← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§496.3-498.5

探究场所的必然性及其本性的难解之处

斐洛波诺斯注解《物理学》第四卷第一章开头(208a27),通过批判性考察古人的论据以及自然运动的链条论证了场所的研究对于自然哲学家为何是必然的,随后指出场所兼具形式与质料的属性因而其本性难以把握。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1#1

" Ὁμοίως δὲ καὶ περὶ τόπου ἀνάγκη τὸν φυσικὸν ὥσπερ καὶ περὶ ἀπείρου γνωρίζειν." Τὸ μὲν προκείμενον ἐν τούτῳ τῷ βιβλίῳ περὶ τόπου καὶ χρόνου καὶ κενοῦ διαλαβεῖν, καὶ πρῶτόν γε περὶ τόπου. τῇ αὐτῇ δὲ πάλιν μεθόδῳ κέχρηται· πρότερον γὰρ δείκνυσιν ἀναγκαῖον ὂν τῷ φυσικῷ τὸ περὶ τοῦ τόπου πρόβλημα, ὥσπερ καὶ ἐπὶ τοῦ ἀπείρου ἐποίησε καὶ σχεδὸν πανταχοῦ ποιεῖ. ὅτι οὖν ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τόπου λόγος, κατασκευάζει ἐκ τῆς τῶν πολλῶν ἀρχαίων δόξης. τὰ γὰρ ὄντα, φησί, πάντες ὑπολαμβάνουσιν ἐν τόπῳ εἶναι, καὶ κατασκευάζουσι τοῦτο ἐκ τῶν μὴ ὄντων· εἰ γὰρ τὸ μὴ ὄν, φασίν, οὐδαμοῦ, τὸ ὂν ἄρα ποῦ, ὡς δὴ μηδὲ εἶναι δυναμένου τινὸς ὃ μὴ ἐν τόπῳ ἐστίν. ὅτι μὲν οὖν κακῶς τῇ ἀντιστροφῇ κέχρηνται, ἐκ τῶν πολλάκις εἰρημένων δῆλον· ἐκ τοῦ ἡγουμένου γὰρ ἐποιήσαντο τὴν σὺν ἀντιθέσει ἀντιστροφήν, δέον ἐκ τοῦ ἑπομένου1 ‘εἰ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ ποῦ ἄρα ὄν’, καὶ οὕτως ἀληθὴς ἂν ἦν ὁ λόγος, ἀντίκειται δὲ δηλονότι τῷ μὲν οὐδαμοῦ τὸ ποῦ, τῷ δὲ μὴ ὄντι τὸ ὄν. ἀλλ’ εἰ καὶ ἐκεῖνοι ἁμαρτάνουσι πάντα ἁπλῶς τὰ ὄντα ἐν τόπῳ εἶναι ὑπολαμβάνοντες, ἀλλ’ οὖν τά γε φυσικὰ σώματα περὶ ὧν τῷ φυσικῷ ὁ λόγος προδήλως ἐν τόπῳ εἰσίν· ὥρισται γὰρ ὁ ἑκάστου τῶν στοιχείων κατὰ φύσιν τόπος, γῆς πυρὸς καὶ τῶν λοιπῶν· ὥστε ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τόπου λόγος. καὶ ἄλλως εἰ περὶ κινήσεως τοῦ φυσικοῦ διαλαβεῖν, διότι καὶ περὶ φύσεως, ἡ δὲ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἡ πρώτη δὲ καὶ κυριωτάτη τῶν κινήσεών ἐστιν ἡ κατὰ τόπον (δέδεικται γὰρ ἐν τῷ ὀγδόῳ ταύτης τῆς πραγματείας ὡς οὐδεμία τῶν ἄλλων ἄνευ ταύτης εἶναι δύναται, αὐτὴ δὲ χωρὶς τῶν ἄλλων· τὰ γοῦν οὐράνια ταύτην κινεῖται μόνην), ἀνάγκη ἄρα καὶ περὶ τόπου γινώσκειν τὸν φυσικόν, καθ’ ὃν ἡ πρωτίστη τῶν κινήσεων γίνεται. εἰ γὰρ σκοπὸς τῷ φυσικῷ ἡ τῶν φυσικῶν σωμάτων κατάληψις, ἕκαστον δὲ τῶν ἁπλῶν σωμάτων ἰδίαν τινὰ κινεῖται κίνησιν τὴν κατὰ τόπον, ἀδύνατον δηλονότι τὴν φύσιν τῶν ἁπλῶν σωμάτων γνῶναι τὸν μὴ τὰς κατὰ φύσιν αὐτῶν κινήσεις ἐγνωκότα, τὰς δὲ κατὰ φύσιν αὐτῶν κινήσεις γνῶναι ἀδύνατον τὸν μὴ γνόντα τὸν κατὰ φύσιν ἑκάστου τόπον, ἐφ’ ὃν καὶ τὴν κίνησιν ποιεῖται. ὥστε ἀγνοουμένου τοῦ τόπου ἀγνοηθήσεται καὶ ἡ τῶν ἁπλῶν σωμάτων κατὰ φύσιν κίνησις, ταύτης δὲ ἀγνοουμένης καὶ αὐτὴ ἡ τῶν ἁπλῶν σωμάτων ἀγνοηθήσεται φύσις, τῶν δὲ ἁπλῶν ἀγνοουμένων καὶ τὰ ἐξ αὐτῶν συγκείμενα ἀγνοηθήσεται. ὥστε τῇ ἀγνοίᾳ τοῦ τόπου συναναιρεθήσεται καὶ αὐτὴ ἡ τῶν φυσικῶν κατάληψις. Ὅτι μὲν οὖν ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τόπου λόγος, ἐντεῦθεν δῆλον. χαλεπὸς δέ, φησί, καὶ ἄπορος ὁ περὶ τόπου λόγος, πρῶτον μὲν διότι εἰς τὰ ὑπάρχοντα τῷ τόπῳ ἀποβλέπουσιν οὐ τῆς αὐτῆς ἡμῖν ἐκ πάντων φαίνεται φύσεως ὤν·2 δεῖ μὲν γὰρ τὰς ἀποφάνσεις τῶν πραγμάτων καὶ τοὺς ὁρισμοὺς ποιουμένους ἐκ τῶν ἐνυπαρχόντων αὐτοῖς κατὰ φύσιν ποιεῖσθαι,3 οἷον ἐπὶ ἀνθρώπου ἐκ τοῦ λογικοῦ καὶ θνητοῦ καὶ τῶν λοιπῶν, ἐπὶ δὲ τοῦ τόπου ἐκ τῶν καθ’ αὑτὸ ὑπαρχόντων αὐτῷ διάφορα ἡμῖν περὶ αὐτοῦ δοξάζειν ὑποπίπτει. οἷον ὑπάρχει τῷ τόπῳ τὸ περιγράφειν καὶ ὁρίζειν τὰ ἐν αὐτῷ ὄντα, ὥσπερ τῷ κεράμῳ τὸν οἶνον· ὅσον οὖν ἐκ τούτου, εἶδος ἂν νομισθείη ὁ τόπος εἶναι· εἴδους γάρ ἐστι τὸ περατοῦν καὶ ὁρίζειν οἷς ἂν ἐγγένηται. πάλιν ὑπάρχει τῷ τόπῳ τὸ ἄλλα καὶ ἄλλα δέχεσθαι σώματα ἑνὸς καὶ τοῦ αὐτοῦ μένοντος τόπου, ὡς ἐπὶ τοῦ κεράμου· ὁ αὐτὸς γὰρ καὶ οἴνου καὶ ὕδατος καὶ ἄλλων μυρίων ἐστὶ δεκτικός· ὅσον οὖν πάλιν ἐπὶ τούτῳ ὕλη ἂν εἴη ὁ τόπος καὶ οὐκ εἶδος· ἡ γὰρ ὕλη μένουσα μία καὶ ἡ αὐτὴ ἄλλοτε ἄλλο εἶδος ἐπιδέχεται, ὡς ὁ χαλκὸς ποτὲ μὲν τὸ τοῦ ἀνθρώπου ποτὲ δὲ τὸ τοῦ ἵππου εἶδος δέχεται.

“同样,自然哲学家也必须像认识无限那样来认识场所。” 在这一卷中所提出的主题是讨论场所、时间与虚空,并且首先讨论场所。而他又再次使用了相同的方法;因为他首先表明关于场所的论题对于自然哲学家是必然的,正如他在无限的情形中所做以及几乎到处所做的那样。因此,关于场所的论述对于自然哲学家是必然的这一结论,他是从许多古人的意见来建立的。他说,因为所有人都认为存在之物是在场所之中的,并且他们是从非存在之物来建立这一点的;因为他们说,如果非存在之物不在任何地方,那么存在之物就在某处,就好像不在场所之中的任何事物甚至都不可能存在一样。然而,他们错误地使用了换质换位法,这从屡次所说的话中是显而易见的;因为他们是从前件出发进行了带有矛盾对立的换位,而本应从后件出发:“如果非存在之物不在任何地方,那么在某处之物就是存在之物”,这样的话论述本会是真的;显而易见,“在某处”与“不在任何地方”相对立,而“存在之物”与“非存在之物”相对立。但是,即使他们在认为一切存在之物都无条件地在场所之中这一点上犯了错误,无论如何,自然哲学家所探讨的自然物体显然是在场所之中的;因为各个元素(土、火以及其余元素)的本性场所已被规定;所以关于场所的论述对于自然哲学家是必然的。 从另一途径来看也是如此:如果讨论运动属于自然哲学家(因为他也应当讨论本性,而本性是运动与静止的本原,运动中最在先且最根本的是依场所的运动[位移];因为在本论著的第八卷中已表明,没有这种运动,其他任何运动都不能存在,而它自身却能脱离其他运动而存在;至少天体仅进行这种运动),那么自然哲学家就必然也要认识场所,最在先的运动依它而发生。因为如果自然哲学家的目标在于把握自然物体,而每一种简单物体都进行某种依场所的本己运动,那么显而易见,不曾认识它们的依本性运动的人就不可能认识简单物体的本性,而不曾认识每种物体的依本性场所(物体也向之进行其运动)的人,就不可能认识它们的依本性运动。因此,若场所不被认识,简单物体的依本性运动也将不被认识;若这一运动不被认识,简单物体的本性本身也将不被认识;若简单物体不被认识,由它们合成的事物也将不被认识。因此,伴随着对场所的无知,对自然事物的把握本身也将被一并取消。由此可见,关于场所的论述对于自然哲学家是必然的。 然而他说,关于场所的论述是困难且充满疑难的:首先是因为,对我们这些着眼于属于场所的诸属性的人而言,场所从所有这些属性来看并不显得具有相同的本性;因为作出事物的断言和定义的人本应当依据依本性内在属于它们的东西来作出(例如在人身上依据有理性的、会死的以及其余属性),而在场所的情形中,依据其自身具有的属性,我们却碰巧对它产生出各不相同的意见。例如,界定和规定存在于其中的事物属于场所(正如对坛子而言界定葡萄酒一样);因此,仅就这一点而言,场所会被认为是形式;因为限界和规定它生成于其中的事物乃是形式的功能。反之,在场所保持为一个且同一的同时,先后接受不同的物体也属于场所(如在坛子的情形中那样;因为同一个坛子能接受葡萄酒、水和无数其他东西);因此,再次仅就这一点而言,场所会是质料而不是形式;因为质料在保持为一个且同一的同时,不同时刻接纳不同的形式,正如青铜时而接受人的形式,时而接受马的形式一样。

语法注3 条
  1. 4.1δέον ἐκ τοῦ ἑπομένου

    δέον 是无人称动词 δεῖ 的绝对宾格,意为“本应当……”。它与前面的 ἐκ τοῦ ἡγουμένου γὰρ ἐποιήσαντο τὴν σὺν ἀντιθέσει ἀντιστροφήν(他们从前件出发进行了带有对立的换位)形成对照,引出在逻辑上本应从后件出发进行的有效换质换位。

  2. 4.1εἰς τὰ ὑπάρχοντα τῷ τόπῳ ἀποβλέπουσιν οὐ τῆς αὐτῆς ἡμῖν ἐκ πάντων φαίνεται φύσεως ὤν

    ἀποβλέπουσιν 是与与格代词 ἡμῖν 一致的与格分词,表示观察者的视角(“对我们着眼于……的人而言”)。οὐ τῆς αὐτῆς... φύσεως ὤν 包含性质属格,与动词 φαίνεται 后的补充成分分词 ὤν 一同构成“并不显得具有同一本性”的谓语结构。

  3. 4.1δεῖ μὲν γὰρ τὰς ἀποφάνσεις τῶν πραγμάτων καὶ τοὺς ὁρισμοὺς ποιουμένους ἐκ τῶν ἐνυπαρχόντων αὐτοῖς κατὰ φύσιν ποιεῖσθαι

    在无人称动词 δεῖ 所支配的结构中,宾格分词 ποιουμένους 充当不定式 ποιεῖσθαι 的逻辑主语(“作出事物的断言与定义的人应当从……出发来作出”)。ποιουμένους 作为泛指的宾格主语,支配宾语短语 τὰς ἀποφάνσεις... καὶ τοὺς ὁρισμούς。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:496.3-498.5