← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§490.6-491.28

大小现实无限增大的否定与几何学

斐洛波诺斯阐明了由于永恒自然的潜在必然落实为现实这一原则,大小朝向无限的增大在现实上被排除,并澄清大小的无限分割的现实性在于切分过程永不终止。随后他指出无限在大小、运动和时间中并非以单一属存在,而是以大小为第一根据依次派生,最后说明否定现实的无限并不会损害数学家们的几何证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.173

" Ὅσον γὰρ ἐνδέχεται δυνάμει εἶναι, καὶ ἐνεργείᾳ ἐνδέχεται τοσοῦτον εἶναι." Διὰ τί ἀδύνατον ἐπ’ ἄπειρον αὔξεσθαι τὰ μεγέθη, δείκνυσιν. εἰ γὰρ δυνατόν, φησίν, ἦν ἐπ’ ἄπειρον αὔξεσθαι, κἂν ηὔξητο ἂν1 ἐνεργείᾳ ἐπ’ ἄπειρον, ἀλλὰ μὴν οὐδέν ἐστιν οὔτε ηὐξημένον οὔτε αὐξόμενον ἐπ’ ἄπειρον (οὐδὲν γάρ ἐστι τοῦ οὐρανοῦ μεῖζον), οὐδ’ ἄρα δύναταί τι ἐπ’ ἄπειρον αὔξεσθαι. ὡς γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἐπὶ μὲν τῶν γινομένων καὶ φθειρομένων οὐδὲν θαυμαστὸν τὸ δυνάμει μὴ ἐκβῆναι εἰς ἐνέργειαν, ἐπὶ δὲ τῆς ὅλης φύσεως ἀϊδίου οὔσης, εἴ γε ἦν τὸ δυνάμει ἐπ’ ἄπειρον, ἀνάγκη πᾶσα καὶ τὸ ἐνεργείᾳ εἶναι· ἀλλὰ μὴν τὸ ἑπόμενον οὐκ ἔστιν· οὐδὲ τὸ ἡγούμενον ἄρα. Ἀπορήσειε δ’ ἄν τις, τί οὖν οὐκ ἐν τῇ ὅλῃ φύσει ἐστὶ τὸ δύνασθαι ἐπ’ ἄπειρον διαιρεῖσθαι. πῶς οὖν οὐδέν ἐστιν ἐνεργείᾳ ἐπ’ ἄπειρον διαιρετόν; εἰ γὰρ ἡ φύσις τὴν τοιαύτην ἐποίησε δύναμιν, διὰ τί μὴ καὶ τὴν ἐνέργειαν ἐποίησε; φημὶ οὖν ὅτι οὐκ εἰς ἄπειρά φαμεν δυνάμει διαιρετὸν εἶναι (τοῦτο γὰρ οὐδὲ δυνάμει ἐστὶν ἐν τοῖς μεγέθεσιν), ἀλλὰ ἐπ’ ἄπειρον. τοῦτο οὖν αὐτοῦ ἐστιν ἐνέργεια, τὸ μὴ λῆξαί ποτε τεμνόμενον· οὐκοῦν οὐδὲ λήγει. ἔστιν οὖν δυνάμει μὲν πρὶν ἄρξηται διαιρεῖσθαι, ἐνεργείᾳ δέ, ὅταν ἤδη διαιρῆται. εἰ δὲ λέγοις ὅτι οὐδὲν τῶν ἐπ’ ἄπειρον διαιρεῖσθαι ἐνεργείᾳ ἔχει (οὐ γὰρ δυνάμεθα ἐπ’ ἄπειρον διαιρεῖν, ἀλλ’ ἱστάμεθά ποτε), ἀλλὰ τοῦτο τῆς ἡμετέρας ἐστὶν ἀσθενείας, οὐ τῆς τοῦ πράγματος φύσεως· ἡ γὰρ φύσις ἐποίησεν ἡμῖν τὰ μεγέθη τοιαῦτα, ὡς μηδέποτε ἱστᾶν τῷ ἑαυτῶν λόγῳ τὴν τομήν, καὶ αὐτὴ δὲ ἡ φύσις διαιρεῖ τοσοῦτον, ὅσον αὐτῇ χρειῶδες εἰς δημιουργίαν. καὶ ἄλλως ἐποίησεν ἡ φύσις καὶ ἐπ’ ἄπειρον τὰ μεγέθη διαιρετά, ἵν’ ἐξῇ καθ’ οἱονδήποτε σημεῖον τὴν διαίρεσιν ποιεῖσθαι, τοῦτο δὲ δυνατὸν ἐνεργείᾳ εἶναι· ἔξεστι γὰρ καθ’ οἱονδήποτε σημεῖον διαιρεῖν τὴν εὐθεῖαν. ὃ ἄρα δυνάμει ἔχει τὰ μεγέθη, τοῦτο καὶ ἐνεργείᾳ ἔχειν δύναται. οὐ μόνον δὲ ἐπὶ τῆς αὐξήσεως, ἀλλὰ καὶ ἐπὶ τῆς διαιρέσεως.

“因为在多大程度上能够在潜在上存在,也就能在多大程度上在现实上存在。” 他指明了何以大小不可能朝向无限增大。他说,因为如果可能朝向无限增大,它本应在现实上也朝向无限增大了,然而没有任何东西已经增至无限,也没有任何东西正向无限增大(因为没有任何东西比天更大),因此没有任何东西能够朝向无限增大。因为正如在前面的论述中所说,在那些生成与消灭的事物上,潜在之物未能落实为现实,并无任何可惊奇之处;但在永恒的整个自然上,若朝向无限的潜在存在,则在现实上存在也具有完全的必然性。然而后件并不成立;因此前件也不成立。但有人可能会提出疑难:既然如此,难道朝向无限被分割的能力不在整个自然之中吗?那么为什么没有任何东西在现实上被无限分割?因为如果自然造就了这样的潜能[能力],为什么没有也造就其现实呢?对此我便说,我们并非说它是潜在地可分割为无限多[部分](因为这在诸大小中甚至潜在地也不存在),而是说可分割至无限。因此,在被切分时决不终止,这就是它的现实;因此它决不终止。所以,在它开始被分割之前是在潜在上存在,而当它已经被分割时则是在现实上存在。如果你要说,没有任何事物在现实上具有朝向无限被分割(因为我们无法无限地分割,而总会在某处停下),但这乃是出于我们的软弱,而非出于事物的本性;因为自然为我们造就的大小是这样的:依据它们自身的定义决不使切分停止,而且自然自身也只是分割达到其创造活动所需的程度。此外,自然把大小造就为可无限分割的,也是为了使人在任意一点上进行分割成为可能,而这在现实上是可能的;因为人在直线的任意一点上分割都是被允许的。因此,大小在潜在上所具有的,它在现实上也能够具有;这不仅适用于增大,也同样适用于分割。

§3.174

"Τὸ δὲ ἄπειρον οὐ ταὐτὸν ἐν μεγέθει καὶ κινήσει καὶ χρόνῳ." Ἕτερον θεώρημα, ὅτι, τοῦ ἀπείρου ὄντος καὶ ἐπὶ τοῦ μεγέθους καὶ ἐπὶ τῆς κινήσεως καὶ ἐπὶ τοῦ χρόνου, οὐχ ὡς ἕν τι γένος κατὰ πάντων τούτων ἐστὶ τὸ ἄπειρον (οὐ γὰρ ὁμοτίμως ἐν πᾶσιν), ἀλλ’ ὡς ἂν ἔχωσι ταῦτα φύσεως, οὕτω καὶ τὸ ἐν αὐτοῖς ἄπειρον ἕξει. ἐν μὲν οὖν τῷ χρόνῳ τὸ ἄπειρον ὑπάρχει διὰ τὴν κίνησιν, ἐπειδὴ καὶ τὸ εἶναι αὐτῷ διὰ ταύτην ἐστίν, ἐν δὲ τῇ κινήσει διὰ τὸ μέγεθος. πρώτως οὖν ἐν τῷ μεγέθει τὸ ἄπειρον, ἐπειδὴ καὶ πρώτως καὶ καθ’ αὑτὸ συνεχὲς τὸ μέγεθος· δευτέρως δὲ ἐν τῇ κινήσει, ἐπειδὴ καὶ τὸ συνεχὲς διὰ τὸ μέγεθος ἡ κίνησις ἔχει· τρίτως δὲ ἐν τῷ χρόνῳ, διὰ γὰρ τὴν κίνησιν καὶ ὁ χρόνος συνεχής. ὅτι δὲ ταῦτα οὕτως ἔχει, νῦν μέν, φησίν, εἰλήφθω ὁμολογούμενον, μικρὸν δὲ ὕστερον καὶ ταῦτα ἀποδείξομεν. δείξει δὲ ταῦτα ἐν τῷ ἕκτῳ λόγῳ ταύτης τῆς πραγματείας.

“但在大小、运动和时间中,无限并非同一的。” 这是另一条定理:虽然在大小、运动和时间中都存在无限,但无限并不是作为涵盖所有这些的某个单一属而存在(因为在一切之中并非以平等的地位存在),而是这三者具有怎样的本性,在它们之中的无限也将具有怎样的地位。在时间中,无限是由于运动而存在的,因为时间之所是正是由于运动;而在运动中,则是由于大小。因此,无限首先是在大小中,因为大小首先且依其自身是连续的;其次是在运动中,因为运动也是由于大小才具有连续性;第三是在时间中,因为时间也是由于运动才是连续的。他说,至于这些情形确实如此,现在暂且当作公认的前提接受下来,稍后我们也将对这些加以证明。而他将在本著作的第六卷中证明这些。

§3.175

"Οὐκ ἀφαιρεῖται δὲ ὁ λόγος οὐδὲ τοὺς μαθηματικοὺς τὴν θεωρίαν,2 ἀναιρῶν οὕτως εἶναί τι ἄπειρον ὥστε ἐνεργείᾳ εἶναι ἐπὶ τὴν αὔξησιν ὡς ἀδιεξίτητον." Ὅτι οὐδὲ τὰς γεωμετρικὰς ἀρχὰς ἀναιροῦμεν λέγοντες μηδὲν εἶναι κατ’ ἐνέργειαν ἄπειρον· οὐδὲ γὰρ χρῶνται ἐν ταῖς ἀποδείξεσι τῷ ἀπείρῳ, ἀλλὰ τῷ πεπερασμένῳ. ὑποτίθενται δὲ τὴν ἄπειρον, ἵνα ἐξῇ λαβεῖν αὐτοῖς ὅσην ἂν βούλωνται πεπερασμένην. ἐὰν οὖν δοθῇ αὐτοῖς ὃ ζητοῦσιν, οὐδὲ τοῦ ἀπείρου δεήσονται.

“该论证在否定了存在某种朝向增大在现实上不可逾越的无限时,也并未剥夺数学家们的理论考察。” 这就是说,我们即便断言没有任何东西在现实上是无限的,也并未废除几何学的诸原理;因为他们在证明中使用的并不是无限者,而是有限者。他们假设无限[线],乃是为了使他们能够任意选取他们所想要的任意大的有限[线]。因此,若把他们所寻求的给予他们,他们甚至根本不需要无限。

语法注2 条
  1. 3.173κἂν ηὔξητο ἄν

    非真实条件句归结分句中情态小词 ἄν 的重复。句首的 κἂν 是 καὶ ἄν 的缩合,而在动词 ηὔξητο 之后再次出现 ἄν,用以加强非真实的语气。

  2. 3.175Οὐκ ἀφαιρεῖται δὲ ὁ λόγος οὐδὲ τοὺς μαθηματικοὺς τὴν θεωρίαν

    动词 ἀφαιρεῖται 接双宾格结构,同时指示被剥夺的对象(人:τοὺς μαθηματικούς)与被剥夺的事物(物:τὴν θεωρίαν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:490.6-491.28