- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:47.25-48.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了关于全体与部分的同一性与相异性的疑难(185b12–16),以房屋和人体为例揭示了诸部分彼此同一的荒谬归谬,并说明若将存在者假定为不可分者,则量与质都将无法成立。
" Πότερον ἓν ἢ πλείω τὸ μέρος καὶ τὸ ὅλον." Τὸ μὲν ἓν ἀντὶ τοῦ ταὐτὸν ἔθηκε, τὸ δὲ πλείω ἀντὶ τοῦ ἕτερον. καὶ πῶς ἓν ἢ πλείω ἀντὶ τοῦ καὶ πῶς ταὐτὸν ἢ πῶς ἕτερον. καὶ περὶ τῶν μερῶν τῶν μὴ συνεχῶν λέγει ἢ τῶν κατὰ παράθεσιν ἢ τῶν ἀφεστηκότων· κατὰ παράθεσιν μέν, ὡς ἐπὶ τῆς οἰκίας (ζητητέον γὰρ καὶ ἐπὶ ταύτης εἰ ταὐτὸν ἢ ἕτερον τὸ ὅλον τοῖς μέρεσιν· εἰ μὲν γὰρ ταὐτόν, καὶ ἑκάστῳ ταὐτόν, εἰ δὲ τοῦτο, καὶ αὐτὰ ἑαυτοῖς ταὐτά. ὥστε ὁ ὄροφος τῷ θεμελίῳ ταὐτὸν καὶ αὐτὸς τοῖς τοίχοις, ὅπερ ἄτοπον), ἀφεστηκότα δέ φημι, οἷον πόδα χεῖρα καὶ τὰ λοιπά· τὸ γὰρ ὅλον εἰ ταὐτὸν ἑκάστῳ τῶν ἀνομοιομερῶν, καὶ ἀλλήλοις ταὐτὰ ἔσονται. ὥστε ἡ χεὶρ τῷ ποδὶ ταὐτὸν ἔσται.
“部分与全体是一还是多。” 他用“一”代替“同一”,用“多”代替“相异”;用“如何是一还是多”代替“如何是同一还是如何相异”。并且他是就非连续的部分而言的,即或者靠并置的部分,或者彼此分离的部分。靠并置的,如在房屋的情形中(因为对于房屋也当探究全体与诸部分是同一还是相异;因为如果是同一的,则它也与每个部分同一,如果这样,诸部分自身也彼此同一,从而屋顶与地基同一,屋顶本身也与墙壁同一,这是荒谬的);而我所说的彼此分离的部分,例如脚、手以及其余部分。因为全体如果与各非同质部分的每一个同一,它们彼此之间也将是同一的,从而手将与脚同一。
"Καὶ εἰ τῷ ὅλῳ ἓν ἑκάτερον ὡς ἀδιαίρετον, ὅτι καὶ αὐτὰ αὑτοῖς.1" Εἰ ἓν ἑκάτερον, φησί, τῶν μερῶν ταὐτόν ἐστι τῷ ὅλῳ, διότι ἀδιαίρετόν ἐστι, πρόδηλον ὅτι καὶ αὐτὰ ἑαυτοῖς ταὐτά εἰσι. τὸ οὖν ὡς ἀδιαίρετον αἰτίας ἐστὶν ἀπόδοσις, διὰ τί τῷ ὅλῳ τὸ μέρος ταὐτόν. τὸ δὲ ἑκάτερον ἀντὶ τοῦ ἕκαστον,2 τουτέστιν εἰ διὰ τὸ ἀδιαίρετα εἶναι τοῦ ὅλου τὰ μέρη ἕκαστον τῶν μερῶν τῷ ὅλῳ ἐστὶ ταὐτόν (τὸ γὰρ ἓν πάλιν ἀντὶ τοῦ ταὐτὸν κεῖται), καὶ τὰ μέρη αὐτὰ ἑαυτοῖς, τουτέστιν ἀλλήλοις ταὐτὰ ἔσται· οὐκοῦν ἡ κεφαλὴ τῇ χειρὶ ἡ αὐτὴ ἔσται. εἰ μὲν οὖν τὸ ἑκάτερον ἀντὶ τοῦ ἕκαστον ἀκουσόμεθα, τοιαύτη ἐστὶν ἡ τῶν ῥητῶν διάνοια, εἰ δὲ συνήθως τὸ ἑκάτερον ἐπὶ δύο νοοῖτο, λέγοι ἂν τό τε ὅλον καὶ τὸ μέρος. καὶ ἔστιν ἡ διάνοια τοιαύτη· εἰ, ἐπειδὴ τὸ ὅλον ἀδιαίρετόν ἐστι καὶ ἐν αὐτῷ θεωρεῖται καὶ τὸ μέρος, διὰ τοῦτο ταὐτόν ἐστι τῷ ὅλῳ τὸ μέρος, καὶ αὐτὰ αὑτοῖς τὰ μέρη, τουτέστιν ἀλλήλοις, ταὐτὰ ἔσται. διὰ τί δέ, εἰ τῷ ὅλῳ τὸ μέρος ταὐτόν, καὶ ἀλλήλοις ταὐτά εἰσιν; ὅτι εἰ τῶν μερῶν Σωκράτους ἕκαστον τῷ ὅλῳ Σωκράτει ταὐτόν ἐστι, τὰ δὲ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἐστὶ ταὐτά, καὶ τὰ μέρη ἄρα Σωκράτους ἀλλήλοις ἔσται ταὐτά.
“又若各个作为不可分者而与全体是一,则它们自身彼此之间也是[一]。” 他说,如果诸部分的每一个是一,因其不可分而与全体是同一的,显然它们自身彼此之间也是同一的。因此“作为不可分者”是给出部分为何与全体同一的原因。而“各个”是代替“每一个”,也就是说,如果由于全体的诸部分是不可分的,诸部分的每一个都与全体同一(因为“一”在此再次被用来代替“同一”),诸部分自身也将与自身,即彼此同一;因此头将与手是同一的。那么,如果我们把“各个”理解为代替“每一个”,原文的意思就是如此;但如果按照通常用法把“各个”理解为针对两者,他所说的当是全体与部分。其意涵如下:如果由于全体是不可分的并且在其中部分也被考察,部分由此而与全体同一,则诸部分自身也将与自身,即彼此同一。然而为什么如果部分与全体同一,它们彼此之间也是同一的呢?因为如果苏格拉底的诸部分的每一个都与全体苏格拉底同一,而凡与同一事物同一者彼此之间也同一,那么苏格拉底的诸部分彼此之间也将是同一的。
"Ἀλλὰ μὴν εἰ ὡς ἀδιαίρετον, οὐκ ἔστι ποσὸν οὐδὲ ποιόν." Ἐλέγξας τὴν ὑπόθεσιν τὴν λέγουσαν τὸ ὂν εἶναι ὡς συνεχές, μεταβαίνει ἐπὶ τὴν ὡς ἀμερὲς ὑποτιθεμένην, καί φησιν, ὅπερ ἤδη εἴπομεν, ὅτι καὶ τὰ ποιὰ καὶ τὰ ποσὰ ἀναιρήσουσιν, καὶ οὐκέτι προχωρήσει αὐτοῖς τὸ λέγειν αὐτὸ ἄπειρον ἢ πεπερασμένον.
“然而,如果作为不可分者,它既非量亦非质。” 在反驳了主张存在者是作为连续者的假说之后,他转向把存在者假定为无部分者的假说,并且正如我们已经说过的,他说他们也将否定质和量,从而他们将再也无法说它是无限的还是有限的。
- 1.27ὅτι καὶ αὐτὰ αὑτοῖς
在亚里士多德的原句中,ὅτι 引导紧随条件从句 εἰ τῷ ὅλῳ ἓν ἑκάτερον 的主句(归结分句),在结构上省略了像 πρόδηλον 或 δῆλον 这样的判断词(意即“显而易见……”)。斐洛波诺斯在阐释开端补充为 πρόδηλον ὅτι καὶ αὐτὰ ἑαυτοῖς ταὐτά εἰσι,明确了这一省略结构。
- 1.27τὸ δὲ ἑκάτερον ἀντὶ τοῦ ἕκαστον
此处针对代词 ἑκάτερον(两者中各自)的指涉对象提出了两种构文解释:第一种是将其视为 ἕκαστον(每一个)的借用,指“诸部分的每一个”;第二种是按其惯常的双数用法,指“全体”与“部分”这一对概念(εἰ δὲ συνήθως τὸ ἑκάτερον ἐπὶ δύο νοοῖτο, λέγοι ἂν τό τε ὅλον καὶ τὸ μέρος)。
