. κἂν εἰ ἐκ τῶν πλαγίων τοῦ ὀρύγματος ἀπορραγείη μόριόν τι, ὡσαύτως πάλιν φέρεται. οὕτω πᾶσι τοῖς βάρεσιν ἐπὶ τὸ κέντρον ἡ ῥοπή, καὶ οὐχ ἁπλῶς ἐπὶ τὴν ὁλότητα, ἀλλὰ κἂν φέρηται ἐπὶ τὴν ὁλότητα, διὰ τοῦτο φέρεται ἐπὶ ταύτην διὰ τὸ ταύτην τὸν κατὰ φύσιν κατειληφέναι τόπον. τὰ αὐτὰ καὶ ἐπὶ τῶν κούφων ἐροῦμεν· καὶ τούτοις γὰρ εἷς τόπος κατὰ φύσιν, ἡ κοίλη τῆς σεληνιακῆς σφαίρας ἐπιφάνεια, πρὸς ἣν πάλιν πρὸς ὀρθὰς ἤτοι πρὸς ἴσας γωνίας τοῖς κούφοις ἡ κίνησις. ἔχομεν οὖν καὶ ἐκ τοῦ δευτέρου ἐπιχειρήματος, ὅτι καὶ ἔστι τι ὁ τόπος καὶ φυσικὰς δυνάμεις τε καὶ διαφορὰς ἔχει· διαφοραὶ γὰρ αὐτοῦ αἱ εἰρημέναι ἕξ.
因此,由于这些缘故,关于场所的论述是充满疑难的;并且他说,还因为我们从较早的哲学家那里既没有继承下前人就场所提出的疑难,也没有继承下前人给出的解决。因为没有任何人充分地就场所提出疑难,以致能将我们引至邻近所探求之物的地方(因为事实上,提出疑难正是获得解决的开端);也确实没有任何人通过带有某种论证与立论对场所作出断言,从而预先给出解决;相反,凡是就场所说过些什么的人,都仅仅是在没有任何论证的情况下作出断言,就要求被人相信——一些人(德谟克利特、留基伯和墨特罗多洛周围的人)认为场所是虚空,而另一些人则认为是间距。因此,他们仅仅说了场所是虚空或者场所是某种间距,便就此了事了。 亚里士多德在说了这些之后,便切入关于场所的考察本身。他首先表明场所存在,随后又向相反的方面进行论证,表明场所不存在,以便我们能从两方面的论证中得知,关于场所的何种论证是健全的,何种是不健全的,以及应当如何理解场所,而不应当如何理解。因此,他首先从五个论证出发表明场所存在,第一是基于物体的相互置换。他说,因为在水原本所在之处,水退出之后便生成了空气;空气退出之后,在同一场所中又生成了某种别的物体,正如在容器的情形中一样。既然情况如此,关于场所他便将作如下推论:“场所保持为一个且同一,先后接受不同的物体;而那保持为一个且同一、先后接受不同事物者,既是某种存在,又不同于它所接受的事物;因此,场所既是某种存在,又不同于它所接受的事物”;因为绝不存在、无从存在之物甚至不能接受任何事物。因此,从这一论证出发,他表明场所是某种存在;而从第二个论证出发,他不仅表明场所存在,而且表明场所具有某些本性的能力与差异。这一论证是基于自然物体的倾向。他说,因为自然物体中的每一种若不受阻碍,都向着某个被规定的场所运动,例如轻者向上,重者向下;而当轻者向下运动或重者向上运动时,它们是反乎本性且被强迫运动的。既然有些物体依本性向上运动,有些向下运动,那么“上”与“下”便是依本性存在的;而这些——上、下、右、左、前、后——正是场所的差异;所以场所不仅是某种存在,而且具有本性的差异。不仅如此,各个场所还各自具有某种同生的能力。因为如果每种物体都追求依本性的场所,显而易见,对每种物体而言其本性的场所乃是某种可欲求且被追求之物;而可欲求之物正是因其具有某种本性的能力才如此成为可欲求的;因为这种追求正是针对此种能力的。 但若有人说,轻者追求的不是上方的场所,重者追求的也不是下方的场所,而是追求占据其整体,那么应当让他知晓,假若如此,重物就不应当仅沿直角运动,而也应当以任何其他方式运动;因为既然大地是巨大的,即使重物并非精确地沿直角下落,仍可能不脱离其整体;但实际上,正因为其倾向是朝向中心的,由于这一缘故其运动才仅沿直角发生。诚然,即使一块石头落入一个巨大的深坑之中,尽管即使它斜向运动也是朝向整体运动(因为大地从四面八方包围着它),它却仍然仅沿直角进行其运动。即使从深坑的侧壁剥落某个碎片,它也同样再次如此运动。由此可见,对于一切重物而言,其倾向是朝向中心的,而非单纯朝向整体;反之,即使它朝向整体运动,也是由于这个整体占据了依本性的场所,才因此朝向整体运动。关于轻者我们也将说同样的话;因为对于它们而言,本性的场所也是一个,即月球天球的凹表面,轻者的运动再次朝向这个表面沿直角亦即以等角进行。因此,我们从第二个论证中同样得出,场所既是某种存在,又具有本性的能力与差异;因为所说的那六种正是场所的差异。
- 4.1ὅσον ἀποφηνάμενοι ἐκτὸς πάσης παραμυθίας πιστεύεσθαι ἠξίωσαν
副词性用法的 ὅσον(相当于 ὅσον μόνον,意为“仅仅”)修饰分词 ἀποφηνάμενοι,并与主要动词 ἠξίωσαν(“要求被相信”)相结合,表明前代自然哲学家们没有任何说服性的论据或证明(παραμυθία),仅仅凭空断言就妄求被认可。
- 4.1τὸ δὲ ὀρεκτόν, τῷ ἔχειν τινὰ δύναμιν φυσικήν, οὕτως ἐστὶν ὀρεκτόν
名词化短语 τὸ ὀρεκτόν 为主语。不带介词的定冠词与格不定式 τῷ ἔχειν 表示原因(“由于具有某种本性的能力”),并与后面的 οὕτως(“以此方式”、“正是因此”)相呼应,在句法上强调欲求的对象之所以成为欲求对象,正是由于其内在的能力。
- 4.1καίτοι κἂν εἰ ἐγκαρσίως ἠνέχθη ἐπὶ τὴν ὁλότητα φερόμενος
连词 καίτοι(“然而”、“诚然”)后接让步条件从句 κἂν εἰ(即 καὶ ἂν εἰ)。直陈式过去时 ἠνέχθη 构成反事实条件句(“即使它是斜向运动,它本也是朝向整体运动的”),从而构建起论驳的骨架:尽管斜向运动同样能到达大地整体,重物却实际唯独沿直角向中心运动。
