- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:475.1-476.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯解释了亚里士多德关于巴门尼德主张全体有限因而优于麦里梭的论述,指出前人因混淆不定的质料与作为界限的形式而误将无限者视作完满的全体,并证明无限者非但不能包容万物,反而是被形式所包容的。
διὰ τοῦτο οὖν, φησί, βέλτιον οἰητέον τὸν Παρμενίδην τοῦ Μελίσσου λέγειν. Μέλισσος μὲν γάρ, φησί, τὸ ὅλον ἄπειρον εἶπε τὰ ἀσύγκλωστα συγκλώθων,1 Παρμενίδης δὲ πεπεράνθαι τὸ ὅλον φησί· μεσσόθεν γὰρ εἶναί φησιν ἰσοπαλές, τουτέστιν ἴσον ἐκ τοῦ μέσου πανταχόθεν ἀπέχον, ἵνα σφαιρικὸν αὐτὸ δείξῃ, τὸ δὲ σφαιρικόν, καὶ πᾶν ἁπλῶς ὃ ἐσχημάτισται, πεπερασμένον ἐστί. Ταῦτα εἰπών, ἐφεξῆς τὴν αἰτίαν τῆς πλάνης αὐτῶν ἐκτίθεται, δι’ ἣν εἰς ταὐτὸν ἤγαγον τῷ τελείῳ καὶ ὅλῳ τὸ ἄπειρον. φησὶ γὰρ ὅτι ἡ ὕλη καθ’ αὑτὴν ἀόριστος οὖσα, καὶ ἄπειρός ἐστιν, ἄπειρος δὲ λέγω, διότι μηδένα ὅρον ἔχει οἰκεῖον μηδὲ εἶδος, τοὐναντίον δὲ καὶ τοῖς εἴδεσι σκεδασμοῦ καὶ ἀοριστίας καὶ τῆς ἐπ’ ἄπειρον διαιρέσεώς ἐστιν αἰτία. ἀμερεῖς γὰρ ὄντας τοὺς λόγους τῶν εἰδῶν καθ’ αὑτοὺς δεξαμένη διίστησι·2 τὸν γὰρ τοῦ μεγέθους λόγον ἀμερῆ ὄντα τῷ οἰκείῳ λόγῳ δεξαμένη καὶ διαστήσασα εἰς ἀοριστίαν ἐξήγαγε, καὶ τῆς ἐπ’ ἄπειρον τομῆς αἰτία αὐτῷ γέγονεν· ὁμοίως δὲ καὶ τοῖς ἄλλοις εἴδεσιν ἢ ἧττον ἢ μᾶλλον σκεδασμοῦ αἰτία γέγονεν. ἡ μὲν οὖν ὕλη τοιαύτη, τὸ δὲ εἶδος πέρας τί ἐστι καὶ ὅλον· περατοῖ τε γὰρ καὶ περιγράφει τὴν ὕλην, καὶ ὅλον τι καὶ τέλειον ποιεῖ ᾧ ἂν παραγένηται. τὸν γὰρ χαλκὸν ὡς ὕλην ὄντα χαλκῶν σκευῶν, καὶ κατὰ τοῦτο ἀόριστόν τινα ὄντα καὶ οὐκ ἂν ὅλον ἢ τέλειον κληθέντα, παραγενόμενον τὸ τοῦ τρίποδος ἢ τὸ τοῦ ἀνδριάντος εἶδος ἐν πλείονι ἢ ἐλάττονι περιορίζει3 καὶ τέλειόν τι πρᾶγμα καὶ ὅλον ποιεῖ, ἀνδριάντα ὅλον ἢ λέβητα ὅλον. οὕτως οὖν καὶ ἐπὶ τῆς ὕλης κυριώτερον ἢ καὶ τῶν εἰδῶν λεχθείη ἄν. ἐπεὶ οὖν ὅλον μέν τι καὶ τέλειον τὸ εἶδος, ἡ δὲ ὕλη ἀόριστός τε καὶ ταύτῃ ἄπειρος, ἔστι δὲ ἡ ὕλη δυνάμει τὰ εἴδη, πολλάκις δὲ τὰ δυνάμει τοῖς τῶν ἐνεργείᾳ ὄντων ὀνόμασι καλοῦμεν (τὸν γοῦν χαλκόν φαμεν ἀνδριάντα εἶναι, μήπω πολλάκις τὸ εἶδος ἀπειληφότα, καὶ τὸ ξύλον κλίνην, τοὺς πυροὺς ἄρτον, καὶ τὸ σπέρμα ἄνθρωπον), διὰ τοῦτο ἐκεῖνοι, ἅπερ τῷ εἴδει προσήκει, ταῦτα τῆς ὕλης κατηγόρησαν, διὰ τὸ εἶναι αὐτὴν δυνάμει πάντα. ὅτι δὲ ἐν τῇ ὕλῃ τὸ ἄπειρον, δῆλον ἐκ τῆς τῶν μεγεθῶν διαιρέσεως· οὐ γὰρ κατὰ τὸ εἶδος γίνεται ἡ διαίρεσις. φυλάττονται γοῦν καὶ μετὰ τὴν διαίρεσιν τὸ τοῦ χαλκοῦ ἢ τὸ τοῦ ξύλου ἢ τὸ τῆς σαρκὸς εἶδος, ἀλλὰ κατὰ τὸ ὑποκείμενον, ἐν ᾧ καὶ τὸ εἶδος τὴν διάστασιν ἔσχεν. ἄπειρος μὲν οὖν καθ’ αὑτὴν ἡ ὕλη, περατοῦται δὲ καὶ ὅρον δέχεται ὑπὸ τοῦ εἴδους περιγραφομένη. εἰ τοίνυν τὸ μὲν περατοῖ ἡ δὲ περατοῦται, περιέχει δὲ τὸ περατοῦν τὸ δὲ περατούμενον περιέχεται, αὐτὸ πάλιν τοὐναντίον αὐτοῖς συμβαίνει, περιέχεσθαί φημι καὶ οὐ περιέχειν τὸ ἄπειρον, ὡς ᾤοντο. καὶ εἰ μόριόν τι τοῦ συνθέτου ἡ ὕλη ἐστίν, ἥτις ἐστὶ τὸ ἄπειρον, οὐκ ἂν εἴη ὅλον· τὸ γὰρ μόριον οὐχ ὅλον. εὐλόγως δὲ καὶ ἄγνωστος ἡ ὕλη, διότι καὶ ἄπειρος· τὸ γὰρ ἄπειρον κατὰ τὴν ἑαυτοῦ φύσιν ἄγνωστον. δείξας δὲ ἐξ αὐτῶν τῶν πραγμάτων ὅτι τοὐναντίον ἢ ἔλεγον ὑπάρχει, λέγω δὴ ὅτι οὐ περιέχει τὸ ἄπειρον ἀλλὰ περιέχεται, καὶ ὅτι μόριον μᾶλλόν ἐστιν καὶ οὐχ ὅλον, δείκνυσι τὸ αὐτὸ τοῦτο καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ· εἰ γὰρ περιέχει, φησί, τὸ ἄπειρον, ἔστι δὲ οὐ μόνον ἐν τοῖς αἰσθητοῖς, ἀλλὰ καὶ ἐν τοῖς νοητοῖς (εἶναι γὰρ αὐτὸ καὶ ἐν ταῖς ἰδέαις ὁ Πλάτων ἐτίθετο), εὔλογον ὥσπερ ἐν τοῖς αἰσθητοῖς περιέχει, οὕτω δήπου καὶ ἐν τοῖς νοητοῖς περιέχειν. ἄτοπον δέ φησι καὶ ἀδύνατον τὰ γνώσεως αἴτια καὶ αὐτογνώσεις ὄντα καὶ πᾶσιν ὅρου αἴτια ὑπὸ τοῦ ἀγνώστου κατὰ φύσιν, λέγω δὴ τοῦ ἀπείρου, περιέχεσθαι.4 ἢ καὶ οὕτως· εἰ πάντα φασὶ περιέχειν τὸ ἄπειρον, ἐν τοῖς πᾶσι δὲ καὶ τὰ νοητά, οὐ μόνον τὰ ἐγκόσμια τῶν νοητῶν ἀλλὰ καὶ τὰ ὑπερκόσμια, δῆλον ὡς καὶ τὰ νοητὰ περιέχοι ἂν τὸ ἄπειρον, ἢ καὶ πάντα ἁπλῶς ἢ γοῦν τὰ ἐγκόσμια.
因此他说,应当认为巴门尼德比麦里梭说得更好。因为他说,麦里梭在把不能纺在一起的东西纺织在一起时说全体是无限的,而巴门尼德则说全体是有限的;因为他说它“自中央均衡”,也就是说从中央向四方等距,以此来表明它是球形的,而球形之物以及凡是有形状之物都是有限的。说了这些之后,他接下来陈述他们产生谬误的原因,即他们何以把无限者归结为与完全者及全体相同。因为他说,质料因自身是不定的,故而也是无限的;我说是无限的,是因为它没有任何固有的界限或形式,相反,它还是形式发生离散、不定性以及无限分割的原因。因为形式的定义自身是不可分的,质料在接受它们之后却使其分散;因为质料在接受了按自身定义不可分的大小之定义后,使其延伸分散并引向不定性,且成了它被无限切分的原因;类似地,质料对于其他形式而言也或多或少成了离散的原因。质料固然是如此这般的,而形式则是某种界限和全体;因为它既限定并划定质料,又使它所临照之物成为某种全体和完全之物。因为青铜作为铜制器具的质料,在此意义上是某种不定的东西,不能被称为全体或完全的,而当三足鼎的形式或雕像的形式或多或少地临照于它时,形式便界定了它,并将其制成某种完全且全体的实物,即整个雕像或整个鼎。因此,关于质料比甚至关于形式都可以更本原[地这样说]。因此,既然形式是某种全体且完全之物,而质料是不定的且在此意义上是无限的,又由于质料在潜能上是诸形式,并且我们常常用现实之物的名称来称呼潜能之物(无论如何我们常在青铜尚未接受形式时就说它是雕像,说木头是床,小麦是面包,种子是人),正因如此,由于质料在潜能上是一切事物,他们便把本属于形式的东西述谓于质料了。无限者存在于质料之中,这从大小的分割中是显而易见的;因为分割并不是按照形式发生的。无论如何,即便在分割之后,青铜的形式、木头的形式或肌肉的形式仍被保持着,分割反而是按照载体发生的,形式也正是在这一载体中获得了其广延。质料自身固然是无限的,但由于被形式所外围划定而受到限定并接受了界限。因此,如果说一者在限定而另一者被限定,并且限定者包容而受限定者被包容,那么对他们来说就再次得出了恰恰相反的结论:我是说,无限者被包容而不是如他们所设想的那样包容。并且如果作为无限者的质料是复合实体的某个部分,它就不会是全体;因为部分并不是全体。而且质料不可知也是合乎情理的,因为它也是无限的;因为无限者就其本性而言是不可知的。在依事物本身指明了具有与他们所说的相反之属性——我是说,无限者并不包容而是被包容,且更多是部分而非全体——之后,他也通过归谬法证明了这同一件事。因为他说,如果无限者包容,并且它不仅存在于可感事物之中,而且也存在于可知事物之中(因为柏拉图曾设定在理念之中也有无限者),那么正如它在可感事物中包容一样,理所当然在可知事物中也同样包容。但他指出,作为知识的原因、作为纯粹认识自身以及作为万物界限之原因的事物,竟然被本性上不可知者(我是说无限者)所包容,这是荒谬且不可能的。或者也可以这样说:如果他们说无限者包容万物,而在万物之中也包括可知事物——不仅是可知事物中处于宇宙之内的,而且还包括超宇宙的——那么显而易见,无限者也包容可知事物,要么是绝对地包容所有可知事物,要么无论如何包容宇宙之内的可知事物。
- 3.153τὰ ἀσύγκλωστα συγκλώθων
这是一个熟语表达,意为“强行将无法纺织在一起的纱线纺在一起”,即把相互排斥、矛盾的概念(此处为“全体”与“无限”)生硬地结合起来。现在分词 συγκλώθων 与主语 Μέλισσος 一致,表示方式或情状。
- 3.153ἀμερεῖς γὰρ ὄντας τοὺς λόγους τῶν εἰδῶν καθ’ αὑτοὺς δεξαμένη διίστησι
主语承接前句的 ἡ ὕλη。不定过去时分词 δεξαμένη 表示时间上的先在或手段,修饰主要动词 διίστησι。宾格短语 τοὺς λόγους τῶν εἰδῶν 是 δεξαμένη 与 διίστησι 的共同宾语,而 ἀμερεῖς ... ὄντας 则作为宾语的述语性修饰语。
- 3.153τὸν γὰρ χαλκὸν ... παραγενόμενον τὸ τοῦ τρίποδος ἢ τὸ τοῦ ἀνδριάντος εἶδος ... περιορίζει
此句包含明显的语序倒置(超前倒装 hyperbaton)。句首的宾格 τὸν χαλκόν(连同修饰它的分词短语 ὡς ὕλην ὄντα ...)被前置,作为主要动词 περιορίζει 及后文 ποιεῖ 的宾语。语法主语是后置的主格短语 τὸ τοῦ τρίποδος ἢ τὸ τοῦ ἀνδριάντος εἶδος,分词 παραγενόμενον 在性、数、格上与该主语一致。
- 3.153ἄτοπον δέ φησι καὶ ἀδύνατον τὰ γνώσεως αἴτια ... περιέχεσθαι
带宾格的动词不定式结构(AcI)。以非人称表语形容词 ἄτοπον ... καὶ ἀδύνατον [ἐστί] 为谓语,被动不定式 περιέχεσθαι 及其逻辑主语(宾格短语 τὰ γνώσεως αἴτια καὶ αὐτογνώσεις ὄντα καὶ πᾶσιν ὅρου αἴτια)构成主语从属小句。介词 ὑπό 加属格(τοῦ ἀγνώστου)表示被动不定式的施动者。
