- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:494.1-495.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《物理学》208a11–208a21,阐明接触与受界限的区别(接触外物并非有限性的本质),驳斥依据思惟设立无限的论据,并解释时间、运动与量度上的无限性乃是继起性与潜在性的,而非一次性全部现实自立的。
" Ἔτι τὸ ἅπτεσθαι καὶ τὸ πεπεράνθαι ἕτερον." Ὅτι καὶ ὁ λόγος ὁ λέγων1 ὅτι τὸ πεπερασμένον πρός τι περαίνει, ψευδὴς ὢν οὐδὲν ἔχει ἀναγκαῖον. εἰ γὰρ τὸ πεπερασμένον πρός τι ἐπέραινε, ταὐτὸν ἦν τὸ πεπεράνθαι καὶ τὸ ἅπτεσθαι, νῦν δὲ ἔστι μέν τι πεπερασμένον, ἁπτόμενον δὲ οὐδενός (τοιοῦτον γὰρ καὶ ἡ ἀπλανής), οὐκ ἄρα ταὐτὸν τὸ πεπεράνθαι τῷ ἅπτεσθαι· οὐδὲ ἄρα τὸ πεπερασμένον πρός τι περαίνει. τὸ μὲν γὰρ πρός τι καὶ τινός. τὸ ἅπτεσθαι, φησί, τῶν πρός τί ἐστι (τὸ γὰρ ἁπτόμενον τινὸς ἅπτεται), τὸ δὲ πεπερασμένον οὐ πρός τι, ἀλλ’ εἰ καὶ συμβέβηκέ τινι τῶν πεπερασμένων τὸ ἅπτεσθαι διὰ τὸ μὴ εἶναι κενόν, ἀλλ’ οὖν οὐ ταὐτόν ἐστιν αὐτῷ τὸ ἅπτεσθαι καὶ τὸ πεπεράνθαι, ἐπεὶ πᾶν πεπερασμένον εὐθὺς καὶ ἁπτόμενον ἦν· νῦν δὲ οὐκ ἔστιν, ὡς εἴρηται.
“此外,接触与受界限是不同的。” 这就是说,声称“有限者必相对于某物而受界限”的论据,由于是虚假的,因而完全不具有必然性。因为如果有限者相对于某物而受界限,那么受界限与接触就是同一回事;然而事实上,存在着某种虽受界限却不与任何事物接触的东西(恒星天球也是如此),因此受界限与接触并非同一;从而有限者也不是相对于某物而受界限。因为一方乃是相对于某物且属于某物的。他说,接触属于关系词(因为接触者乃是与某物相接触),而有限者并非关系词;然而,即使因为没有虚空,有限事物之中的某物偶然具有接触属性,但对于它而言接触与受界限终究不是同一回事,否则每一个有限者就都随即也是接触的了;但正如所说过的,事实并非如此。
"Οὐδὲ ἅψασθαι τῷ τυχόντι τοῦ τυχόντος ἔστιν." Ὅτι τὸ ἁπτόμενον τῶν πρός τί ἐστι, δείκνυσι τῷ μηδὲν πρὸς τὸ τυχὸν ἅπτεσθαι. οὐδὲ γὰρ τὸ τυχὸν τοῦ τυχόντος ἅπτεται· οὐδὲ γὰρ ἅπτεται γραμμὴ ἐπιφανείας οὐδὲ ἐπιφάνεια σώματος, οὐδὲ ἅπτεται γραμμὴ φωνῆς, ἀλλὰ γραμμὴ γραμμῆς ἅπτεται ἐπιφάνεια δὲ ἐπιφανείας· κἂν γὰρ ἐπιφανείας ἅπτηται γραμμή, κατὰ γραμμὴν ἅπτεται, οὐ κατὰ ἐπιφάνειαν. οὐ μόνον δὲ κατὰ τὸν ἡμέτερον λόγον οὐ ταὐτόν ἐστι τὸ πεπεράνθαι τῷ ἅπτεσθαι, ἀλλὰ καὶ κατὰ τὰς Δημοκρίτου ὑποθέσεις τοῦτο συμβαίνει· αἱ γὰρ ἄτομοι ἐν τῷ κενῷ φερόμεναι πεπερασμέναι μέν εἰσιν, οὐδενὸς δὲ ἅπτονται. καὶ τοῖς ἔξω τοῦ οὐρανοῦ τὸ κενὸν ὑποτιθεμένοις πεπέρανται μὲν ὁ οὐρανός, ἅπτεται δὲ οὐδενός. οὐκ ἄρα τὸ πεπεράνθαι τῷ ἅπτεσθαι ταὐτόν· ὥστε οὐδὲ τὸ πεπερασμένον πρός τι περαίνει.
“任意之物也不能与任意之物相接触。” 接触者属于关系词,他通过没有任何事物与任意之物相接触这一点来表明。因为并不是任意之物与任意之物相接触;实际上,既不是线与面相接触,也不是面与物体相接触,线也不是与声音相接触,而是线与线相接触,面与面相接触;因为即便线与面相接触,也是依线而接触,而不是依面而接触。不仅依我们的论述,受界限与接触并非同一,而且依据德谟克利特的诸假设,这种情况同样会发生;因为在虚空中运动的原子虽是有限的,却不与任何事物相接触。而且对于那些在天之外假设虚空的人来说,天虽受界限,却不与任何事物相接触。因此,受界限与接触并非同一;从而有限者也不是相对于某物而受界限。
"Τὸ δὲ τῇ νοήσει πιστεύειν ἄτοπον." Ὅτι οὐδὲ ἡ ἐκ τῆς νοήσεως ἀπορία ἔχει τι ἀναγκαῖον. οὐ γὰρ ἐπὶ τοῦ πράγματος ἡ ὑπεροχὴ καὶ ἔλλειψις, ἀλλ’ ἐπὶ τῆς νοήσεως. οὐ διὰ τὸ τὴν νόησιν, φησίν, ἄπειρόν τι μέγεθος ἐννοῆσαι, ἤδη καὶ ἀνάγκη τοιοῦτον εἶναι· οὐδὲ γάρ, φησίν, εἰ νοήσαις Σωκράτην ἄπειρον ηὐξημένον, ἤδη ἀνάγκη τὸν Σωκράτην τηλικοῦτον εἶναι καὶ ὑπερβάλλειν τὸ τρίπηχυ μέγεθος ὃ ἔχει, διὰ τὴν νόησιν· οὐδὲ ἂν νοήσωμεν αὐτὸν ἔξω τοῦ ἄστεος ὄντα, ἤδη ἀνάγκη αὐτὸν ἔξω εἶναι· οὐδὲ γὰρ τῇ νοήσει τὰ πράγματα ἕπεται, ἀλλὰ τοῖς πράγμασιν ἐπισυμβαίνει ἥ γε ὀρθῶς ἔχουσα νόησις. τὰ ἀκριβέστερα δὲ τῶν ἀντιγράφων οὐκ ἔχει τὸ τοῦ ἄστεος, ἀλλὰ μόνον ἔξω τοῦ τηλικούτου μεγέθους,2 τουτέστιν οὗ ἔχομεν οἱ ἄνθρωποι.
“而信赖思惟是荒谬的。” 这就是说,出自思惟的疑难也完全不具有必然性。因为过度与不及并不在事物一边,而是在思惟一边。他说,并不是因为思惟构想了某种无限的量度,就随即有必然性存在这样的东西;他说,因为即便你思惟苏格拉底增长为无限,也完全没有必然性由于这种思惟而使苏格拉底具有那么大且超出他所拥有的三肘量度;即使我们思惟他在城外,也完全没有必然性他就在城外;因为事物并不随顺思惟,相反,至少正确的思惟乃是伴随在事物之后发生的。较为精确的抄本中并没有“城的”,而只有“在此种量度之外”,也就是我们人类所拥有的量度之外。
"Ὁ δὲ χρόνος καὶ ἡ κίνησις ἄπειρά ἐστι, καὶ ἡ νόησις οὐχ ὑπομένοντος τοῦ λαμβανομένου.3" Ὅτι ἡ ἐκ τοῦ χρόνου καὶ τῆς κινήσεως ἀπορία εἰσάγει μὲν τὸ ἄπειρον, ἀλλὰ οὐ τοιοῦτον οἷον ἡμεῖς ἀπεδείξαμεν μὴ εἶναι, τὸ ἐνεργείᾳ καὶ ἀθρόον ὑφεστηκὸς ἄπειρον· οὐ γὰρ ἅμα ὁ χρόνος ἄπειρός ἐστιν ἢ ὑπομένει αὐτοῦ τὸ ληφθέν, ἀλλ’ ἀπὸ μέρους ἐν τῷ γίνεσθαι ὑπάρχει αὐτῷ ἡ ἀπειρία. ἀλλὰ κἂν τῇ νοήσει αὐξῆσαι θελήσεις τὸν χρόνον, οὐδ’ οὕτως ἀθρόαν αὐτοῦ τὴν φύσιν λήψῃ, ἀλλ’ ἀπὸ μέρους.
“而时间与运动是无限的,在所取得者并不留存的意义上,思惟也是如此。” 这就是说,出自时间与运动的疑难确实引入了无限,但并非我们所证明的不存在的那种无限,即在现实上且一举自立的无限;因为时间并不是同时无限的,其被取得的部分也并不留存,相反,无限性乃是逐部分地在生成之中属于它。但是即使你想在思惟中增加时间,你即使这样也无法一举把握它的本性,而只能逐部分地把握。
"Μέγεθος δὲ οὔτε τῇ καθαιρέσει οὔτε τῇ νοητικῇ αὐξήσει ἐστὶν ἄπειρον." Ἐπ’ ἄπειρον μὲν γὰρ διαιρετὸν τὸ μέγεθος, διαιρεθῆναι δὲ εἰς ἄπειρα ἀδύνατον· ἀλλ’ οὐδὲ αὐξηθῆναι ἐπ’ ἄπειρον, ὡς δέδεικται. ἔστιν οὖν καὶ ἐνταῦθα τὸ ἄπειρον ἐν τῇ γενέσει καὶ ἀπὸ μέρους, ὅλον δὲ ἅμα οὐκ ἔστιν.
“而量度无论在消减上还是在思惟上的增加上,都不是无限的。” 因为量度固然可以朝向无限被分割,但被分割成无限个部分是不可能的;正如已被证明的,它也不可能朝向无限增加。因此在此处,无限也是在生成之中且是逐部分地存在的,但并不是作为整体一举存在的。
- 3.182Ὅτι καὶ ὁ λόγος ὁ λέγων
句首的 ὅτι 是古代注解中承接引文、概括亚里士多德立论要旨的常见用法,相当于省略了主句谓语动词的“[他的意思是说]……”。
- 3.184τὰ ἀκριβέστερα δὲ τῶν ἀντιγράφων οὐκ ἔχει τὸ τοῦ ἄστεος, ἀλλὰ μόνον ἔξω τοῦ τηλικούτου μεγέθους
结构为 οὐκ ἔχει A ἀλλὰ μόνον B。带冠词的引用短语 τὸ τοῦ ἄστεος 与介词短语 ἔξω τοῦ τηλικούτου μεγέθους 相对照,后者充当动词 ἔχει 的实质性宾语。
- 3.185οὐχ ὑπομένοντος τοῦ λαμβανομένου
属格独立结构,表示伴随状况或原因,意为“所取得(把握)者并不留存”,以此说明时间、运动与思惟中的无限并非一次性在现实中完备自立,而是继起性地展开。
