← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§486.25-488.6

数的极小界限与一的不可分性

斐洛波诺斯讨论了数在极小方向上以单位(一)为界限而在极大方向上无界限的道理,以及这与大小的无限切分如何互为对应。接着针对“一者是不可分的”这一命题,他提出了类与连续体何以能被分割的疑难,并通过论证它们作为一者是不可分的、但作为潜在的复多才是可分的,从而捍卫了数学单位的绝对不可分性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.164

" Εὐλόγως δὲ καὶ τὸ ἐν μὲν τῷ ἀριθμῷ εἶναι ἐπὶ τὸ ἐλάχιστον πέρας." Ἕτερον ἀκόλουθον περὶ τοῦ ἀπείρου θεώρημα, τὸ τὸν μὲν ἀριθμὸν κατὰ μὲν τὸ ἐλάχιστον πεπεράνθαι (πέρας γὰρ τοῦ ἀριθμοῦ ἐπὶ τὸ ἐλάχιστον ἡ μονάς), κατὰ δὲ τὸ μεῖζον μηδὲν ἔχειν πέρας (παντὸς γὰρ τοῦ ληφθέντος ἀριθμοῦ μείζονα ἔστι λαβεῖν), ἐπὶ δὲ τῶν μεγεθῶν ἀντιπεπονθότως ἔχει·1 ἐπὶ μὲν γὰρ τὸ μεῖζον πεπέρανται τὰ μεγέθη, ἐπὶ δὲ τὸ ἐλάχιστον οὐκ ἔστι λαβεῖν τὸ ἔσχατον. καὶ τὰς αἰτίας ἐπάγει.

“合理地得出的结果也是:在数中朝向极小有界限。” 关于无限者的另一个推论性定理是:数在极小方面是受限定的(因为数朝向极小的界限是单位),但在较大方面却没有任何界限(因为对于任何被选取的数,总能选取一个更大的数),然而在大小的情况中却恰好相反:因为大小朝向较大受限定,朝向极小却不可能选取终极者。并且[亚里士多德]指明了原因。

§3.165

"Αἴτιον δὲ ὅτι τὸ ἕν ἐστιν ἀδιαίρετον, ὅ τι περ ἂν ἓν ᾖ.2" Ὅτι τοῦ τὸν ἀριθμὸν ἐπὶ τὸ ἐλάχιστον πέρας ἔχειν αἴτιον τὸ μηδὲν ἄλλο εἶναι τὸν ἀριθμὸν ἢ πλῆθος μονάδων. ἐπεὶ οὖν διαιρούμενος ὁ ἀριθμὸς καταντᾷ εἰς ἔσχατόν τι τὴν μονάδα (ἐξ οὗ γὰρ σύγκειταί τι, εἰς αὐτὸ καὶ διαλύεται), ἡ δὲ μονὰς καθὸ μονὰς ἀδιαίρετόν ἐστιν, εἰκότως οὐκ ἐπ’ ἄπειρον πρόεισιν ἐπὶ τὸ ἐλάχιστον· ἵσταται γὰρ ἡ διαίρεσις εἰς μονάδα καταντήσασα. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ ἐπὶ τὸ μεῖζον πέρας οὐκ ἔχει· εἰ γὰρ σύνθεσίς ἐστι μονάδων, οὐδὲν δὲ κωλύει ἐπ’ ἄπειρον τὰς μονάδας ἐπισυντιθέναι ἀλλήλαις ἀεὶ τὰς ληφθείσας διπλασιάζοντα, εἰκότως οὐκ ἔχει πέρας ἐπὶ τὴν αὔξησιν. τοῦτο δὲ αὐτῷ συμβέβηκε διὰ τὴν τοῦ ἀπείρου φύσιν, ἥτις ὑπῆρχεν ἐν τῇ ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομῇ· διὰ γὰρ τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομὴν ἡ ἐπ’ ἄπειρον αὔξησις τοῦ ἀριθμοῦ γίνεται, διότι δὲ ἡ τομὴ τοῦ συνεχοῦς ἀπὸ μονάδος ἄρχεται, διὰ τοῦτο καὶ τὸ ἔσχατον τοῦ ἀριθμοῦ ἡ μονάς ἐστιν· ἓν γὰρ ὂν τὸ συνεχὲς οὕτω διαιρεῖται. πῶς δέ φησι τὸ ἓν ἀδιαίρετον εἶναι, ὅ τι περ ἂν ἓν ᾖ; ἆρα οὖν οὔ φαμεν τὸ ζῷον ἓν γένος ὂν διαιρεῖσθαι εἰς πλείονα εἴδη; εἰ γὰρ καθὸ γένος ἐστὶν ἕν, καθὸ δὲ γένος διαιρεῖται εἰς εἴδη, καθὸ ἄρα ἓν διαιρεῖται. καὶ ἐπὶ τοῦ συνεχοῦς δὲ ὁ αὐτὸς λόγος· τὸ γὰρ συνεχὲς ἕν τί ἐστι καθὸ συνεχές (ἓν γὰρ ξύλον φαμὲν καὶ εἷς λίθος), πάλιν δὲ τὸ συνεχὲς ᾗ συνεχὲς ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, τὸ ἓν ἄρα καθὸ ἓν ἐπ’ ἄπειρόν ἐστι διαιρετόν. ὅλως γὰρ ἡ διαίρεσις τίνος ἐστὶν ἄλλου ἢ τοῦ ἑνός; τὰ γὰρ πολλὰ διῄρηται ἤδη, καὶ οὐ διαιρεῖται. φημὶ οὖν ὅτι καὶ τὸ γένος καὶ τὸ συνεχὲς οὐ μόνον ἕν ἐστιν, ἀλλὰ καὶ δυνάμει πολλά· ὡς μὲν οὖν ἓν ἑκάτερον τούτων ἀδιαίρετόν ἐστιν (εἰ γὰρ ᾗ ἓν διῃρεῖτο, εἰς πολλὰ ἂν ὅμοια διῃρέθη,3 οἷον τὸ γένος εἰς γένη, καὶ τὸ πηχυαῖον εἰς πλείω πηχυαῖα), ὡς μέντοι δυνάμει πολλά (ἐμπεριέχει γὰρ ἐν ἑαυτῷ καὶ τὸ γένος πολλὰ εἴδη, καὶ τὸ συνεχὲς πολλὰ συνεχῆ), ταύτῃ διαιρεῖται. ἡ δὲ μονὰς ἐν τοῖς ἀριθμοῖς μόνως ἕν ἐστι καὶ οὐδαμῶς πολλά· ὥστε καὶ πάντῃ ἀδιαίρετος. ἀσφαλέστερον δὲ ἴσως καὶ αὖθις ζητεῖν, εἰ τῷ ὄντι πᾶν ἓν καθὸ ἓν ἀδιαίρετόν ἐστιν.

“而原因在于,一者是不可分的,凡是一者皆然。” 数朝向极小具有界限的原因,在于数不是别的,正是单位的复多。因此,数既然在被分割时终结于某个终极者,即单位(因为凡由某物组成之物,也正是分解为该物),而单位按其为单位而言是不可分的,它合情合理地不会朝向极小向无限推进;因为分割在达到单位时便停止了。并且出于同样的原因,它朝向较大也没有界限;因为如果它是单位的组合,并且没有任何东西阻碍彼此无限地添加单位,总是使已被选取者加倍,它合情合理地朝向增大没有界限。而这是由于无限者的本性而发生在数上的,该本性曾存在于大小向无限的切分之中;因为通过大小向无限的切分,产生数向无限的增大,并且因为连续体的切分从一个单位开始,正因如此数的终极者也是单位;因为连续体由于是一,才这样被分割。 但他怎么说一者凡是一者皆是不可分的呢?难道我们不说动物作为单一的类,被分割为较多的种吗?因为如果按其为类而言是一,而按其为类而言被分割为种,那么按其为一而言便被分割了。并且对于连续体也有同样的论证:因为连续体按其为连续体而言是某个单一者(因为我们说一块木头和一个石头),而另一方面连续体按其为连续体而言是可无限分割的,因此一者按其为一而言是可无限分割的。因为总的来说,分割除了是对一者的分割,还能是对什么的呢?因为多数的事物已经受分割了,而不是正被分割。 因此我说,类和连续体不仅是一,而且在潜在上也是多数;所以,作为一,它们中的每一者固然是不可分的(因为如果按其为一而受分割,它就会被分割为许多同类的事物,例如类被分割为诸类,一肘之物被分割为较多的一肘之物),然而按其在潜在上为多数而言(因为类在其自身中包容许多种,连续体也包容许多连续体),它在这一方面被分割。但在数中的单位却仅仅是一,绝不是多数;因此它在一切方面都是不可分的。然而,究竟是否确实凡一者按其为一而言皆是不可分的,再次加以探究也许更为稳妥。

语法注3 条
  1. 3.164τὸ τὸν μὲν ἀριθμὸν κατὰ μὲν τὸ ἐλάχιστον πεπεράνθαι ... ἐπὶ δὲ τῶν μεγεθῶν ἀντιπεπονθότως ἔχει

    中性单数定冠词 τό 统摄随后由对格不定式短语(τὸν μὲν ἀριθμὸν ... πεπεράνθαι)过渡至直陈语气分句(ἐπὶ δὲ τῶν μεγεθῶν ἀντιπεπονθότως ἔχει)的复合结构,作为同位语说明前文 θεώρημα(“定理”)的具体内容。

  2. 3.165ὅ τι περ ἂν ἓν ᾖ

    由关系代词 ὅστις(ὅ τι)加小品词 περ 及伴随虚拟式 ᾖ 的 ἄν 构成的泛指关系从句(“凡是一者皆然”或“无论何物只要是一”)。它限定并修饰前述主句 τὸ ἕν ἐστιν ἀδιαίρετον,将不可分性普遍赋予任何具备“一”之性质的事物。

  3. 3.165εἰ γὰρ ᾗ ἓν διῃρεῖτο, εἰς πολλὰ ἂν ὅμοια διῃρέθη

    反事实条件句,条件从句使用未完成过去直陈语气(διῃρεῖτο),归结从句使用 ἄν 搭配不定过去直陈语气(διῃρέθη)(“因为如果按其为一而受分割,它就会被分割为许多同类的事物”)。由于在现实中类并不分割为诸类、一肘之物也不分割为多个一肘之物,以此反驳了前件(即“按其为一而受分割”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:486.25-488.6