- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:476.20-478.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐明了为何日常指环的例子并非严格意义上的无限,将亚里士多德对无限的定义(无论如何选取总在其外有物可取)与全体和完全的定义相对照,解答了有关有限者依二分法进行无限分割的难问,并探讨了个别全体以及作为严格整体的宇宙的完全性。
" Καθ’ ὁμοιότητα μέν τινα λέγοντες, οὐ μέντοι κυρίως." Λέγοντες· ἐν τῇ συνηθείᾳ οἱ πολλοὶ δηλονότι. πῶς δὲ καθ’ ὁμοιότητα ἀπείρους λέγουσι καὶ οὐ κυρίως, ἐπήγαγεν· ὅτι οὐ μόνον δεῖ, φησί, τοῦτο ὑπάρχειν τῷ ἀπείρῳ τὸ ἀεὶ τοῦ ληφθέντος τι ἔξω εἶναι λαβεῖν, ἀλλὰ καὶ τὸ μὴ δὶς τὸ αὐτὸ λαμβάνειν, ὅπερ οὐχ ὑπάρχει τῷ δακτυλίῳ.
“依某种相似性而言,然而并非在严格意义上。” “言”:显然是指大多数人在习惯用法中[这样说]。至于他们如何是依相似性而非严格地称其为无限,他接着指出:因为他说,属于无限者的不仅应当是总能在已取之物之外再取某物,而且还应当是不能两次取同一之物,而这对于指环而言并不具备。
"Ἄπειρον μὲν οὖν τοῦτό ἐστιν οὗ κατὰ τὸ ποσὸν λαμβάνουσιν αἰεί τι λαμβάνειν ἔστιν ἔξω." Δεῖ προσυπακοῦσαι τῷ κατὰ ποσὸν λαμβάνουσι τὸ ‘τὶ μέρος’,1 ἵνα ᾖ ‘ἄπειρον μὲν οὖν οὗ κατὰ τὸ ποσὸν λαμβάνουσί τι μέρος ἀεί τι λαμβάνειν ἔστιν ἔξω’. καὶ ἔστιν οὗτος τοῦ ἀπείρου ὁρισμός. ὥστε εἰ τοῦτο μέν ἐστι τὸ ἄπειρον, ὅλον δέ ἐστι καὶ πᾶν καὶ τέλειον οὗ μηδὲν ἔστιν ἔξω, οὐκ ἄρα ὅλον καὶ τέλειον τὸ ἄπειρον· ἐπί τε γὰρ τῶν ἀριθμῶν ἐπ’ ἄπειρον αὐξομένων ἀεὶ τοῦ ληφθέντος ἔστιν ἔξω λαβεῖν ἕτερον ἀριθμόν, καὶ ἐπὶ τῆς τομῆς τῶν μεγεθῶν ἀεὶ τῆς ληφθείσης τομῆς ἔστι λαβεῖν ἔξω τομὴν ἑτέραν. καὶ καλῶς εἶπε κατὰ ποσόν· οὐ γὰρ κατ’ εἶδος γίνεται ἡ διαίρεσις. τὸ αὐτὸ γοῦν εἶδος ἐν ἑκάστῳ τῶν διαιρεθέντων ὁρᾶται· ἢ γραμμαὶ γὰρ πάντα τὰ τμήματά εἰσιν ἢ ἐπιφάνειαι ἢ σώματα. καὶ ἄλλως οὐκ ἐπὶ πάντων ἐν τῇ διαιρέσει σῴζεται τὸ εἶδος· αὐτὸς γὰρ ἔδειξεν ἐν τοῖς ἔμπροσθεν, ὅτι οὐκ ἐν τῷ τυχόντι μεγέθει τὸ τυχὸν εἶδος δύναται εἶναι, διόπερ ἐν τῇ διαιρέσει οὐ μέχρι παντὸς σῴζεται τὸ εἶδος, ἀλλὰ προϊοῦσα ἡ διαίρεσις φθείρει αὐτό. τὴν γοῦν σάρκα διελεῖν μὲν ἔστιν ἐπ’ ἄπειρον ὡς μέγεθος, ὡς μέντοι σάρκα οὐκέτι. ἀπορήσειε δ’ ἄν τις, μήποτε ὁ τοῦ ἀπείρου ὁρισμὸς ἁρμόσει καὶ ἐπὶ τοῦ ὅλου καὶ τοῦ τελείου, καὶ καθόλου ἐπὶ παντὸς πεπερασμένου. καὶ ἐπὶ τοῦ τελείου γὰρ ἐξὸν εἰπεῖν, ὅτι τέλειόν ἐστιν οὗ κατὰ ποσὸν λαμβάνουσί τι μόριον ἀεί τι ἔστι λαβεῖν ἔξω· εἰ γὰρ κατὰ διχοτομίαν λάβω τὰ μόρια, ἐπ’ ἄπειρον ἐξέσται λαβεῖν τῶν ληφθέντων ἔξω. ἀλλὰ τοῦτο οὐκ ἔστιν ἀληθὲς ἐπὶ τῶν πεπερασμένων· ἐπὶ μὲν γὰρ τοῦ ἀπείρου οὐχ ἁπλῶς τόδε ἢ τόδε μόριον ἐὰν λάβω,2 οὐ διέξειμι, ἀλλ’ ὁποιονοῦν μόριον λάβω, ἐπὶ δὲ τοῦ πεπερασμένου οὐχ οὕτως· ἐὰν γὰρ ὡρισμένον τι μόριον ἀεὶ λαμβάνω, καταναλίσκω τὸ ὅλον. καὶ ἄλλως οὐκ ἀληθὲς ἐπὶ τοῦ πεπερασμένου τὸ ἀεὶ τοῦ ληφθέντος μόριον εἶναί τι λαβεῖν ἔξω· εἰ γὰρ τὰ πρὸς τοῖς πέρασι λάβω μόρια, οὐκέτι ἐνδέχεται ἔξω τούτων ἕτερόν τι λαβεῖν, ἐπὶ δὲ τοῦ ἀπείρου τὸ ἔσχατον λαβεῖν οὐκ ἔστιν. ὥστε εἰ καὶ ἐπί τινος λήψεως μορίου τὸ αὐτὸ καὶ ἐπὶ τοῦ πεπερασμένου συμβαίνει, ἀλλ’ οὐκ ἐπὶ πάσης ὥσπερ ἐπὶ τοῦ ἀπείρου ἔχει. συμβαίνει δὲ ὅλως τοῦτο κατά τι καὶ ἐπὶ τῶν πεπερασμένων, διότι μετέχουσι τοῦ ἀπείρου. ὥστε κἂν ἐξῇ ἐπὶ τοῦ τελείου κατά τινα λῆψιν ἀεὶ τοῦ ληφθέντος ἔξω λαμβάνειν, οὐχ ᾗ τέλειόν ἐστι τοῦτο αὐτῷ συμβέβηκεν, ἀλλ’ ᾗ τοῦ ἀπείρου μετέχει.
“因此,无限者乃是这样一种事物:对于按数量来选取的人而言,总可以在其外再选取某物。” 必须在“对于按数量来选取的人而言”之后补充理解“某个部分”,以便成为:“因此,无限者乃是这样一种事物:对于按数量选取某个部分的人而言,总可以在其外再选取某物。”而这就是无限者的定义。因此,如果这就是无限者,而凡在外无物者乃是全体、全以及完全者,那么无限者就绝不是全体和完全者;因为无论在按无限增加的数之情形中,总可以在已取之数之外再取另一个数,还是在大小的切分情形中,总可以在已取的切分之外再取另一个切分。并且他说“按数量”是十分恰当的;因为分割并非按照形式发生。无论如何,在每一个被分割出的部分中都能见到同一形式:因为所有的切片要么是线,要么是面,要么是体。而在另一种意义上,形式也并非在一切事物上都在分割中被保持;因为他本人在前文中已经指出,并非任何偶得的形式都能存在于任何偶得的大小之中,因此在分割中形式并非贯彻到底都被保持,而是继续进行的分割会毁坏形式。无论如何,把肌肉作为大小来无限分割是可能的,然而作为肌肉却不再可能。但是有人可能会提出疑难:无限者的定义是否或许也适用于全体和完全者,乃至普遍地适用于一切有限之物。因为即便对于完全者,也可以说它是这样一种事物:对于按数量选取某个部分的人而言,总可以在其外再选取某物;因为如果我按二分法来选取诸部分,那么在已取之物外无限地选取将是可能的。但这一情况在有限之物上并不真实;因为在无限者之情形中,并非仅仅如果我选取这一个或那一个部分才遍历不尽,而是不论我选取哪一个部分都如此;然而在有限之物的情形中却非如此;因为如果我总是选取某个确定的部分,我就会耗尽全体。此外,在有限之物上,“总能在已取之物外再取某个部分”也非真实;因为如果我选取靠近界限的部分,就不再可能在这些部分之外再取别的东西,而在无限者之情形中则不可能取到终极之物。因此,即便在某种对部分的选取上同一情况也发生在有限之物上,但并不像在无限者那样在每一种选取上都成立。然而这一情况整体而言在某种意义上也发生在有限之物上,是因为它们分有了无限者。因此,即便在完全者之情形中按照某种选取方式也可能总在已取之物外再取某物,但这并非在它是完全者的意义上属于它,而是在它分有无限者的意义上属于它。
"Ὥσπερ τὸ καθ’ ἕκαστον, οὕτω καὶ τὸ κυρίως ὄν, οἷον τὸ ὂν ὅλον οὗ μηθέν ἐστιν ἔξω." Ὥσπερ, φησίν, ἐπὶ τῶν κατὰ μέρος ὅλων, οἷον ἀνθρώπου ἢ πλοίου, ὅλον λέγομεν οὗ μηδὲν ἄπεστι τῶν συμπληρούντων τὸ ὑποκείμενον, οὕτω δὲ καὶ ἐπὶ τοῦ κυρίως ὅλου, λέγω τοῦ παντός, ὅλον φαμὲν εἶναι καὶ πᾶν οὗ μηδέν ἐστιν ἔξω, οἷον κόσμον ὅλον, οὗ μηδὲν τῶν συντελούντων εἰς συμπλήρωσιν τοῦ κόσμου ἔξω ἐστίν. οὗτος γάρ ἐστιν ὁ κυρίως ὅλος καὶ τὸ κυρίως πᾶν, ὡς ἐὰν ἀπῇ γέ τι αὐτοῦ, κἂν τὸ τυχὸν ᾖ, οὐχ ὅλον οὐδὲ πᾶν.
“正如个别之物,严格意义上存在之物亦然,例如在外无物的那种整体存在。” 他说,正如在部分性的全体上(例如一个人或一艘船),我们把充实载体的事物中无一缺席者称为全体,同样在严格意义上的全体上(我是指万有),我们把其外无物者称为全体和全,例如整个宇宙,在它之外没有任何有助于充实宇宙之物。因为这才是严格意义上的全体和严格意义上的全,以至于如果其中哪怕缺少任何偶得的一点,它便既非全体亦非全。
- 3.155Δεῖ προσυπακοῦσαι τῷ κατὰ ποσὸν λαμβάνουσι τὸ ‘τὶ μέρος’
在亚里士多德的引文(οὗ κατὰ τὸ ποσὸν λαμβάνουσιν...)的句法中,λαμβάνουσιν 的宾语并未明确给出,因此注解者指出需补出“某个部分”(τι μέρος)。关系代词 οὗ 是受 ἔξω 支配的属格,或表示取用动作所由出的属格。
- 3.155οὐχ ἁπλῶς τόδε ἢ τόδε μόριον ἐὰν λάβω, οὐ διέξειμι, ἀλλ’ ὁποιονοῦν μόριον λάβω
这是一个否定词与条件从句相互交织的结构。第一句中的结论 οὐ διέξειμι(“我无法遍历/耗尽[全体]”)同样延续并适用于后半句 ἀλλ’ ὁποιονοῦν μόριον λάβω。此处表明的对比在于:在无限者中,无论选取何种部分都绝无法穷尽,而在有限者中,结果则取决于选取的具体方式。
