← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§483.23-485.8

作为质料因的无限者与两项反驳的化解

菲洛波诺斯论证了无限者是质料因而非作用因或目的因,随后阐释了亚里士多德对支持无限者存在的五大疑难中“无休止的生成”与“凡有限者皆相对于某物受界定”这两项的化解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.163#3

ἀλλ’ οὐδὲ ὡς ποιητικὸν αἴτιον· τὸ μὲν γὰρ ποιητικὸν αἴτιον ἐνεργείᾳ δεῖ εἶναι, τὸ δὲ ἄπειρον δυνάμει ἐστί. δῆλον δὲ ὅτι οὐδὲ ὡς τελικόν, πρῶτον μὲν ὅτι εἰς ταὐτὸν ἔρχεται πολλάκις τὸ εἶδος τῷ τέλει, ἔπειτα ὅτι τὸ μὲν τελικὸν τέλος ἐστὶ καὶ πέρας οὗ ἂν ᾖ, τὸ δὲ ἄπειρον τέλος οὐκ ἔχει. λείπεται οὖν ὑλικὸν αἴτιον εἶναι τὸ ἄπειρον. καὶ τοῦτο εἰκότως· ἡ μὲν γὰρ ὕλη ἐν στερήσει, καὶ τὸ ἄπειρον δὲ ἐν στερήσει (οὐδὲ γὰρ εἶδος ἔχει τὸ ἄπειρον· ὅρος γὰρ καὶ πέρας τὸ εἶδος), ὥστε εἰ τὸ ἄπειρον ἐν στερήσει καθ’ αὑτό, καὶ ἡ ὕλη δὲ ἐν στερήσει, τὸ ἄπειρον ἄρα ὕλη. καὶ πάντες δέ, φησίν, ὅσοι τὸ ἄπειρον εἶναι ὑπέθεντο, ὡς ὕλην αὐτὸ ὑπέθεντο· τὸν γὰρ ἀέρα ἢ τὸ ὕδωρ ἢ τὸ μεταξὺ ἢ ὁτιοῦν ἄλλο ἄπειρον ἔλεγον, ἐξ οὗ ὡς ἐξ ὕλης γενέσθαι τὰ γινόμενα. Ταῦτα εἰπών, πρὸς τῷ πέρατι λοιπὸν τοῦ βιβλίου τὰς ἀπορίας ἐπιλύεται, ἐξ ὧν ἐδόκει ἀναγκαίως εἶναι ἐν τοῖς οὖσι τὸ ἄπειρον, ἵνα μὴ μένουσαι αἱ ἀπορίαι ἐνοχλῶσι τοὺς πολλούς. ἦσαν δὲ πέντε τὸν ἀριθμόν· πρώτη μὲν ἡ ἐκ τῆς τοῦ χρόνου ἀπειρίας, δευτέρα ἡ ἐκ τῆς ἐπ’ ἄπειρον τῶν μεγεθῶν διαιρέσεως, τρίτη ἡ ἐκ τῆς ἀειγενεσίας, τετάρτη ἡ ἐκ τοῦ τὸ πεπερασμένον πᾶν πρός τι περαίνειν, πέμπτη, ἣν καὶ μάλιστα ἔλεγε τοὺς πολλοὺς πείθειν ὅτι ἔστι τὸ ἄπειρον, ἡ ἐκ τῆς νοήσεως, τῷ μηδέποτε ἴσχειν πέρας τὴν νόησιν,1 ἀλλὰ δύνασθαι ἀεὶ τοῦ νοηθέντος ἕτερόν τι ἐπινοεῖν ἔξω. τούτων οὖν, φησί, τῶν ἀποριῶν αἱ μὲν οὐδὲν ἔχουσιν ἀναγκαῖον, οὔτε πρὸς τὸ ἐνεργείᾳ εἶναι τὸ ἄπειρον, οὔτε πρὸς τὸ κατὰ μέρος, οὔτε πρὸς τὸ δυνάμει. καὶ πρῶτόν γε ἡ ἐκ τῆς ἀειγενεσίας· οὐδὲ γὰρ ἐπειδὴ γένεσίς ἐστιν ἀεί, διὰ τοῦτο δεῖ ἄπειρον εἶναί τι σῶμα ἐξ οὗ γίνεται τὰ γινόμενα· εἰ γὰρ εἴη ἡ ἄλλου γένεσις ἄλλου φθορὰ καὶ ἡ ἄλλου φθορὰ ἄλλου γένεσις, δυνατὸν πεπερασμένον μὲν εἶναι τὸ πᾶν, γένεσιν δὲ καὶ φθορὰν ταύτῃ μηδέποτε ἐπιλείπειν. ὥστε οὐδὲν ἀναγκαῖον ἡ τοιαύτη ἔχει ἀπορία· οὔτε γὰρ τὸ ἐνεργείᾳ ἄπειρον διὰ ταύτην ἀνάγκη εἶναι, οὔτε τὸ δυνάμει, οὔτε τὸ ἀπὸ μέρους. ἀλλ’ οὐδὲ ἡ λέγουσα πᾶν τὸ πεπερασμένον πρός τι περαίνειν· ψεύδεται γὰρ τοῦτο. εἰ γὰρ ταὐτὸν ἦν τὸ πεπεράνθαι καὶ τὸ ἅπτεσθαι, τῷ ὄντι ἀνάγκη ἦν πᾶν τὸ πεπερασμένον εὐθὺς καί τινος ἅπτεσθαι ἔξωθεν καὶ ὑπ’ αὐτοῦ περιγράφεσθαι, νῦν δὲ οὐ ταὐτὸν τὸ πεπεράνθαι τῷ ἅπτεσθαι· τὸ μὲν γὰρ ἅπτεσθαι τῶν πρός τί ἐστι (τὸ γὰρ ἁπτόμενον τινὸς ἅπτεται· ἁπτομένου γὰρ ἅπτεται), ὥστε τὸ ἁπτόμενον πρὸς ἄλλο τι ἔξωθεν αὐτοῦ καὶ ἔστι καὶ λέγεται, τὸ δὲ πεπερασμένον οὐ πρὸς ἄλλο λέγεται, ἀλλὰ πρὸς ἑαυτό. ὥσπερ οὖν οὐδὲ τὸ ἄπειρον εἶναι πρὸς ἄλλο λέγεται, ἀλλὰ πρὸς ἑαυτό, οὕτως οὐδὲ τὸ πεπερασμένον πρὸς ἄλλο ἔχει τὴν ἀναφορὰν καὶ τὴν σχέσιν· ἁφὴ μὲν γὰρ τὸ ἄλλο τι θιγγάνειν ἄλλου λέγεται, πέρας δὲ ἐν τῷ αὐτό τι ἔσχατον ἔχειν. ὥστε εἰ μὴ ταὐτὸν τὸ ἅπτεσθαι τῷ πεπεράνθαι, οὐκ ἀνάγκη τὸ πεπερασμένον πρός τι περαίνειν, ἀλλά τινα μὲν τῶν πεπερασμένων δύναται πρός τι περαίνειν καὶ ἅπτεσθαί τινος ἔξωθεν, οὐ μὴν οὐδὲ τούτοις ταὐτὸν τὸ ἅπτεσθαι τῷ πεπεράνθαι ἐστίν, ἀλλ’ οἷς συμβέβηκε τῶν πεπερασμένων τὸ ἅπτεσθαι,2 διότι κενὸν οὐκ ἔστιν. ὅσα μὲν οὖν κατὰ τὸ ἐντὸς ἑαυτῶν πεπέρανται, πάντως καὶ ἅπτεταί τινος, διότι, ὡς εἶπον, κενὸν οὐδέν ἐστιν, ὅσα δὲ ἔξωθεν πεπέρανται (πάντα δὲ τὰ ὄντα τοιαῦτά ἐστιν) οὐκ ἀνάγκη καὶ ἅπτεσθαί τινος.

但它也不能作为作用因;因为作用因必须是现实的,而无限者则是潜在的。显然,它也不能作为目的因:首先,因为形式常常与目的归于同一;其次,因为目的因是其作为(目的)所属之物的目的与界限,而无限者却没有终极。因此,剩下的便是无限者是质料因。这也是合情理的:因为质料处于缺乏之中,而无限者也处于缺乏之中(因为无限者根本没有形式;形式是规定与界限),所以,如果无限者自身就处于缺乏之中,而质料也处于缺乏之中,那么无限者便是质料。并且他说,凡是设定无限者存在的人,都把它设定为质料;因为他们说空气或水或居间物或任何别的事物是无限的,生成的事物正由这无限者作为由质料那样生成。 说了这些之后,他在本卷末尾终于化解了那些据之无限者似乎必然存在于实存者之中的疑难,以免疑难留存下来困扰大众。这些疑难在数目上有五个:第一是出于时间的无限,第二是出于大小向无限的分割,第三是出于无休止的生成,第四是出于凡有限者皆相对于某物而受界定,第五则是——他说这尤其使大众信服无限者存在——出于思惟,因为思惟绝无界限,而总能在已被思惟之物的外边另行构想出某种事物。于是他说,在这些疑难中,有一些对于无限者在现实上存在,或者在部分上存在,或者在潜在上存在,都不具有任何必然性。首先便是出于无休止的生成的疑难;因为即使生成总是存在,也绝不因此就必须有某种无限的物体,生成之物由之生成;因为如果一物的生成是另一物的毁灭,而另一物的毁灭是一物的生成,那么全体完全可能是有限的,但生成与毁灭按这种方式却绝不匮乏。所以,这样的疑难不包含任何必然性;因为由于它,现实的无限者不必存在,潜在的无限者不必存在,在部分上的无限者也不必存在。然而,主张凡有限者皆相对于某物而受界定的疑难同样不具有必然性;因为这是虚妄的。如果受限定与相接触是同一回事,那么凡有限者立刻也从外部与某物相接触并被其划定界线,这确实就是必然的了;但实际上受限定与相接触并不是同一回事。因为相接触属于关系范畴(因为接触者接触某物;接触的是被接触之物),所以接触者相对于自身之外的另一物而存在且被言说,而有限者却不是相对于另一物被言说,而是相对于自身被言说。因此,正如无限者也不被说成是相对于另一物,而是相对于自身一样,有限者同样不对另一物具有指涉与关系;因为接触被说成是一物触及另一物,而界限则在于自身具有某种极致。所以,如果相接触与受限定不是同一回事,有限者便不必相对于某物而受界定;相反,有限者中的某些事物固然能够相对于某物而受界定并在外部接触某物,但这对于它们来说,相接触与受限定也绝非同一回事,而仅仅由于虚空不存在,相接触才偶然附加于这些有限者之上。因此,凡在其自身内部受限定的事物,正如我所说因为虚空绝不存在,完全必然也与某物相接触;但凡从外部受限定的事物(而所有存在者皆是此类事物),则不必也与某物相接触。

语法注2 条
  1. 3.163τῷ μηδέποτε ἴσχειν πέρας τὴν νόησιν

    带冠词不定式的与格短语,作为前述短语 ἡ ἐκ τῆς νοήσεως 的解释或原因,说明思惟何以看似有力地论证了无限者的存在。

  2. 3.163ἀλλ’ οἷς συμβέβηκε τῶν πεπερασμένων τὸ ἅπτεσθαι

    ἀλλά 之后省略了先行指示代词 τούτοις,应读作 ἀλλὰ [τούτοις] οἷς τῶν πεπερασμένων συμβέβηκε τὸ ἅπτεσθαι(“而是对于有限者中那些相接触偶然附加于其上的[事物]”),与前文的 οὐ μὴν οὐδὲ τούτοις 形成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:483.23-485.8