- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:485.8-486.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞驳斥了有限者必接触某物以及思惟能够构想无限的论证,阐明时间的无限与分割的无限仅作为潜在与部分的无限而成立,并根据包容与界限的结构解释了为何相加没有无限而分割有无限(207a33)。
ὅσα μὲν γὰρ ἔξωθεν πεπερασμένα καὶ ἅπτεταί τινος, οὐχ ὅλα ἐστὶν ἀλλὰ μέρη τοῦ παντός. ἅπτεται οὖν ταῦτα, οὐ καθότι πέρας ἔχει, ἀλλὰ καθὸ μέρη ἐστὶ τοῦ ὅλου, οὐδὲν δὲ κενὸν ἐν τῷ παντί. εἴ δέ τι δὲ κυρίως ὅλον ἐστὶ καὶ πᾶν, τοῦτο οὐκ ἀνάγκη πρός τι ἕτερον περαίνειν, μᾶλλον δὲ ἀδύνατον, ἐπεὶ οὐκ ἂν εἴη κυρίως ὅλον. τοιαύτη δέ ἐστιν ἡ ἀπλανής, πεπερασμένη μὲν οὖσα, ἐπειδὴ καὶ σφαῖρα (πᾶν δὲ σχῆμα πεπερασμένον δηλονότι), ἅπτεται δὲ ἔξωθεν οὐδενός, διότι μηδὲ ἔστι τι αὐτῆς ἔξω. οὐδὲ οὗτος ἄρα ὁ λόγος ἔχει ἀναγκαῖον πρὸς τὸ εἶναι τὸ ἄπειρον. ἀλλ’ οὐδὲ ὁ ἐκ τῆς νοήσεως. ἡ μὲν γὰρ νόησις δύναται τῷ ὄντι τῷ ληφθέντι μεγέθει ἀεὶ προστιθέναι ἔξωθεν ἄλλο, καὶ οὐδέποτε ἐπιλείπει τοῦτο ποιοῦσα· οὐ μὴν ἀνάγκη τῇ νοήσει τῇ ἡμετέρᾳ τῶν πραγμάτων ἀκολουθεῖν φύσιν,1 τοὐναντίον δὲ μᾶλλον ἀνάγκη τῇ φύσει τῶν πραγμάτων ἀληθῆ εἴδησιν ἕπεσθαι. οὐδὲ γὰρ ἐπειδὴ δυνατὸν νοῆσαι Σωκράτην ἔξω Ἀθηνῶν ὄντα, ἤδη ἀνάγκη καὶ ἔξω Ἀθηνῶν αὐτὸν εἶναι, οὐδὲ ἐπειδὴ δύναμαι νοῆσαι αὐτὸν ἑκατοντάπηχυν, ἤδη ἀνάγκη καὶ τοιοῦτον αὐτὸν εἶναι· οὐ γὰρ πᾶν ὅ τι ἂν βουληθῶμεν νοῆσαι, ἤδη τοῦτο καὶ ἔστι. φαντάζονται γοῦν τινες ἑαυτοὺς βασιλέας εἶναι καὶ κυρίους πάσης τῆς γῆς, ἀλλ’ οὐκ ἀνάγκη τῇ νοήσει αὐτῶν ἀκολουθεῖν τὰ πράγματα· οὕτω γοῦν κἂν δύναμαι νοεῖν σῶμά τι ἐπ’ ἄπειρον ηὐξημένον, οὐκ ἀνάγκη τοιοῦτόν τι σῶμα εἶναι. οὗτοι μὲν οὖν οἱ λόγοι ἀναγκαῖον οὐδὲν ἔχουσιν πρὸς τὸ δεῖν εἶναι τὸ ἄπειρον, οἱ δὲ ἕτεροι δύο, ὅ τε ἐκ τῆς ἀπειρίας τοῦ χρόνου καὶ ὁ ἐκ τῆς ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομῆς, ἔχουσι μὲν τὸ εὔλογον, οὐ μὴν ἀνάγκη, εἰ μὴ εἴη κατ’ ἐνέργειαν ἄπειρόν τι σῶμα, ἀναιρεῖσθαι ἢ τὴν ἐπ’ ἄπειρον τοῦ χρόνου αὔξησιν ἢ τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομήν· οὐδὲ γὰρ οὕτως ἐστὶν ὁ χρόνος ἄπειρος ἢ ἡ τῶν μεγεθῶν διαίρεσις, ὡς ὅλον ἅμα εἶναι ἢ τὸν χρόνον ἢ τὰς διαιρέσεις τοῦ συνεχοῦς, ἀλλὰ τῷ ἀπὸ μέρους λαμβάνεσθαι καὶ μὴ ἐπιλείπειν, καὶ δυνάμει εἶναι ἐν αὐτοῖς τὸ ἄπειρον καὶ οὐκ ἐνεργείᾳ. ὥστε τὸ μὲν ἀπὸ μέρους ὑφεστηκέναι τὸ ἄπειρον καὶ δυνάμει εἶναι καὶ μὴ ἐνεργείᾳ καὶ ἡμεῖς ἐθέμεθα καὶ οἱ εἰρημένοι ἀναγκάζουσι λόγοι, τὸ δὲ ὡς ἔλεγον οἱ φυσικοὶ ἄπειρον, τὸ ὅλον ἅμα ὑφεστηκὸς καὶ ἐνεργείᾳ καὶ οὐ δυνάμει, οὐκ ἀνάγκη ἐκ τῶν λόγων τούτων εἶναι. ὥστε ἐπειδὴ οὕτως ἐστὶ τὸ ἄπειρον, δυνάμει λέγω καὶ οὐκ ἐνεργείᾳ, καὶ ἀπὸ μέρους καὶ οὐκ ἀθρόον, διὰ τοῦτο οὐδὲν ἄτοπον μηδὲ τὴν νόησιν ἐπιλιπεῖν· οὐδὲ γὰρ αὐτὴ δύναται ἀθρόον αὐτὸ νοῆσαι, ἐπεὶ πεπερασμένον αὐτὸ ἐνόει,2 ἀλλ’ ἀεὶ τῷ ληφθέντι πεπερασμένῳ ὄντι πεπερασμένον ἐπιπροστίθησι, μέχρις ἂν ἀποκαμοῦσα παύσηται· ὥστε συγχωρήσομεν αὐτῇ δυνάμει μὲν ἐπ’ ἄπειρον αὔξειν, ἐνεργείᾳ δὲ οὔ, καὶ πεπερασμένον μὲν ἀεὶ εἶναι τὸ λαμβανόμενον, ἄπειρον δὲ οὐδέποτε. Κατὰ λόγον δὲ συμβαίνει καὶ τὸ κατὰ πρόσθεσιν μὲν μὴ εἶναι δοκεῖν ἄπειρον, τουτέστιν εὐλόγως καὶ ἀκολούθως τοῖς παρ’ ἡμῶν περὶ τοῦ ἀπείρου εἶναι λεγομένοις, ὅτι περιέχεται μὲν τὸ ἄπειρον, περιέχει δὲ τὸ ὅλον καὶ τὸ πᾶν. τέμνουσι μὲν οὖν τὸ μέγεθος, ἐπειδὴ πᾶσα τομὴ ἐντὸς τῶν περάτων γίνεται, εἰκότως οὐδέποτε ἐπιλείπει· περιεχόμενον γὰρ ἐντὸς τῶν περάτων τὸ ἄπειρον ἐνδίδωσι τῇ τομῇ τὴν ἐπ’ ἄπειρον πρόοδον. ἐπ’ ἄπειρον δὲ προστιθέναι οὐκ ἐνδέχεται· ἡ γὰρ πρόσθεσις ἔξωθεν γίνεται, τῷ δὲ ὅλῳ καὶ παντὶ προσθεῖναι ἀδύνατον· ὥστε ὅταν ἡ προσθήκη εἰς τοῦτο καταντήσῃ, εἰκότως παύεται.
因为凡从外部受限定且与某物相接触的事物,并不是整体,而是宇宙的部分。因此,这些事物相接触,并不是按其具有界限而言,而是按其是整体的部分而言,并且在宇宙中绝无虚空。但如果某物在本义上是整体且是全,那么它并不必然相对于另一物而受界定,甚至这是不可能的,否则它就不是本义上的整体了。恒星天球便是此类事物:它固然是有限的,因为它确实是球体(显然凡形状皆是有限的),但它在外部却不接触任何事物,因为在它自身之外根本没有任何事物存在。因此,这一论证对于无限者存在同样不具有任何必然性。 然而出于思惟的[论证]也同样如此。因为思惟固然总能对已被选取的大小从外部另加他物,并且在做这件事时绝不匮乏;然而事物的本性绝不必然跟从我们的思惟,相反,倒是真知必然跟从事物的本性。因为并非由于能够思惟苏格拉底在雅典之外,他就已经必然也在雅典之外,也并非由于我能够思惟他是百肘高的,他就已经必然也是如此这般的;因为绝不是凡我们愿意思惟的一切,都已经实际上存在。无论如何,某些人想象自己是君王且是全地的主宰,但这绝不必然使事物跟从他们的思惟;因此,无论如何,即使我能够思惟某个无限增大的物体,也并不必然存在这样一个物体。 所以,这些论证对于无限者必须存在不包含任何必然性;而另外两个论证——既出于时间的无限,又出于大小按无限的切分——固然具有合理性,然而,如果不存在某种现实上无限的物体,时间的无限增大或大小的无限切分也并不必然被取消;因为时间或大小的分割并不是这样成为无限的,即时间或连续体的诸切分作为整体同时存在,而是由于被按部分选取且不匮乏,并且无限在它们之中是在潜在上而不是在现实上存在。因此,无限者按部分而存立、在潜在上存在而不在现实上存在,既是我们所设定的,也是上述论证所迫使认同的;但自然哲学家们所说的无限者——即作为整体同时存立、在现实上而非在潜在上存在的无限者——由这些论证推导出来却不是必然的。所以,既然无限者是以这种方式存在——我指的是在潜在上而非现实上存在,且是按部分而非一举[存在]——正因如此,思惟也不匮乏就绝非怪异;因为思惟自身也不能一举思惟它(否则就会把它思惟为有限的),而是对于已被选取的有限者,总是额外增添有限者,直到疲倦而停止;因此我们将向它承认,它在潜在上无限增大,但在现实上却不然,并且被选取者总是有限的,绝不是无限的。 “合理地得出的结果也是:按相加似乎并没有无限,[而按分割却有]”,这就是说,这是合乎情理的,并且与我们所说的关于无限者存在的言论相一致:即无限者是被包容的,而整体与全则是包容者。于是对于切分大小者而言,由于一切切分都在界限内部发生,它合情合理地绝不匮乏;因为被包容在界限内部的无限,赋予切分向无限的推进。但按无限相加却是不可能的;因为相加是从外部发生的,而向整体与全相加是不可能的;所以当相加达到这一地步时,它便合情合理地终止了。
- 3.163ἀνάγκη τῇ νοήσει τῇ ἡμετέρᾳ τῶν πραγμάτων ἀκολουθεῖν φύσιν
在带不定式的宾格结构中,τῶν πραγμάτων φύσιν 是不定式 ἀκολουθεῖν 的主语(词序倒装导致 τῶν πραγμάτων 与 φύσιν 分离),τῇ νοήσει τῇ ἡμετέρᾳ 则是与格补足语。这与紧随其后的分句 τῇ φύσει τῶν πραγμάτων ἀληθῆ εἴδησιν ἕπεσθαι 构成对仗。
- 3.163ἐπεὶ πεπερασμένον αὐτὸ ἐνόει
连词 ἐπεί 后接未完成过去时直陈式 ἐνόει,表示违背事实的推论(“否则它就会把它思惟为有限的了”)。虽然省略了 ἄν,但在语境中用来反设论证思惟为何无法一举把握无限。
