← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§480.14-482.2

大小与数在分割和相加上的不对称性

注疏亚里士多德《物理学》207a33,从形式与质料(包容者与被包容者)的原理阐明为何在大小上分割是无限的而相加(增长)是有限的,相反在数上分割是有限的而相加是无限的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.163#1

" Κατὰ λόγον δὲ συμβαίνει καὶ τὸ κατὰ πρόσθεσιν μὲν μὴ εἶναι δοκεῖν ἄπειρον οὕτως ὥστε παντὸς ὑπερβάλλειν μεγέθους, ἐπὶ τὴν διαίρεσιν δὲ εἶναι." Ἐντεῦθεν θεωρήματα πλείονα βούλεται παραδοῦναι ἀκόλουθα τοῖς περὶ τοῦ ἀπείρου ἀποδεδομένοις λόγοις, καὶ πρῶτον μὲν ὅτι συμφώνως τοῖς παρ’ ἡμῶν ἀποδεδομένοις περὶ τοῦ ἀπείρου λόγοις τὸ συμβαῖνον εἶναι ἐπὶ τῆς διαιρέσεως καὶ τῆς προσθέσεως,1 λέγω δὲ τὸ ἐπὶ μὲν τὴν διαίρεσιν μὴ εἶναι λαβεῖν τὸ ἐλάχιστον μέγεθος, ἀλλ’ ἐνδέχεσθαι παντὸς ὡρισμένου ἔλαττον λαβεῖν, ἐπὶ δὲ τὴν πρόσθεσιν μηκέτι ἐγχωρεῖν παντὸς μεῖζον λαβεῖν, διὰ τὸ ὡρίσθαι ἐν τῷ παντὶ τὸ μέγιστον μέγεθος, τοῦτο δέ ἐστι τὸ τοῦ κόσμου σῶμα· δέδεικται γὰρ ὅτι οὐκ ἔστιν ἐπὶ τὴν ἔκτασιν ἄπειρον μέγεθος. αἴτιον δὲ τούτου τὸ μὴ περιέχειν ἀλλὰ περιέχεσθαι τὸ ἄπειρον, περιέχειν δὲ τὸ ὅλον καὶ τέλειον, τοῦτο δὲ ἐστι τὸ εἶδος· ἐπεὶ γὰρ ἡ μὲν πρόσθεσις ἔξωθεν γίνεται, ἡ δὲ διαίρεσις ἐντὸς τῶν περάτων, εἰκότως ἔξωθεν μὲν ἐπ’ ἄπειρον προσθεῖναι ἀδύνατον, διότι ὅρος ἐστὶ τὸ εἶδος καὶ πέρας (δεῖ οὖν τὴν αὔξησιν ἐλθοῦσαν εἰς τὸ εἶδος στῆναι· οὐδ’ εἰ ἔστιν, ἔξωθεν τοῦ εἴδους ἐστίν, ὃ περιέχει αὐτό),2 ἡ δὲ ὕλη ἐντὸς περιεχομένη τοῦ τεμνομένου ἐνδίδωσιν ἀφ’ ἑαυτῆς τῇ τομῇ τὴν ἀπειρίαν. ὅθεν ἐν τῇ διαιρέσει τὸ μὲν εἶδος πολλάκις ἐπιλείπει διὰ τὸ ὅρον τινὰ ἔχειν, ὥσπερ ἐπὶ τὸ μεῖζον, οὕτως καὶ ἐπὶ τὸ ἔλαττον (εἴρηται γὰρ ὡς οὐκ ἐν παντὶ μεγέθει τὰ εἴδη πέφυκε συνίστασθαι), ἡ δὲ τομὴ οὐκ ἐπιλείπει διὰ τὴν ὕλην. εὐλόγως δέ, φησί, συμβέβηκε καὶ τὸν ἀριθμὸν ἐπὶ μὲν τὸ ἐλάχιστον ὡρίσθαι (εἰς τὴν μονάδα γὰρ ἔσχατον καταντᾷ ἐπὶ τὸ ἔλαττον, ὅπερ ἐστὶν ἀδιαίρετον), ἐπὶ δὲ τὸ μεῖζον οὐδὲ ἔχειν πέρας· ἐπ’ ἄπειρον γὰρ ἔστιν αὔξειν τὸν ἀριθμόν. ἐπὶ δὲ τῶν μεγεθῶν ἐναντίως συμβέβηκεν, ἐπὶ μὲν τὸ μεῖζον πέρας εἶναι, ἐπὶ δὲ τὸ ἔλαττον οὐδὲν πέρας. αἴτιον δέ, ὅτι ὁ μὲν ἀριθμὸς ἐξ ἑνάδων σύγκειται, ἐξ ὧν δὲ σύγκειταί τι εἰς αὐτὰ καὶ διαλύεται, διαιρεῖται δὲ ὁ ἀριθμὸς εἰς τὰς μονάδας, αὗται δὲ καθὸ μονάδες ἀδιαίρετοι· πᾶν γὰρ ἓν καθὸ ἓν ἀδιαίρετον. ὁ γὰρ ἄνθρωπος καθὸ εἷς ἄνθρωπος ἀδιαίρετος· εἰ γὰρ καὶ διαιρεῖται ὡς μέγεθος, ἀλλ’ οὐχ ὡς ἄνθρωπος διαιρεῖται· οὐ γὰρ εἰς ἀνθρώπους διαιρεῖται, ἀλλ’ εἰς τὰ μόρια. ἀλλ’ οὐ κατὰ τοῦτο εἷς ἦν, ἀλλὰ καθὸ ἐκ πάντων συνέκειτο ἕν τι εἶδος, ὅπερ εἰς ὁμοειδῆ οὐκέτι διαιρεῖται. εἰ τοίνυν ἡ μὲν μονὰς ἀδιαίρετος, διαιρεῖται δὲ ὁ ἀριθμὸς εἰς μονάδας, στήσεται δηλονότι ἡ διαίρεσις, καὶ ἔστι τὸ ἔσχατον αὐτῆς καὶ τὸ πέρας ἡ μονάς. διὰ ταῦτα μὲν οὐκ ἐπ’ ἄπειρον ἡ τοῦ ἀριθμοῦ διαίρεσις, ἡ δὲ πρόσθεσις ἐπ’ ἄπειρον εἰκότως, διότι ἐπισύνθεσίς ἐστι μονάδων· ἐπεὶ οὖν δυνατὸν ἐπ’ ἄπειρον ἑαυτῇ ἐπισυντιθέναι τὴν μονάδα, εἰκότως ἡ ἐπ’ ἄπειρον αὔξησις τοῦ ἀριθμοῦ ἠκολούθησε. τὸ δὲ μέγεθος οὐκέτι σύγκειται ἐξ ἑνάδων, ἀλλ’ ἐκ μεγεθῶν· καὶ ἡ διαίρεσις οὖν οὐδέποτε καταντᾷ εἰς ἀδιαίρετα, ἀλλ’ ἀεὶ εἰς μεγέθη πεφυκότα διαιρεῖσθαι, καὶ οὕτως ἐπ’ ἄπειρον ἡ τομή. ἡ δὲ αὔξησις οὐκ ἐπ’ ἄπειρον· καταντᾷ γὰρ εἰς τὸ ὅλον καὶ τέλειον· οὐ γὰρ ἐνδέχεται τοῦ οὐρανοῦ τι εἶναι μεῖζον, ὅπερ τὸ κυρίως ἐστὶν ὅλον καὶ πᾶν. διὰ ταύτην μὲν οὖν τὴν αἰτίαν ἐναντίως ἔχει ὁ ἀριθμὸς τοῖς μεγέθεσιν. ἀκόλουθον δὲ καὶ τοῦτο τοῖς προαποδεδειγμένοις περὶ τοῦ ἀπείρου. οὐ γὰρ δὴ καθ’ αὑτὸν ὁ ἀριθμὸς τὸ ἄπειρον ἔχει, ἀλλὰ διὰ τὴν ὕλην· ἡ γὰρ ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομή, κατὰ τὴν ὕλην γινομένη, αἰτία τῆς ἐπ’ ἄπειρον αὐξήσεως τοῦ ἀριθμοῦ, διὰ τοῦτο δὲ καὶ εἰς ἔσχατον τὴν μονάδα καταντᾷ, ὅτι ἓν τὸ συνεχὲς πρὶν διαιρεθῇ, ὅπερ ἦν δυνάμει ἄπειρον, καὶ τῆς αὐξήσεως τοῦ ἀριθμοῦ τῇ ἐπ’ ἄπειρον αὐτοῦ διαιρέσει αἴτιον γέγονεν.

“按相加而言的无限似乎并不以超越一切大小的方式存在,然而在分割上它却存在,这也是合乎道理地发生的。” 从这里开始,他希望传授若干符合关于无限者所给出的说明的定理,而首先是:在分割与相加中所发生的情形,与我们关于无限者所给出的说明是相一致的——我的意思是,在分割中固然不能取得最小的大小,而是可能取得小于任何限定大小之物;但在相加中,却不再容许取得大于一切之物,因为在宇宙中最大的大小已经被限定,而这就是宇宙的物体;因为已经证明,在延展上并不存在无限的大小。而此事的原由在于,无限者并不包容而是被包容,而全体与完全者进行包容,并且这就是形式;因为相加是从外部产生的,而分割则是在诸界限内部产生的,所以从外部按无限进行相加是不可能的,这是理所当然的,因为形式是界限与终极(因此增长一旦达到形式就必须停止;并且即使它存在,它也不在包容它的形式之外),而被包容在被切分者内部的质料,则从自身向切分赋予了无限性。因此在分割中,形式往往会告终,因为正如向着更大者一样,向着更小者它也有某种界限(因为已经说过,形式本性上并非在任何大小中都能成立),然而切分由于质料的缘故却不会告终。他又说,在数上朝向最小者被限定(因为朝向更小者,它最终到达作为不可分者的单元),而朝向更大者则没有任何终极界限,这也合乎情理地发生了;因为按无限使数增长是可能的。然而在诸大小上发生的情形则恰好相反:朝向更大者有终极界限,而朝向更小者则没有任何终极界限。其原因在于,数是由诸单元所合成的,而一物由何者合成,它也就分解为何者,数被分割为诸单元,而这些单元就其作为单元而言是不可分的;因为一切一就其作为一而言皆是不可分的。因为人就其作为一个人而言是不可分的;因为即使他作为大小被分割,但他却不是作为人被分割;因为他不是被分割为人,而是被分割为诸部分。然而他并不是在此方面是一,而是在由所有这一切合成一个单一形式的限度内是一,而这个形式不再被分割为同形式之物。那么,如果单元是不可分的,而数被分割为诸单元,显而易见分割将会停止,而单元正是其极限与终极界限。由于这些原因,数的分割并非按无限进行,然而相加按无限进行则是理所当然的,因为它是诸单元的累加合成;因此,既然可能将单元与自身按无限累加,数的按无限增长合乎情理地随之而来。相反,大小则不再由诸单元合成,而是由诸大小合成;因此分割绝不会到达不可分者,而是始终到达本性上适于被分割的大小,这样切分便是按无限的。但增长却不是按无限的;因为它是到达全体与完全者;因为不可能存在任何大于天之物,而天正是严格意义上的全体与全。因此正是由于这一原因,数与诸大小处于相反的关系中。而这一点也是符合先前关于无限者所证明的诸论点的。因为数绝非由于自身而具有无限,而是通过质料而具有;因为在大小上依质料而发生的按无限之切分,正是数按无限增长的原因;并且正因如此,它在极限上也到达单元,因为连续体在被分割之前是一,这在潜能上曾是无限的,并通过它自身的按无限分割而成为了数之增长的原因。

语法注2 条
  1. 3.163καὶ πρῶτον μὲν ὅτι συμφώνως τοῖς παρ’ ἡμῶν ἀποδεδομένοις περὶ τοῦ ἀπείρου λόγοις τὸ συμβαῖνον εἶναι ἐπὶ τῆς διαιρέσεως καὶ τῆς προσθέσεως

    依存于前文 βούλεται παραδοῦναι 的结构混淆(anacoluthon):虽由 ὅτι 引导,但谓语未用定式动词,而是使用了不定式短语 τὸ συμβαῖνον εἶναι。在语义上,它充当主句动词的宾语内容,意为“在分割与相加中所发生的情形与我们的说明相一致”。

  2. 3.163οὐδ’ εἰ ἔστιν, ἔξωθεν τοῦ εἴδους ἐστίν, ὃ περιέχει αὐτό

    主句的主语承接前文的 αὔξησις 或语境中补充的“增长后的大小”。关系代词 ὃ 的先行词是 τοῦ εἴδους,而 αὐτό 指代主语(增长之物)。此处构成让步条件从句:“即使其存在,它也不在包容它的形式之外”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:480.14-482.2