← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§473.23-474.31

无限的重新定义及其与全体完全者的区别

针对206b33,斐洛庞奴阐明亚里士多德对自然哲学家将无限者定义为“其外无物者”的反驳,重新将其界定为“其外总有可取之物者”,并通过三段论证明全体与完全者并非无限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.153#1

" Συμβαίνει δὲ τοὐναντίον εἶναι ἄπειρον ἢ ὡς λέγουσιν." Δείξας πῶς μὲν ἔστι τὸ ἄπειρον πῶς δὲ οὐκ ἔστιν, ὅτι, ὡς μὲν οἱ φυσικοὶ ἔλεγον, οὐκ ἔστιν ἄπειρόν τι σῶμα ἐπὶ τὴν ἔκτασιν, κατὰ διαίρεσιν δὲ καὶ τὴν ἀντεστραμμένην πρόσθεσιν ἔστι, νῦν βούλεται καὶ τὸν τοῦ ἀπείρου ὅρον ὃν ἀπεδίδοσαν οἱ φυσικοὶ ἐλέγξαι. ἐκεῖνοι μὲν γὰρ ὁριζόμενοι τὸ ἄπειρον ἔλεγον ὅτι ἄπειρόν ἐστι οὗ μηδὲν ἔστι λαβεῖν ἔξω, ἐγὼ δέ, φησί, τοὐναντίον φημὶ ὅτι ἄπειρόν ἐστιν οὗ τοῦ ληφθέντος ἀεί τι ἔστι λαβεῖν ἔξω.1 τεκμήριον δὲ τούτου ποιεῖται καὶ τὴν κοινὴν συνήθειαν, λέγω δὴ τοῦ τὸ ἄπειρον τοῦτ’ εἶναι οὗ ἀεί τι ἔστι λαβεῖν ἔξω. τοὺς γὰρ δακτυλίους, φησί, τοὺς μὴ ἔχοντας σφενδόνην ἀπείρους καλοῦσι, διότι μὴ ἔχουσιν ὡρισμένον τι πέρας· ἡ γὰρ σφενδόνη ἡ ἀνομοειδὴς οὖσα τῷ ὅλῳ οἷον πέρας ἐστὶν ἢ ἀρχή, ὅσοι δὲ μὴ ἔχουσι σφενδόνην, οὓς καλοῦσι κρίκους, ὁμοιομερεῖς ὄντες ἑαυτοῖς οὐκ ἔχουσι πέρας τι ὡρισμένον, ἀλλ’ ἀεὶ τοῦ ληφθέντος μόριον ἔστι τι ἔξω ὁμοειδὲς λαβεῖν. καὶ διὰ τοῦτο, ἐπειδὴ ἔχουσί τινα πρὸς τὸ ἄπειρον ὁμοιότητα, ἀπείρους τοὺς τοιούτους καλοῦσιν. ἀλλὰ γὰρ οὐ πάντῃ τῷ ἀπείρῳ ἐοίκασιν· οὐ γὰρ δὴ τοῦτο μόνον ὑπάρχειν δεῖ τῷ ἀπείρῳ, τὸ ἀεί τι αὐτοῦ ἔξω εἶναι τοῦ λαμβανομένου, ἀλλὰ καὶ τὸ μηδέποτε δὶς τὸ αὐτὸ λαμβάνειν, ὅπερ οὐχ ὑπάρχει τῷ δακτυλίῳ· πολλάκις γὰρ τὸ αὐτὸ λαμβάνομεν, ὅσας ἂν καὶ τὰς περιστροφὰς ποιησώμεθα.2 ἔτι, φησί, καλοῦσι τὸ ἄπειρον τέλειον καὶ ὅλον καὶ πάντα περιέχον, σεμνύνοντες αὐτὸ ταύτῃ, ἐγὼ δὲ τοὐναντίον φημὶ 〈ὅτι〉, εἰ καὶ ὅλον καὶ τέλειον, οὐκ ἄπειρον· ὅλον μὲν γάρ ἐστιν οὗ μηδέν ἐστιν ἔξω τῶν συμπληρούντων αὐτό, οἷον ἄνθρωπον ὅλον φαμὲν οὗ μηδὲν ἄπεστι τῶν μορίων, τὸ δὲ ἄπειρον ἐλέγομεν οὗ ἀεί τί ἐστιν ἔξω. ἀλλὰ καὶ τὸ τέλειον, φησίν, ἤτοι ταὐτόν ἐστι τῷ ὅλῳ ἢ ἐγγύς· ἀγῶνα γὰρ τέλειόν φαμεν τὸν εἰς τέλος ἀνυσθέντα, καὶ ᾧ μηδὲν ἐλλείπει τῶν συμπληρούντων αὐτόν, καὶ τέλειον ἄνθρωπον τὸν εἰς τὸ τέλος τῆς φύσεως ἀφιγμένον, καὶ λέγω δὴ τὰς τελείας τε καὶ ἐσχάτας τῆς φύσεως ἐνεργείας, εἰς ἃς τὸ ἔργον τῆς φύσεως ἀποτελευτᾷ, τὸ δὲ ἄπειρον ἐναντίως ἔχει· ἄπειρον γάρ ἐστιν οὗ μηδέν ἐστι πέρας, ἀλλ’ ἀεί τι ἐλλείπει ἔξω. συμπλέκει οὖν ἐκ τούτων συλλογισμὸν τοιοῦτον· τὸ ὅλον τέλειον, τὸ τέλος ἔχον πέρας ἔχει, τὸ πέρας ἔχον οὐκ ἄπειρον, τὸ ὅλον ἄρα οὐκ ἄπειρον. ὥστε πάλιν εἰς τοὐναντίον περιῆλθεν αὐτοῖς ὁ λόγος· ἐκεῖνοι μὲν γὰρ τέλειον καὶ ὅλον ἔλεγον εἶναι τὸ ἄπειρον, αὐτὸς δὲ τοὐναντίον ἔδειξεν ὅτι, εἰ τέλειον καὶ ὅλον, οὐκ ἄπειρον. δείξει δὲ ἐφεξῆς καὶ ὅτι οὐ περιέχει πάντα, ὡς αὐτοὶ ἔλεγον, ἀλλὰ τοὐναντίον περιέχεται, καὶ ὅτι ἐν μορίου μᾶλλον λόγῳ τὸ ἄπειρον ἢ ἐν ὅλου.

“然而事情的结果是,无限者恰恰与他们所说的相反。” 在指明了无限者在何种意义上存在、在何种意义上不存在之后——即并不像自然哲学家们所说的那样存在某种在延展上无限的物体,而是在分割及其相反的附加中存在——他现在也希望反驳自然哲学家们所给出的关于无限者的定义。因为他们在定义无限者时说,在其外无可取之物的,就是无限者;“但我”,他说,“恰恰相反地主张:在其已被取用者之外总有某种东西可取之物,才是无限者。”而且他把共同的习俗也作为此事的证据,我是说作为“无限者就是指在其外总有某种东西可取之物”这一点的证据。因为他说,人们把没有镶口的戒指称为无限的,是因为它们没有任何被限定的界限;因为那与整体不同类的镶口就像是一个界限或开端,而所有没有镶口的戒指(人们称之为环),由于自身均质,因而没有任何被限定的界限,而是在已被取用者之外总能取用某个同质的部分。正因为此,由于它们与无限者有某种相似之处,人们才把这类事物称为无限的。然而它们并非在一切方面都类似于无限者;因为属于无限者的不仅应当是总有它的某种东西在正被取用者之外,而且还应当是绝不两次取用同一个东西,而这一点并不属于戒指;因为无论我们绕行多少圈,我们都会多次取用同一个东西。此外,他说,他们把无限者称为完全的、全体的以及包容万物的,以此来尊崇它;“但我恰恰相反地主张,即使它是全体和完全的,它也不是无限的”。因为全体是指,在补充完备它的诸物之中没有任何东西在它之外——正如我们把诸部分无一缺失的人称为完整的人一样——而我们先前说过,无限者是指在其外总有某种东西存在者。而且他说,完全者要么与全体相同,要么与全体邻近;因为我们把进行到终结且其补充完备之物无一欠缺的竞赛称为完全的竞赛,并把达到其本性之终结的人称为完全的人——我是指本性的完全且终极的实现活动,本性的工巧在其中达到完满——而无限者却处于相反的境况;因为无限者是没有界限、反而是总有某种东西欠缺在外者。因此他由这些前提构织了如下的推论:“全体是完全的;具有终结者具有界限;具有界限者不是无限的;因此全体不是无限的。”以致论证再次转向了与他们的主张截然相反的结论;因为他们曾说无限者是完全的和全体的,而他自己却反过来证明:如果它是完全的和全体的,它就不是无限的。接下来他还将证明,它并不像他们所说的那样包容万物,相反是被包容的,并且无限者更多地是在部分的地位上而非在全体的地位上。

语法注2 条
  1. 3.153οὗ τοῦ ληφθέντος ἀεί τι ἔστι λαβεῖν ἔξω

    关系代词属格 οὗ 依赖于介词 ἔξω(“在其……之外”)。冠词分词短语 τοῦ ληφθέντος 则是另一个属格,具体限定已被取用之部分,与 ἔξω 构成重叠的修饰关系,整体结构表示“在[其]已被取用者之外总有某种东西可取[之物]”。

  2. 3.153ὅσας ἂν καὶ τὰς περιστροφὰς ποιησώμεθα

    关系形容词 ὅσας 与 ἄν 及虚拟式 ποιησώμεθα 构成泛指让步从句(“无论我们绕行多少圈”)。定冠词词组 τὰς περιστροφάς 置于数量关系词 ὅσας 之后,与动词 ποιησώμεθα 共同构成同族/内面宾语结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:473.23-474.31