- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:488.7-490.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯解释说,数既然是单位的组合,因而在极小方面具有界限,而由于大小的无限可分割性,数在较大方面则无限增大;他强调数的无限性仅作为潜在存在且如同时间一样处于生成之中,随后转入对大小中相反情况的讨论。
" Ὁ δὲ ἀριθμός ἐστιν ἑνὸς πλείω καὶ ποσὰ ἄττα· ὥστε ἀνάγκη στῆναι ἐπὶ τὸ ἀδιαίρετον." Τουτέστιν οὐδὲν ἄλλο ἐστὶν ἀριθμὸς ἢ μονὰς πολλάκις ληφθεῖσα. τὸ δὲ καὶ ποσὰ ἄττα τὸ αὐτὸ ἐκ παραλλήλου,1 τουτέστι ποσαί τινες μονάδες. εἰ τοίνυν οὐδὲν ἄλλο ἐστὶν ἀριθμὸς ἢ μονάδες πλείους, ἀνάγκη τὴν διαίρεσιν αὐτοῦ εἰς τὴν μονάδα καταντῆσαι· ἐξ ὧν γὰρ σύγκειταί τι, εἰς τοῦτο καὶ διαλύεται. ἀδιαίρετος γὰρ ἡ μονάς· ὁ γὰρ εἷς ἄνθρωπος κατ’ αὐτὸ τοῦτο ἀδιαίρετος· εἰ γὰρ καὶ εἰς μόρια διαιρεῖται, ἀλλ’ οὐ κατὰ ταῦτα εἶχε τὸ εἷς εἶναι. εἰ δὲ ἡ τομὴ τοῦ ἀριθμοῦ ἐπὶ τὸ ἀδιαίρετον ἵσταται, ἔστιν ἄρα πέρας τι αὐτοῦ ἐπὶ τὸ ἐλάχιστον.
“而数多于一并且是某些数量;因此必然停步于不可分者。” 这就是说,数不是别的,正是被多次选取的单位。而“并且是某些数量”则是平列地表达同一种意思,即若干个单位。那么,如果数不是别的,正是较多的单位,其分割就必然终结于单位;因为凡由某些事物组成之物,也正是分解为该事物。因为单位是不可分的;因为一个单独的人正是在这一点上是不可分的;因为即使他被分割为部分,他也并非依据这些部分才具有作为一的所是。而如果数的切分停步于不可分者,那么数朝向极小就具有某种界限。
"Τὰ γὰρ τρία καὶ δύο παρώνυμα ὀνόματά ἐστιν." Ὅτι ὁ ἀριθμὸς οὐδὲν ἕτερόν ἐστιν ἢ σύνθεσις μονάδων, κατασκευάζει ἐκ τῶν ὀνομάτων τῶν ἀριθμῶν. ἐκ γὰρ τῶν τριῶν, φησί, μονάδων παρωνύμως ὁ γ’ ἀριθμὸς εἴρηται, καὶ ἐκ τῶν δύο ὁ βʹ, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· ὥστε οὐδὲν ἕτερόν ἐστι παρὰ τὰς μονάδας.
“因为三和二是同源派生的名称。” 数不是别的,正是单位的组合,这一点[亚里士多德]从各数的名称中加以确立。他说,因为从三个单位派生出数γʹ的称呼,从两个单位派生出βʹ,而在其他数的情况中也同样如此;因此在诸单位之外没有别的任何东西。
"Ἐπὶ δὲ τὸ πλεῖον ἀεὶ ἔστι νοῆσαι· ἄπειροι γὰρ αἱ διχοτομίαι τοῦ μεγέθους." Δείξας ὅτι ἔστι τι πέρας ἐπὶ τὸ ἔλαττον τοῦ ἀριθμοῦ, δείκνυσι νῦν ὅτι ἐπὶ τὸ μεῖζον οὐκ ἔστι· ἀεὶ γὰρ τοῦ ληφθέντος μείζονα ἔστι νοῆσαι ἀριθμόν. εἶτα καὶ τὴν αἰτίαν συντόμως ἐπήγαγε, πόθεν ὑπάρχει τοῦτο τῷ ἀριθμῷ, ὅτι διὰ τὴν ἐπ’ ἄπειρον τομὴν τῶν μεγεθῶν.
“但朝向较多则总能构想;因为大小的二分是无限的。” 在表明数朝向较小存在某种界限之后,他现在表明朝向较大则不存在界限;因为对于已被选取的数,总能构想一个更大的数。接着他也简要地附加了原因,即何以这属性属于数:这是由于大小向无限的切分。
"Ὥστε δυνάμει μὲν ἔστιν, ἐνεργείᾳ δ’ οὔ." Εἰ γὰρ μηδέποτε πέρας ἴσχει ὁ ἀριθμὸς ἐπὶ τὸ πλέον, ἀλλὰ δυνατὸν τοῦ ληφθέντος μείζονα λαβεῖν, καλῶς εἴρηται πρὸς ἡμῶν ὅτι ἐνεργείᾳ μὲν οὐκ ἔστι τὸ ἄπειρον, δυνάμει δὲ ἔστιν· ἀεὶ γὰρ ὁ ἐνεργείᾳ ληφθεὶς ἀριθμὸς πεπέρανται, ἀλλ’ ἡ αὔξησις πέρας οὐκ ἔχει.
“因此它在潜在上存在,在现实上则不存在。” 因为如果数朝向较多决不具有界限,而是能够选取比已被选取者更大的数,那么我们此前所说“无限在现实上不存在,在潜在上存在”就是正确的;因为现实上被选取的数总是受限定的,但增大却没有界限。
"Ἀλλ’ ἀεὶ ὑπερβάλλει τὸ λαμβανόμενον παντὸς ὡρισμένου πλήθους." Τὸ ὡρισμένου ἀντὶ τοῦ εἰλημμένου. παντὸς οὖν τοῦ εἰλημμένου, φησίν, ὑπερβάλλει ὁ ληφθησόμενος, καὶ οὐκ ἐκλείπει ἡ λῆψις.
“但被选取者总是超出任何被规定的多数。” “被规定的”代表“已被选取的”。因此他说,将被选取者超出任何已被选取的多数,并且选取决不会终绝。
"Ἀλλ’ οὐ χωριστὸς οὗτος ὁ ἀριθμός, οὐδὲ μένει ἡ ἀπειρία, ἀλλ’ ἀεὶ γίνεται, ὥσπερ καὶ ὁ χρόνος καὶ ὁ ἀριθμὸς τοῦ χρόνου." Ἐπειδὴ ἀντιδιέστειλε τῷ συμβαίνοντι ἐπὶ τῶν μεγεθῶν τὰ συμβαίνοντα ἐπὶ τοῦ ἀριθμοῦ, διὰ τοῦτό φησιν ὅτι ταῦτα οὐχ ὡς δυναμένου χωρίζεσθαι τοῦ ἀριθμοῦ, οὐδὲ ὡς ἕτερον ὄντα παρὰ τὰ ἀριθμητά,2 ἀλλὰ τῷ λόγῳ χωρίζομεν τὰ τῇ φύσει ἀχώριστα. καὶ οὐχ ὥσπερ τὰ τμήματα τοῦ συνεχοῦς μένει, οὕτω δὲ καὶ αὐξομένου τοῦ ἀριθμοῦ οἱ πρότερον ἀριθμοὶ μένουσιν, ἀλλ’ ὥσπερ ὁ χρόνος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, οὕτω καὶ ὁ τοῦ χρόνου ἀριθμός· τὸ γὰρ ληφθὲν μόριόν ἐστι τοῦ προτέρου μὴ ἱσταμένου.3 οὕτω δὴ καὶ ἐπὶ τοῦ ἀριθμοῦ ἐν τῷ γίνεσθαι ἡ αὔξησις αὐτοῦ τὸ εἶναι ἔχει· τῶν γὰρ εἴκοσι ληφθέντων οὐ μένει τὰ δέκα. ὥστε ἡ τοῦ ἀριθμοῦ ἀπειρία οὐκ ἐν τῷ μένειν, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει.
“然而这一数并不是可分离的,其无限性也不是持存的,而是总在生成,正如同时间以及时间的数一样。” 既然他将发生在数上的情形与发生在大小上的情形相对比,正因如此他说,这些说法并不是因为数能够被分离,也不是因为它是被计数的事物之外的某种别的东西,而是我们在理智上分离了按本性不可分离的事物。并且并不是如同连续体的诸切段持存那样,随着数增大先前的诸数也持存,而是如同时间在生成中具有其所是,时间的数也是如此;因为被选取的部分是未停步的先前者的一部分。于是在数的情况中也是这样,它的增大在生成中具有其所是;因为在选取了二十时,十并不持存。因此数的无限性不是在持存中,而是在生成中具有其所是。
"Ἐπὶ δὲ τῶν μεγεθῶν τοὐναντίον." Εἰπὼν ὅτι ἀντιπεπονθότως ἔχει ὁ ἀριθμὸς τοῖς μεγέθεσι, καὶ δείξας ὅπως ἔχει ὁ ἀριθμός, καὶ τὰς αἰτίας προσθείς, μέτεισιν ἐπὶ τὸ δεῖξαι καὶ τὰ τῷ μεγέθει συμβαίνοντα, διὰ τί ἐπὶ μὲν τὸ ἔλαττον πέρας οὐκ ἔχει, ἐπὶ δὲ τὸ μεῖζον ἔχει.
“在大小上则恰好相反。” 在说明了数与诸大小相反,并表明了数的状况,且附加了原因之后,他转而表明发生在大小上的情形,即为什么朝向较小没有界限,而朝向较大却具有界限。
- 3.166ἐκ παραλλήλου
修辞与注解用语,意为“平列地”或“同义反复地”。菲洛波诺斯指出亚里士多德本文中的“多于一”(ἑνὸς πλείω)与“某些数量”(ποσὰ ἄττα)并非列举两项独立的条件,而是用并列的方式重申同一事物(由若干单位构成的多)。
- 3.171ταῦτα οὐχ ὡς δυναμένου χωρίζεσθαι τοῦ ἀριθμοῦ, οὐδὲ ὡς ἕτερον ὄντα παρὰ τὰ ἀριθμητά
在由 ὡς 引导的从属结构中发生了句法交替:前半句采用属格独立结构(ὡς δυναμένου χωρίζεσθαι τοῦ ἀριθμοῦ,“并非好像数能够被分离”),而后半句则转为中性复数宾格/主格分词(οὐδὲ ὡς ἕτερον ὄντα,“也不是好像这些是被计数之物之外的另一物”),与句首主语 ταῦτα 一致。两者作为平列的否定从句被排除。
- 3.171τὸ γὰρ ληφθὲν μόριόν ἐστι τοῦ προτέρου μὴ ἱσταμένου
τοῦ προτέρου μὴ ἱσταμένου 为带有定语分词的属格短语(“那不停步的在先者”),作 μόριον(部分)的整体属格(“……的一部分”)。意指在时间中被选取的某个部分,属于绝不停留、持存的在先之流的一部分。否定词 μή 体现了分词的通则性特征。
