- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:482.2-483.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注者解释了亚里士多德关于无限者的述谓次序(大小、运动、时间)、几何学家并不以现实的无限为前提,以及无限者在四原因中应归属于质料原因的论述。
ἐν πᾶσιν οὖν τὸ ἄπειρον διὰ τὴν ὕλην. Ἐφεξῆς ζητεῖ, [ὅτι] ἐπειδὴ ἐν πλείοσι τὸ ἄπειρον (λέγομεν γὰρ καὶ τὸ μέγεθος ἄπειρον τῷ ἐπ’ ἄπειρον διαιρεῖσθαι, καὶ κίνησιν ἄπειρον, καὶ χρόνον ἄπειρον), πῶς ἔχει ἐν τούτοις τὸ ἄπειρον, πότερον ὡς γένος καὶ μία τις φύσις κοινῶς κατὰ πάντων κατηγορεῖται τούτων ἢ οὔ. καί φησιν ὅτι οὐχ ὡς γένος αὐτῶν κατηγορεῖται τὸ ἄπειρον, ἀλλὰ κατὰ τὸ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν·1 ὡς γὰρ ἂν ἔχωσι τάξεως τὰ ὑποκείμενα, λέγω δὴ τὸ μέγεθος ἡ κίνησις ὁ χρόνος, οὕτως ἔχει καὶ τὸ ἄπειρον ἐν τούτοις. ἔστιν οὖν πρώτως τὸ μέγεθος συνεχές, διὰ δὲ τοῦτο καὶ ἡ κίνησις ἡ ἐπ’ αὐτοῦ γινομένη συνεχής, εἴτε φορὰ εἴη εἴτε ἀλλοίωσις εἴτε αὔξησις, διὰ δὲ τὴν κίνησιν καὶ ὁ χρόνος συνεχής. ἔστιν οὖν καὶ τὸ ἄπειρον πρώτως μὲν ἐν τῷ μεγέθει, διὰ δὲ τὸ μέγεθος ἐν τῇ κινήσει, διὰ δὲ τὴν κίνησιν ἐν τῷ χρόνῳ. καὶ νῦν μὲν ταῦτα ὡς ὡμολογημένα λαμβάνει, ὅτι τὸ μέγεθος συνεχὲς καὶ εἰς μέγεθος καὶ οὐκ εἰς ἀδιαίρετα μεριστόν, καὶ ὅτι διὰ τὸ μέγεθος ἡ κίνησις καὶ διὰ ταύτην ὁ χρόνος, ὕστερον δὲ καὶ ἀποδείξει ταῦτα ἐν τῷ ἕκτῳ λόγῳ ταύτης τῆς πραγματείας. Μετὰ ταῦτά φησιν ὅτι οὐκ ἀφαιρούμεθα τὰς γεωμετρικὰς ἀρχὰς καὶ ἀποδείξεις ἀναιροῦντες τὸ κατ’ ἐνέργειαν ἄπειρον ἐκ τῶν ὄντων. ἠπόρησε γὰρ ἄν τις ὅτι εἰ τὰ μαθήματα ἐξ ἀφαιρέσεώς εἰσι τῶν φυσικῶν, κέχρηνται δὲ οἱ γεωμέτραι ὡς ἀρχῇ τινι τῷ λαμβάνειν ἄπειρον εὐθεῖαν (συνεχῶς γὰρ φασιν ‘ἐκβεβλήσθω ἥδε ἐπ’ ἄπειρον’, οὗ δοθέντος προϊᾶσιν αἱ γεωμετρικαὶ ἀποδείξεις), μὴ ὄντος δὲ φυσικοῦ μεγέθους ἀπείρου κατ’ ἐνέργειαν οὐδ’ ἂν ἄπειρον εὐθεῖαν ἐκ τῶν φυσικῶν ἀφαιρεῖν δυνατόν, ἀνῃρημένης οὖν τῆς ἀπείρου εὐθείας, ᾗτινι ὡς ἀρχῇ κέχρηνται οἱ γεωμέτραι ἐν ταῖς ἀποδείξεσιν, ἀνῃρημέναι ἔσονται2 καὶ αἱ γεωμετρικαὶ ἀποδείξεις· ἄτοπον δὲ τὰς καλλίστας καὶ ἀκριβεστάτας τῶν ἐπιστημῶν ἀνελεῖν. ταύτην οὖν τὴν ἀπορίαν ὁ Ἀριστοτέλης ἀγχινούστατα πάνυ ἐπιλυόμενος, φησὶν ὅτι οὐκ ἀφαιρούμεθα αὐτοὺς τὰς ἀποδείξεις δείξαντες μὴ εἶναι ἄπειρον μέγεθος κατ’ ἐνέργειαν· οὐδὲ γὰρ χρῶνται τῷ ἀπείρῳ ἐν ταῖς ἀποδείξεσιν οἱ γεωμέτραι, ἀλλὰ διὰ τοῦτο λαμβάνουσι τὴν ἄπειρον, ἵνα ἐξῇ αὐτοῖς ὅσην ἂν βούλωνται ἀφαιρεῖν ἐξ αὐτῆς πεπερασμένην· ὡς εἴ γε δοθείη αὐτοῖς ὅσην βούλονται λαβεῖν, οὐδὲ ἂν τῆς ἀπείρου ἐδεήθησαν. τεκμήριον δὲ μέγιστον τοῦ μηδὲ πρὸς τὰς γεωμετρικὰς ἀποδείξεις συμβάλλεσθαι τὴν ἄπειρον εὐθεῖαν, ὅτι λαβόντες ἐξ αὐτῆς ἣν ἐβουλήθησαν πεπερασμένην, ταύτῃ συγκέχρηνται ἐν τῇ ἀποδείξει τοῦ προκειμένου θεωρήματος, τῇ δὲ ἀπείρῳ οὔ. ἐὰν οὖν ἡ μεγίστη εὐθεῖα δοθῇ αὐτοῖς, οἷον ἡ τοῦ παντὸς διάμετρος, οὐκέτι τῆς ἀπείρου δεηθήσονται· ἐκ ταύτης γὰρ ἐξέσται ἀφαιρεῖν ὅσην ἂν βούλωνται. ὥστε εἰ μὲν προσεχρῶντο τῇ ἀπείρῳ ἐν ταῖς ἀποδείξεσι, τῷ ὄντι ἀφῃρεῖτο αὐτοὺς τῆς ἐπιστήμης3 ὁ ἀναιρῶν λόγος τὸ ἄπειρον, εἰ δὲ μὴ κέχρηνται, οὐκέτι. Ἐφεξῆς ζητεῖ, ὑπὸ ποῖον τῶν αἰτίων ἀνακτέον τὸ ἄπειρον. ἐπειδὴ γὰρ ἔδειξεν ὅτι εἰ ἔστι τὸ ἄπειρον, ἀνάγκη πᾶσα ἀρχὴν αὐτὸ εἶναι, οὐκ ἐξ ἀρχῆς, ἐδείχθη δὲ ὅτι εἰ καὶ τὸ κατὰ τὴν ἔκτασιν ἄπειρον οὐκ ἔστιν, ἀλλ’ οὖν ἔστι τὸ κατὰ τὴν διαίρεσιν καὶ τὴν ἀντεστραμμένην πρόσθεσιν, ζητεῖ εἰκότως ὑπὸ ποίαν τῶν ἀρχῶν δεῖ ἀναγαγεῖν τὸ ἄπειρον. αἱ δὲ ἀρχαὶ τέσσαρες, ἡ ὕλη τὸ εἶδος τὸ ποιητικὸν τὸ τελικόν. φησὶν οὖν ὅτι ὡς ὕλη ἐστὶν ἀρχὴ τὸ ἄπειρον, δείκνυσι δὲ καὶ ἐκ τοῦ λόγου καὶ ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας. ὅτι μὲν γὰρ ὡς εἶδος οὐ δύναται εἶναι, πρόδηλον· ὅρος γὰρ καὶ πέρας ἐστὶ τὸ εἶδος, τὸ δὲ ἄπειρον ἀόριστον καὶ ἀδιεξίτητον.
因此,在一切事物中,无限者皆是由于质料。随后他探讨,既然无限者存在于多数事物之中(因为我们也通过大小被按无限分割而称大小为无限,称运动为无限,称时间为无限),无限者在这些事物中具有怎样的状况,究竟是作为属和一种单一本性被共同述谓于所有这些事物,还是并非如此。他说,无限者并非作为它们的属被述谓,而是按照“由一并向一”的关系被述谓;因为基底事物具有怎样的秩序——我指的正是大小、运动、时间——无限者在它们之中也同样具有怎样的状况。因此,大小首先是连续的,由此在它之上发生的运动也是连续的,无论那是位移、变质还是增长,而通过运动,时间也是连续的。因此,无限者首先也是在大小之中,通过大小而在运动之中,通过运动而在时间之中。目前他把这些当作已被公认的要点来采纳:即大小是连续的,并且是可分割为大小而非可分割为不可分者,以及运动是由于大小,时间是由于运动;但稍后他也将在本论著的第六卷中证明这些。在这之后他说,我们在从存在者中取消现实的无限者时,并没有剥夺几何学的诸原理和诸论证。因为有人可能会提出疑难:如果数学对象是对自然事物的抽离,而几何学家把设定一条无限直线作为某种原理来使用(因为他们不断地说“设此线按无限被延长”,一旦给予了这一点,几何学论证便得以前进),但既然没有现实上无限的自然大小,也就不可能从自然事物中抽离出无限直线;因此,如果几何学家在论证中用作原理的无限直线被取消,几何学论证也将被取消;然而取消最美好、最精确的诸门科学是荒谬的。亚里士多德因此非常聪敏地化解了这个疑难,他说,我们指出不存在现实的无限大小,并没有剥夺他们的论证;因为几何学家在论证中甚至并没有使用无限者,而是为了这个目的才假定无限直线,以便他们可以从其中截取他们所意愿的任意多的有限大小;因此,如果允许他们取其所意愿的大小,他们甚至根本不会需要无限者。而无限直线甚至对几何学论证毫无贡献的最大证据在于:他们从无限直线中截取了所意愿的有限直线之后,在所提出的定理的论证中共同使用了这一条有限直线,而并没有使用无限直线。因此,如果给予他们最大的直线,例如宇宙的直径,他们将不再需要无限直线;因为从这条线中截取他们所意愿的任意大小是允许的。所以,如果他们在论证中连带使用了无限者,那么取消无限者的论证确实会剥夺他们的这门科学;但如果他们没有使用,便不再如此。随后他探讨,无限者应当归属于哪一种原因。因为既然他已经表明,如果无限者存在,它必然完全是一原理,而非出于一原理;并且既然已经表明,即使在延展上的无限者不存在,但在分割和相反的相加上的无限者确实存在,他理所当然地探讨应当将无限者归属于哪一种原理之下。而原理有四种:质料、形式、作用因、目的因。于是他说,无限者作为质料是一原理,并且他从论证和古人的见证中展示了这一点。因为显而易见,它不可能作为形式而存在;因为形式是界限与终极,而无限者则是无定且不可遍历的。
- 3.163κατὰ τὸ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν
指亚里士多德哲学中表示“核心多义性”(焦点一义性)的固定表述,即某一名称并非作为单一的属、亦非纯粹同名异义地被述谓,而是派生于并指向某一个核心本原。在此处它指无限者首先述谓于大小,随后派生地述谓于运动和时间。
- 3.163ἠπόρησε γὰρ ἄν τις ὅτι εἰ ... ἀνῃρημέναι ἔσονται
潜能语气小句 ἠπόρησε ἄν τις 引出由 ὅτι 引导的内容从句,其内部包含了一个由 εἰ ...(条件从句)与 ἀνῃρημέναι ἔσονται(结论从句)构成的假言论证。ὅτι 引导所提出的疑难内容,其内部条件句使用直陈式以表达反驳者所主张的逻辑必然性。
- 3.163ἀφῃρεῖτο αὐτοὺς τῆς ἐπιστήμης
动词 ἀφαιρέω 通常接双宾格(分别表示被剥夺的人和事物),但在此处它支配了表示人的宾格(αὐτούς)与表示被剥夺事物的分离属格(τῆς ἐπιστήμης)。
