← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§472.10-473.22

分割与付加无限的不对称性及对柏拉图的批判

菲洛波庞根据亚里士多德的论证阐明了分割与付加中的无限者的不对称性(由于宇宙有限,付加无法超出宇宙的大小),并注解了亚里士多德对柏拉图设定“大与小”两个无限者却未在其数的本原中加以运用的批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.150

" Ἀεὶ μὲν γάρ τι ἔξω ἔσται λαμβάνειν, οὐ μέντοι ὑπερβάλλει παντὸς μεγέθους, ὥσπερ ἐπὶ τὴν διαίρεσιν ὑπερβάλλει παντὸς ὡρισμένου." Εἰ καὶ κοινόν, φησί, τῷ διαιρουμένῳ καὶ ᾧ τὸ διαιρεθὲν προστίθεται τὸ ἀεί τι τοῦ γενομένου ἔξω εἶναι λαβεῖν ἕτερον1 (ἀεί τε γὰρ ἔξω τῆς διαιρέσεως ἔστιν ἑτέραν διαίρεσιν λαβεῖν, καὶ τῆς προσθέσεως ὁμοίως ἀεὶ ἔστιν ἔξω ἑτέραν προσθήκην ποιήσασθαι, ὅταν τῷ αὐτῷ λόγῳ ἡ διαίρεσις γίνηται, ὡς ἤδη εἴπομεν), ἀλλ’ οὖν ἔστι τις διαφορὰ ἔν τε τῷ αὐξομένῳ καὶ ἐν τῷ μειουμένῳ, διότι τὸ μὲν μειούμενον ἐπ’ ἄπειρον ἐνδέχεται μειοῦσθαι (οὐκ ἔστι γὰρ ἐλάχιστον μέγεθος, διότι πᾶν μέγεθος διαιρετόν, καὶ διὰ τοῦτο ἔστι παντὸς ὡρισμένου μεγέθους τὸ ἔλαττον λαβεῖν,2 καὶ οὐδέποτε ἐπιλείπει ἡ μείωσις), ἐπὶ μέντοι τοῦ αὐξομένου οὐκ ἐνδέχεται παντὸς ὡρισμένου μεγέθους τὸ αὐξόμενον ὑπερβαλεῖν· ἔστι γὰρ τὸ μέγιστον ἐν τῷ παντὶ σῶμα ὁ κόσμος, οὗ μεῖζον μέγεθος ἀδύνατον εἶναι. ὥστε παντὸς μὲν ὡρισμένου μεγέθους δυνατὸν λαβεῖν τὸ ἔλαττον, εἰ καὶ μὴ ἐνεργείᾳ, ἀλλ’ οὖν δυνάμει, παντὸς δὲ ὡρισμένου μεγέθους τὸ μεῖζον λαβεῖν οὐδὲ δυνάμει ἐνδέχεται· τοῦ γὰρ οὐρανοῦ οὐδὲ δυνάμει ἐνδέχεται μεῖζον εἶναί τι σῶμα. δέδεικται γὰρ ὅτι ἀδύνατον εἶναί τι σῶμα ἄπειρον, οἷον οἱ φυσικοὶ ἔλεγον εἶναι, ἔξω τοῦ οὐρανοῦ, ὅπερ ἢ ἀέρα ἢ ὕδωρ ἢ ἄλλο εἶναι ἔλεγον. εἰ τοίνυν δέδεικται ὅτι τὸ οὕτως ἄπειρον ἀδύνατον εἶναι, δῆλον ὅτι οὐδὲ δυνάμει ἐνδέχεται παντὸς ὡρισμένου μεῖζον λαβεῖν. τοῦτο γὰρ συνέβαινε μὲν εἰ οἷόν τε ἦν ἐνεργείᾳ ἄπειρον εἶναι σῶμα· τὸ μὲν γὰρ παντὸς ὡρισμένου ἔλαττον λαμβάνειν, εἰ καὶ μὴ δυνατὸν ἐνεργείᾳ εἶναι, ἀλλ’ οὖν γε ὅσον ἐπὶ τῇ φύσει τῶν μεγεθῶν οὐκ ἀδύνατον, εἴ γε πᾶν μέγεθος εὐθὺς καὶ διαιρετόν, τὸ μέντοι παντὸς ὡρισμένου μεῖζον λαμβάνειν διὰ τὸ μὴ δύνασθαι εἶναι ἄπειρον σῶμα οὐδὲ δυνάμει ἐνδέχεται εἶναι.

“因为总会有某种在外的部分可被取用,然而它并不超出每一个量度,不像在分割中那样超出每一个被限定的[量度]。” 他说,即使对于被分割者以及被分割部分所附加于其上的东西而言,在已生成者之外总有另一个部分可被取用是共通的(因为正如我们已经说过的,当分割以同一比例进行时,在分割之外总能取用另一个分割,同样在附加之外也总能进行另一附加),但在增大者和减少者之间终究存在某种差异,因为减少者能够无限地减少(因为不存在最小的量度,由于每一个量度都是可分的,因此对于每一个被限定的量度都能够取其更小者,而减少永不穷尽),然而对于增大者而言,增大者不可能超出每一个被限定的量度;因为宇宙中最大的物体就是宇宙,不可能有大于它的量度。因此,对于每一个被限定的量度都可能取其更小者,即使不是在现实中,但无论如何是在潜能中;但对于每一个被限定的量度取其更大者,甚至在潜能中也是不可能的;因为甚至在潜能中也不可能有任何物体大于天。因为已经论证了,不可能存在任何像自然哲学家所说的那样存在于天之外的无限物体,他们曾说那是气或水或别的什么。因此,既然已经论证了这种方式的无限者是不可能存在的,显然甚至在潜能中也不可能取那大于每一个被限定者的量度。因为如果在现实中可能存在无限物体,这种情况原本是会发生的;但是,虽然取小于每一个被限定者的情况即使在现实中不可能存在,但就量度的本性而言并非不可能(如果每一个量度直接就是可分的),然而取大于每一个被限定者的情况,由于不可能存在无限物体,甚至在潜能中也是不可能存在的。

§3.151

"Ἐπεὶ καὶ Πλάτων διὰ τοῦτο δύο τὰ ἄπειρα ἐποίησεν, ὅτι καὶ ἐπὶ τὴν αὔξησιν δοκεῖ ὑπερβάλλειν καὶ εἰς ἄπειρον." Διὰ τοῦτο, φησί, διότι τὸ ἄπειρον ἐπὶ τὴν διαίρεσίν ἐστι καὶ ἐπὶ τὴν αὔξησιν, διὰ τοῦτο καὶ ὁ Πλάτων δύο τὰ ἄπειρα ἐποίει, τὸ μέγα καὶ τὸ μικρόν, ὧν τὸ μέγα μὲν τὸ ἐπὶ τὴν αὔξησιν ἔλεγε, τὸ μικρὸν δὲ τὸ ἐπὶ τὴν ἀντεστραμμένην ταύτῃ διαίρεσιν.

“因为柏拉图也是为了这个缘故设定了两个无限者,即由于在增大方面似乎超出,并且[超出]至无限。” 他说,为了这个缘故,即由于无限者既存在于分割方面,也存在于增大方面,为了这个缘故柏拉图也设定了两个无限者,即大与小,其中他称那在增大方面者为大,称那与此相反的在分割方面者为小。

§3.152

"Ποιήσας μέντοι δύο οὐ χρῆται." Ἐγκαλεῖ τῷ Πλάτωνι, ὅτι δύο λέγων εἶναι τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν, οὐδετέρῳ χρῆται ἐν ταῖς ἀρχαῖς. ἀρχαὶ δὲ κατ’ αὐτὸν οἱ ἀριθμοί, οὐκ ἔστι δὲ ἐν τοῖς ἀριθμοῖς τούτοις οὔτε τὸ κατὰ διαίρεσιν ἄπειρον, οὔτε τὸ κατὰ πρόσθεσιν. τὸ μὲν γὰρ κατὰ διαίρεσιν ἄπειρον οὐκ ἔχουσιν οἱ ἀριθμοί (ἵσταται γὰρ ἡ τομὴ εἰς τὴν μονάδα), τὸ δὲ κατὰ πρόσθεσιν ἐπ’ ἄπειρον αὔξεσθαι αὐτὸς οὐ δίδωσι· μέχρι γὰρ δεκάδος αὔξεσθαί φησι τὸν ἀριθμόν, τὴν δὲ δεκάδα αὐτὴν εἰς ἑαυτὴν ἀνακυκλεῖσθαι. σημειωτέον δὲ ὅτι αὐτὸς ἐν τοῖς ἔμπροσθεν ἔλεγε τὸ μέγα καὶ τὸ μικρὸν τὸ ἀόριστον καὶ τὴν ὕλην σημαίνειν τῷ Πλάτωνι, νῦν δὲ ὡς ἐπὶ τῶν ἀριθμῶν αὐτοῦ λέγοντος, οὕτως ἐπιλαμβάνεται τοῦ λόγου, ὡς δηλονότι πανταχοῦ τὸ φαινόμενον ἐλέγχει καὶ οὐ τὴν διάνοιαν τῶν ἀρχαίων.3

“然而设定了两个,他却并不使用。” 他指责柏拉图,因为虽然他说有两个无限者即大与小,但在本原中他一个也没有使用。而在他看来本原是数,在这些数中既不存在由于分割而成的无限者,也不存在由于附加而成的无限者。因为数不具有由于分割而成的无限者(因为切分止于单元),而对于由于附加而无限增大,他自己并不容许;因为他说数增大至十,而十自身回旋归于自身。值得注意的是,他[亚里士多德]自己在此前曾说过,大与小对柏拉图而言意味着不定者和质料,但现在却当作柏拉图是在谈论数而这样抓住其言辞展开反驳,这显然表明他在任何地方反驳的都是字面表象而非古代人的思想深意。

语法注3 条
  1. 3.150Εἰ καὶ κοινόν, φησί, τῷ διαιρουμένῳ καὶ ᾧ τὸ διαιρεθὲν προστίθεται τὸ ἀεί τι τοῦ γενομένου ἔξω εἶναι λαβεῖν ἕτερον

    骨干结构为 Εἰ καὶ κοινόν [ἐστι] ... τὸ ἀεί τι ... εἶναι λαβεῖν ἕτερον, ἀλλ' οὖν ἔστι τις διαφορά。带中性冠词的不定式短语 τὸ ... εἶναι λαβεῖν 作从句主语,与格 τῷ διαιρουμένῳ 和 ᾧ τὸ διαιρεθὲν προστίθεται 充当 κοινόν 的补足语。介词短语 ἔξω τοῦ γενομένου 修饰 λαβεῖν ἕτερον(“在所生成者之外取用另一者”)。

  2. 3.150παντὸς ὡρισμένου μεγέθους τὸ ἔλαττον λαβεῖν

    属格 παντὸς ὡρισμένου μεγέθους 依存于实质化的中性比较级 τὸ ἔλαττον,充当比较属格(“小于每一个被限定量度者”)。紧随其后的 τὸ μεῖζον λαβεῖν 中也具有相同的比较属格结构。

  3. 3.152ὡς δηλονότι πανταχοῦ τὸ φαινόμενον ἐλέγχει καὶ οὐ τὴν διάνοιαν τῶν ἀρχαίων

    连词 ὡς 紧接前面的 ἐπιλαμβάνεται τοῦ λόγου,表明反驳的态度与理由,并引出注解者菲洛波诺斯对亚里士多德论辩手法的评述(ὡς ... ἐλέγχει)。δηλονότι 副词性地插入,意为“显而易见地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:472.10-473.22