← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§478.10-480.13

全体、全与完全之辨及无限作为质料

斐洛庞努斯注解了亚里士多德在207a13–207a29中关于全体、全与完全者的辨析,阐明前人何以误将尊严与包容性归于无限者,并指出无限者实质上是质料,是被包容者而非包容者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.157

" Ὅλον δὲ καὶ τέλειον ἢ τὸ αὐτὸ πᾶν ἢ σύνεγγυς." Τὸ μὲν γὰρ ὅλον ἐπὶ τοῦ συνεχοῦς λέγεται, ὡς λέγομεν ὅλον ξύλον καὶ ὅλον ἄρτον, τὸ δὲ πᾶν ἐπὶ τοῦ διωρισμένου, ὡς λέγομεν πάντας ἀνθρώπους, τὸ δὲ τέλειον κοινῶς ἐφ’ ἑκατέρου, ᾧ μηδὲν ἐλλείπει τῶν μερῶν. εἰ τοίνυν τὸ μὲν ὅλον καὶ τὸ πᾶν οὐ ταὐτόν, τὸ δὲ τέλειον ἀμφοτέροις ταὐτόν, οὐ πάντῃ ταὐτὸν τὸ ὅλον τῷ τελείῳ, καὶ ὅτι τὸ μὲν ὅλον πρὸς τὴν τῶν μερῶν πάντων σύνοδον λέγεται,1 τὸ δὲ τέλειον πρὸς τὴν ἀπόληψιν τοῦ τέλους. ἀμφότερα μέντοι κατὰ τοῦ αὐτοῦ κατηγορεῖται, καὶ ταύτῃ ἕν τι καὶ ταὐτὸν δόξειεν εἶναι ἄμφω κατὰ πάντα.

“然而全体与完全者要么完全同一,要么极为切近。” 因为“全体”是就连续者而言的,正如我们说“整根木头”和“整个面包”,而“全”则是就分立者而言的,正如我们说“所有人”,至于“完全者”,则是共同适用于二者,指其各部分无一缺失之物。因此,如果全体与全并非同一,而完全者与二者皆同一,那么全体与完全者在各个方面便并非同一;并且还因为,全体是就所有部分的聚合而言的,而完全者则是就目的与终极的获得而言的。然而二者被述谓于同一事物,并且在此意义上,二者在一切方面似乎可被视为单一且同一之物。

§3.158

"Οὐ γὰρ λίνον λίνῳ συνάπτειν ἔστιν τῷ παντὶ καὶ ὅλῳ τὸ ἄπειρον." Τὰ ἀσύγκλωστα, φησί, συγκλώθει ὁ Μέλισσος, καὶ οὐ λίνον λίνῳ κατὰ τὴν παροιμίαν, ἅπερ πέφυκε συνδυάζεσθαι· οὐ γὰρ οἷόν τέ ἐστι τὸ ὅλον καὶ πᾶν ἅμα καὶ ἄπειρον εἶναι, ὡς δέδεικται.

“因为将无限者与全及全体联结在一起,并非是将亚麻与亚麻相接。” 他说,梅利梭斯是在将不可纺合之物纺织在一起,而不是依照谚语将本性上适于结合的“亚麻与亚麻”相接;因为正如已经证明的那样,作为全体和全之物不可能同时也是无限的。

§3.159

"Ἐπεὶ ἐντεῦθέν γε λαμβάνουσι τὴν σεμνότητα κατὰ τοῦ ἀπείρου." Διὰ τοῦτο, φησί, τὸ ἄπειρον ὅλον καὶ τέλειον εἶπον, ἵνα σεμνὸν αὐτὸ ἀποδείξωσιν, ὡς πλῆρες καὶ πάντα περιέχον. εἶτα ἐφεξῆς καὶ τὴν αἰτίαν τῆς ἀποπτώσεως αὐτῶν λέγει, πόθεν ἠπατήθησαν ὥστε τὸ ἄπειρον ὅλον καὶ τέλειον εἶναι λέγειν· ἔχει γάρ, φησίν, ὁμοιότητά τινα τὸ ἄπειρον πρὸς τὸ τέλειον καὶ τὸ ὅλον. τίς δὲ ἡ ὁμοιότης, ἐπάγει· ἔστι γὰρ τὸ ἄπειρον τῆς τοῦ μεγέθους τελειότητος ὕλη καὶ δυνάμει ὅλον, ἐντελεχείᾳ δὲ οὔ. μέγεθός φησι τὸ σύνθετον. τῆς οὖν μεγέθους τελειότητος, φησί, τουτέστι τοῦ εἴδους,2 καθ’ ὃ ἕκαστον τὸ εἶναι καὶ τὴν ἑαυτοῦ ἔχει τελειότητα, ὕλη ἐστὶ τὸ ἄπειρον, ἔστι δὲ ἡ ὕλη δυνάμει ὅλον καὶ τέλειον, τουτέστιν εἶδος, ἐντελεχείᾳ δὲ οὔ· καθ’ αὑτὴν μὲν γὰρ ἄπειρός ἐστι καὶ ἀόριστος. δυνάμει δὲ ὅλον τε καὶ τέλειον· δεκτικὴ γὰρ τοῦ εἴδους, ἐξ ὧν τὸ σύνθετον. ὃ οὖν αὐτῇ ὑπάρχει δυνάμει, φησί, τοῦτο ὡς ἐνεργείᾳ ὑπάρχον κατηγοροῦσιν. ὅτι δὲ ἐν τῇ ὕλῃ τὸ ἄπειρον, δείκνυσι διὰ τῶν ἑξῆς. ἡ γὰρ ἐπ’ ἄπειρον, φησί, τομὴ τοῖς μεγέθεσι καὶ ἡ ἀντεστραμμένη ταύτῃ πρόσθεσις ἐκ τῆς ὕλης ὑπάρχει· καθ’ ἑαυτὰ γὰρ ἀδιαίρετά εἰσι τὰ εἴδη. τοῦτο μὲν οὖν καθ’ αὑτὸ τῇ ὕλῃ ὑπάρχει, τὸ δὲ εἶναι ὅλον τε καὶ τέλειον, ὅταν εἰς ὅρον ἔλθῃ, οὐ καθ’ αὑτὴν ἀλλὰ κατὰ ἄλλο αὐτῇ ὑπάρχει, τουτέστι κατὰ τὸ εἶδος.

“因为无论如何他们是从这里将尊严归于无限者的。” 他说,正因如此,他们把无限者称为全体和完全者,以便将其证明为充满且包容一切的尊严之物。接着,他又指出了他们发生偏差的原因,即他们何以受骗以至于声称无限者乃是全体与完全者;因为他说,无限者对于完全者和全体具有某种相似性。至于这相似性是什么,他接着指出:因为无限者乃是大小的完全性的质料,并且在潜能上是全体,但在现实中却不是。他所说的“大小”是指复合物。因此他说,对于大小的完全性——即形式,各事物正是凭此而具有存在和自身的完全性——无限者是其质料,而质料在潜能上是全体与完全者,即形式,但在现实中却不是;因为就其自身而言,它是无限且无定的。但在潜能上它既是全体亦是完全者;因为它是形式的接受者,复合物正是由这些所构成。因此他说,凡是在潜能上属于它的,他们却将其作为在现实中存在之物加以述谓。至于无限者存在于质料中,他通过后文予以证明。因为他说,在诸大小中按无限的切分以及与此相反的相加,乃是由于质料而存在的;因为诸形式就其自身而言是不可分割的。因此,这固然就其自身而言属于质料,但当其达到界限时成为全体与完全者,却并非就其自身,而是依他者,即依照形式而属于它。

§3.160

"Καὶ οὐ περιέχει ἀλλὰ περιέχεται, ᾗ ἄπειρον." Ὁρίζεται γὰρ ὑπὸ τοῦ εἴδους ἡ ὕλη καὶ περατοῦται τὸ ἄπειρον, τὸ δὲ ὁριζόμενον καὶ περατούμενον οὐ περιέχει ἀλλὰ περιέχεται· εἰ δὲ περιέχεται, φανερὸν ὅτι οὐχ ὅλον τι τὸ ἄπειρον, ὡς ἐκεῖνοι ἔλεγον, τοὐναντίον δὲ μόριον τοῦ ὅλου, ὅπερ σύγκειται ἐκ τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου.

“并且,在它是无限者的限度内,它不是包容,而是被包容。” 因为质料被形式所限定,无限者被界定,而凡被限定和界定者不是包容而是被包容;如果它被包容,显然无限者绝非像他们所说的那样是某种全体,相反乃是由包容者与被包容者所合成的全体的一部分。

§3.161

"Διὸ καὶ ἄγνωστον, ᾗ ἄπειρον· εἶδος γὰρ οὐκ ἔχει ἡ ὕλη." Εἰ γὰρ ἡ ἑκάστου γνῶσις κατὰ τὸ εἶδος, ἀνείδεος δὲ ἡ ὕλη, εὔδηλον ὅτι καὶ ἄγνωστος. διὸ καὶ ὁ Πλάτων “νόθῳ λογισμῷ” ληπτὴν αὐτὴν εἶπε, διότι ἐπιβλητικῶς μὲν αὐτὴν γνῶναι ἀδύνατον, ἐξ ἀφαιρέσεως δὲ τῶν εἰδῶν εἰς ἔννοιαν αὐτῆς ἐρχόμεθα. ὥστε καὶ ὁ συνετὸς τῆς γνώσεως αὐτῆς τρόπος ἐκ τῶν εἰδῶν ὑπάρχει.3

“因此,在它是无限者的限度内,也是不可知的;因为质料不具有形式。” 因为如果对各事物的认识依于形式,而质料是无形式的,显然它也是不可知的。因此柏拉图也说它是凭“私生子的推论”而被把握的,因为要直接领会地认识它是完全不可能的,我们是通过对形式的抽象才达到关于它的概念。因此,对其认识的明晰方式也是源自形式的。

§3.162

"Ἐπεὶ εἰ περιέχοι ἐν τοῖς αἰσθητοῖς κἀν τοῖς νοητοῖς τὸ μέγα καὶ τὸ μικρὸν ἔδει περιέχειν.4" Διὰ τούτων πιστοῦται ὅτι καλῶς εἶπε τὴν ὕλην περιέχεσθαι καὶ οὐ περιέχειν. εἰ γὰρ ὁμοίως ἐν τοῖς νοητοῖς ὥσπερ καὶ ἐν τοῖς αἰσθητοῖς ἐστι τὸ ἄπειρον, εὔλογον ὥσπερ ἐν τοῖς αἰσθητοῖς περιέχει, οὕτω καὶ ἐν τοῖς νοητοῖς περιέχειν· τοῦτο δὲ ἀδύνατον, τὰ ὅρου καὶ γνώσεως αἴτια ὑπὸ τοῦ ἀγνώστου καὶ ἀορίστου περιέχεσθαι· οὐκ ἄρα περιέχει τὸ ἄπειρον, ὡς ἐκεῖνοι ἔλεγον. τὸ δὲ μέγα καὶ τὸ μικρὸν ἐν τῇ ὕλῃ, ἐν ᾗ τὸ ἄπειρον ἀπετίθεντο· μέγα δὲ καὶ μικρὸν ὁ Πλάτων τὴν ὕλην ἐκάλει.

“因为如果在可感之物中它进行包容,在可知之物中大与小本也应当进行包容。” 通过这些论述,他证实了他所说的“质料是被包容而非包容”是正确的。因为如果在可知之物中同样像在可感之物中那样存在着无限者,那么正如在可感之物中它进行包容一样,在可知之物中它也应当进行包容,这才是合理的;但这却是不可能的,即界限与认识的原因反倒被不可知且无定者所包容;因此无限者并不像他们所说的那样进行包容。而大与小存在于质料中,他们正是在此质料中安置无限者;而柏拉图正是把质料称为大与小。

语法注4 条
  1. 3.157καὶ ὅτι τὸ μὲν ὅλον πρὸς τὴν τῶν μερῶν πάντων σύνοδον λέγεται

    καὶ ὅτι 引导一个并列的原因从句,用以补充说明前文“全体与完全者在各个方面并非完全同一”(οὐ πάντῃ ταὐτὸν τὸ ὅλον τῷ τελείῳ)的第二个理由。

  2. 3.159τῆς οὖν μεγέθους τελειότητος, φησί, τουτέστι τοῦ εἴδους

    在 τῆς μεγέθους τελειότητος 中,属格 μεγέθους 修饰 τελειότητος(“大小的完全性”)。斐洛庞努斯通过 τουτέστι τοῦ εἴδους(“即形式”)对此做出说明,将亚里士多德原文中的“大小”解释为复合物,而将其“完全性”解释为形式。

  3. 3.161ὥστε καὶ ὁ συνετὸς τῆς γνώσεως αὐτῆς τρόπος ἐκ τῶν εἰδῶν ὑπάρχει

    ὁ συνετὸς τῆς γνώσεως αὐτῆς τρόπος 字面为“对其认识之明晰(或可理解的)方式”。此句强调即使质料因无形式而不能被直接认识,通过对诸形式的抽象而获得的那种合理的认知方式,归根到底依然是由诸形式所赋予的。

  4. 3.162Ἐπεὶ εἰ περιέχοι ἐν τοῖς αἰσθητοῖς κἀν τοῖς νοητοῖς τὸ μέγα καὶ τὸ μικρὸν ἔδει περιέχειν

    亚里士多德原文中的反事实归谬句式(ἐπεὶ εἰ... ἔδει...):“因为如果在可感之物中包容,在可知之物中大与小也本应包容”。主句的未完成过去时直陈式 ἔδει 表示与事实相反的应然/必然性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:478.10-480.13