← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§492.1-493.28

几何学中的分割无限与作为质料因的无限

本段阐明几何学所需要的并非延展上的无限而是分割上的无限,论证了无限在四种原因中属于质料原因且是以可感觉物体为基底的缺失,并进而转向考察主张实际存在独立无限的诸条论据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.176

" Τῷ δὲ μεγίστῳ μεγέθει τὸν αὐτὸν ἔστι τετμῆσθαι λόγον1 ὁπηλικονοῦν μέγεθος ἕτερον." Καλῶς ὁ Ἀλέξανδρος ἐνταῦθά φησιν, ὅτι δείξας ὁ Ἀριστοτέλης ὁποίου ἀπείρου οὐ προσδέονται εἰς τὰς δείξεις οἱ γεωμέτραι, ὅτι τοῦ κατὰ τὴν ἔκτασιν ἀπείρου οὐ δέονται, νῦν λέγει ποίῳ χρῶνται, ὅτι τῷ κατὰ τὴν διαίρεσιν ἀπείρῳ χρῶνται. ἔστι γάρ, φησί, τῷ μεγέθει μεγίστῳ κατὰ τὸν αὐτὸν λόγον ὁπηλικονοῦν ἄλλο μέγεθος τμηθῆναι. οἷον ὥσπερ τὸ μέγιστον μέγεθος ἔστι διχοτομῆσαι, οὕτως καὶ ὁπηλικονοῦν ἄλλο μέγεθος δυνατὸν διχοτομῆσαι· δείκνυται γὰρ ὅτι κατὰ τὸν αὐτὸν τῷ ὅλῳ λόγον ἐνδέχεται καὶ ὁπηλικονοῦν μόριον διελεῖν. εἰ δὲ πᾶν μέγεθος ἔστι διχοτομῆσαι, ἐπ’ ἄπειρον ἄρα τὰ μεγέθη διαιρετά· οὐ γὰρ οἷόν τε ἄλλως πᾶν μέγεθος διχοτομηθῆναι.

“而且以与最大量度相同的比例,任何其他大小的量度都能够被分割。” 亚历山大在此处很好地说:亚里士多德在指明了几何学家们在证明中不需要何种无限(他们不需要延展上的无限)之后,现在说明了他们使用的是何种无限,即他们使用的是分割上的无限。他说,因为任何其他大小的量度都能够以与最大的量度相同的比例被分割。例如,正如可以将最大的量度平分一样,同样也可以将任何其他大小的量度平分;因为可以证明,任何大小的部分都可以按照与整体相同的比例进行分割。而如果每一个量度都可以被平分,那么量度就是可以朝向无限分割的;因为否则就不可能每一个量度都被平分。

§3.177

"Ὥστε πρὸς μὲν τὸ δεῖξαι ἐκείνως οὐδὲν διοίσει, τὸ δὲ εἶναι ἐν τοῖς οὖσίν ἐστιν μεγέθεσιν." Δῆλον, φησίν, ἐκ τῶν εἰρημένων, ὅτι πρὸς μὲν τὰς ἀποδείξεις οὐδὲν διοίσει τοῖς γεωμέτραις, εἴτε ἔστιν εἴτε μὴ ἔστιν ἐκείνως τὸ ἄπειρον, λέγω δὴ τὸ κατὰ τὴν ἔκτασιν, τὸ δὲ ὅλως εἶναι τῷ ἀπείρῳ ἐν οὐδενὶ ἄλλῳ ἐστὶν ἢ ἐν τοῖς ἐνεργείᾳ ὑπάρχουσι μεγέθεσι, ταῦτα δέ ἐστι τὰ πεπερασμένα. ἔστι δὲ ἐν αὐτοῖς κατὰ τὴν διαίρεσιν δηλονότι.

“因此对于证明而言,以那种方式是否存在并无区别,而它的存在乃是在现实存在的量度之中。” 他说,从前述内容显而易见,对于几何学家们的证明而言,以那种方式的无限——我指的是延展上的无限——存在与否,都毫无区别;而从根本上说,无限的存在不在任何其他事物之中,而只在现实存在的量度之中,而这些量度就是有限的量度。显然,无限乃是依据分割而存在于它们之中。

§3.178

"Ἐπειδὴ τὰ αἴτια προσδιαιρεῖται τετραχῶς." Ζητεῖ διὰ τούτων ἐν ποίῳ τῶν αἰτίων τὸ ἄπειρον, καί φησιν ἐν τοῖς ὑλικοῖς αἰτίοις· εἴρητο γὰρ καὶ ἐν ἀρχῇ ὅτι εἰ ἔστι τὸ ἄπειρον, ἀρχὴ ἔσται καὶ οὐκ ἐξ ἀρχῆς.

“因为原因进一步被划分为四种。” 通过这些话,他探究无限属于哪一种原因,并指出它属于质料原因;因为在开篇处也曾说过,如果无限存在,它将是本原而不是出自本原。

§3.179

"Καὶ ὅτι τὸ μὲν εἶναι αὐτῷ στέρησίς ἐστι,2 τὸ δὲ καθ’ αὐτὸ ὑποκείμενον τὸ συνεχὲς καὶ αἰσθητόν." Ἐντεῦθεν δείκνυσιν ὅτι ὕλη τὸ ἄπειρον, δείκνυσι δὲ τοῦτο διχῶς, ἔκ τε τῆς φύσεως αὐτῆς τοῦ ἀπείρου καὶ ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας. ἡ γὰρ ὕλη, φησί, στέρησίς ἐστι τῷ ἰδίῳ λόγῳ (οὐδὲ γὰρ οἴκοθεν ἔχει εἶδος), καὶ τὸ ἄπειρον δὲ ἐν στερήσει (ὅρου γὰρ καὶ πέρατος αἴτιον τὸ εἶδος), ὥστε ὕλη ἂν εἴη τὸ ἄπειρον. ἀλλ’ εἰ καὶ ἐν στερήσει τὸ ἄπειρον καὶ περὶ τὴν ὕλην, ἀλλ’ οὖν καθ’ αὑτὸ οὔτε ὑφέστηκεν οὔτε τῇ ἐπ’ ἄπειρον διαιρέσει ὑπόκειται, ἀλλὰ τὸ αἰσθητὸν σῶμά ἐστι τὸ καθ’ αὑτὸ ὑφεστηκὸς καὶ τῇ ἐπ’ ἄπειρον διαιρέσει ὑποκείμενον· δεῖ γὰρ ἐνεργείᾳ εἶναι τὸ διαιρεθησόμενον. πῶς οὖν φαμεν κατὰ τὴν ὕλην γίνεσθαι τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομήν; ὅτι τοῦ συνθέτου σώματος ἐπ’ ἄπειρον τεμνομένου, ἐπειδὴ μὴ κατὰ τὸ εἶδος ἡ τομὴ γίνεται (μένει γὰρ ἐκεῖνο ταὐτόν), ἀνάγκη κατὰ τὴν ὕλην γίνεσθαι τὴν διαίρεσιν, ἀλλὰ κατὰ τὴν ὕλην εἰδοπεποιημένην καὶ ἐνεργείᾳ τὶ οὖσαν. καὶ οἱ ἀρχαῖοι δὲ πάντες, φησίν, ὅσοι τὸ ἄπειρον εἶναι ὑπέθεντο, ὡς ὕλην αὐτὸ ὑπέθεντο· ἐξ αὐτοῦ γὰρ γίνεσθαι καὶ εἰς αὐτὸ ἀναλύεσθαι πάντα. τοῦτο δὲ οἱ μὲν τὸν ἀέρα εἶναι, οἱ δὲ τὸ ὕδωρ, οἱ δὲ ἄλλο τι ἔφασαν.

“并且,对于它而言,存在就是缺失,而依其自身作为基底的乃是连续的与可感觉之物。” 由此他指明无限是质料;他以双重方式证明这一点:既根据无限自身的本性,也根据古代人们的见证。他说,因为质料依其自身的定义乃是缺失(因为它本身并不具有形式),而无限也是处于缺失之中(因为形式是界限与边缘的原因),从而无限当是质料。然而,即便无限处于缺失之中且关涉质料,但它依其自身既不自立,也不是朝向无限分割的基底;相反,乃是可感觉的物体依其自身自立并作为朝向无限分割的基底;因为将要被分割者必须是在现实上存在的。那么,我们怎么能说量度朝向无限的切分是依据质料发生的呢?这是因为,当复合体朝向无限被切分时,既然切分不是依据形式发生的(因为形式保持同一),分割就必然是依据质料发生的,但乃是依据已被赋予形式且在现实上是某种东西的质料发生的。他说,而且所有那些假设无限存在的古代人,都将它假设为质料;因为万物由它生成并分解为它。而对于这〔无限〕,有人说是气,有人说是水,还有人说是某种别的东西。

§3.180

"Λοιπὸν δεῖ ἐπελθεῖν καθ’ οὓς λόγους τὸ ἄπειρον εἶναι δοκεῖ οὐ μόνον δυνάμει, ἀλλ’ ὡς ἀφωρισμένον." Δεῖ λοιπόν, φησίν, ἐντεῦθεν τὰς ἀπορίας ἐπισκέψασθαι, καθ’ ἃς τὸ ἄπειρον ἐδόκει μὴ δυνάμει εἶναι μόνον, μηδὲ ἐν τοῖς πεπερασμένοις τὸ εἶναι ἔχειν, ἀλλὰ καὶ ἐνεργείᾳ εἶναι καὶ ἀφωρισμένον καθ’ αὑτό.

“余下的任务是检视那些据之无限不仅在潜在上、而且作为被规定者而显得存在的论据。” 他说,由此余下的任务就是考察那些疑难,根据这些疑难,无限显得不只是在潜在上存在,也不在有限事物中具有存在,反而显得在现实上存在并且依其自身作为被规定者而存在。

§3.181

"Τὰ μὲν γὰρ αὐτῶν οὐκ ἀναγκαῖα, τὰ δὲ ἔχει τινὰς ἑτέρας ἀληθεῖς ἀπαντήσεις." Τῶν ἀπόρων, φησίν, ἐξ ὧν τὸ ἄπειρον εἶναι ἐδόκει, τὰ μὲν οὐδὲν ἔχει ἀναγκαστικὸν εἰς τὸ εἶναι τὸ ἄπειρον, τὰ δὲ καὶ ἀληθείας τινὸς ἔχεται καὶ οὐκ ἐναντιοῦται οἷς ἡμεῖς περὶ τοῦ ἀπείρου διεξεταζόμεθα. οὔτε γὰρ ὅπως ἡ γένεσις μὴ ἐπιλίπῃ.3 ὅτι οὐκ ἀνάγκη διὰ τὸ ἀεὶ εἶναι τὴν γένεσιν τὸ ἄπειρον εἰσάγεσθαι· δυνατὸν γὰρ καὶ πεπερασμένου ὄντος τοῦ παντὸς ἀεὶ γένεσιν εἶναι, εἰ ἡ ἄλλου γένεσις ἄλλου εἴη φθορά.

“因为它们之中的一些并不是必然的,而另一些则具有某些其他的真实解答。” 他说,在那些使无限显得存在的疑难中,有一些对于无限的存在完全不具有强力证明,而另一些虽然触及了某种真理,却与我们关于无限所详加考察的结论并不冲突。因为“为了使生成不致匮乏”也并非如此。这就是说,并没有必然性为了生成是永恒的而引入无限;因为即使整体是有限的,如果一物的生成正是另一物的消灭,生成也完全可能是永恒的。

语法注3 条
  1. 3.176Τῷ δὲ μεγίστῳ μεγέθει τὸν αὐτὸν ἔστι τετμῆσθαι λόγον

    Τῷ μεγίστῳ μεγέθει 是与 τὸν αὐτόν 相应的与格(“与最大量度相同”)。τὸν αὐτὸν λόγον 作内含或副词性宾格(“以相同的比例”)。完成时被动不定词 τετμῆσθαι 的逻辑主语是宾格 ὁπηλικονοῦν μέγεθος ἕτερον,与 ἔστι 构成表示可能性的宾格不定词结构(斐洛庞努斯在下文中直接用被动不定词 τμηθῆναι 进行转述)。

  2. 3.179τὸ μὲν εἶναι αὐτῷ στέρησίς ἐστι

    带冠词的不定词 τὸ εἶναι 连同属有与格 αὐτῷ 构成了亚里士多德指示“本质”(本质定义)的典型句式,意为“对于无限而言,其所是[本质]乃是缺失”。

  3. 3.181οὔτε γὰρ ὅπως ἡ γένεσις μὴ ἐπιλίπῃ

    此处为一个省略了主句谓语动词的标题式引用,指代先前(203b18–20)亚里士多德列举的设立无限的五个论据之一,即“[需要无限]乃是为了使生成不致匮乏”;斐洛庞努斯在紧接着的一句中以 ὅτι οὐκ ἀνάγκη διὰ τὸ ἀεὶ εἶναι τὴν γένεσιν τὸ ἄπειρον εἰσάγεσθαι 补全了其完整论义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:492.1-493.28