- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:470.28-472.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯注解了亚里士多德关于无限者作为潜能并通过削减而存在(206b12–16)的规定,借一日与赛会的比喻解释了无限者“部分的现实性”,以能接受诸形式的质料为喻阐明无限者的潜能存在方式,并将这一论述延伸至由于付加而成的无限者。
" Ἄλλως μὲν οὖν οὐκ ἔστιν, οὕτως δὲ ἔστι τὸ ἄπειρον, δυνάμει τε καὶ ἐπὶ καθαιρέσει." Ὅτι γὰρ ἐνεργείᾳ οὐκ ἔστιν ἄπειρόν τι σῶμα, δέδεικται, δυνάμει δὲ ἔστι, φησί, τὸ ἄπειρον. πῶς δὲ δυνάμει, προσέθηκεν, ὅτι τὸ ἐπὶ τὴν διαίρεσιν ἄπειρον, ὅπερ ταὐτόν ἐστι τῷ ἐπὶ τὴν πρόσθεσιν ἀπείρῳ ἀντεστραμμένως, ὡς ἤδη εἴρηκεν. οὐ μόνον δέ, φησί, δυνάμει ἔστι τὸ ἄπειρον, ἀλλὰ καὶ ἐνεργείᾳ. ὥσπερ τὴν ἡμέραν λέγομεν ἐνεργείᾳ παρεῖναι, οὐ τῷ πᾶσαν ἅμα εἶναι, ἀλλὰ τῷ μόριόν τι αὐτῆς, ὁμοίως δὲ καὶ τὰ Ὀλύμπια παρεῖναι ἐνεργείᾳ τῷ μόριόν τι αὐτῶν ἐνεργείᾳ εἶναι, ἢ πυγμὴν ἢ πάλην ἢ ἕτερόν τι· οὕτως δὲ καὶ τὴν ἐπ’ ἄπειρον διαίρεσιν ἐνεργείᾳ παρεῖναι, οὐ τῷ ἅμα πᾶσαν εἶναι, ἀλλὰ τῷ μόριόν τι διαιρεῖσθαι. εἶτα ἐπειδὴ τὸ αὐτὸ καὶ δυνάμει εἶπεν εἶναι καὶ ἐνεργείᾳ, καὶ ὅπως μὲν ἔστιν ἐνεργείᾳ, ἐπιστώσατο ἐκ τοῦ κατὰ τὴν ἡμέραν καὶ τὸν ἀγῶνα παραδείγματος, πῶς δὲ τὸ αὐτὸ τοῦτο δυνάμει ἔστιν, οὐκέτι κατεσκεύασε, διὰ τοῦτο ἀναλαμβάνει τὸν περὶ τοῦ δυνάμει λόγον, καί φησιν ὅτι1 οὕτως δυνάμει λέγω τὸ ἐπ’ ἄπειρον διαιρετόν, ὥσπερ καὶ τὴν ὕλην λέγομεν δυνάμει εἶναι πάντα τὰ εἴδη. ὥσπερ οὖν ὅταν λέγωμεν τὴν ὕλην πάντα εἶναι δυνάμει, οὐ τοῦτό φαμεν ἢ ὅτι πάντα ἅμα ποτὲ ἐνεργείᾳ γενήσεται, ἢ ὅτι οὐδὲν εἶδος ἔχει ἐνεργείᾳ, ἀλλ’ ὅτι ἔχει μέν τι εἶδος ἐνεργείᾳ, πέφυκε δὲ καὶ πάντα δέχεσθαι κατὰ μέρος, ἅμα δὲ οὐδέποτε, οὕτω καὶ τὸ δυνάμει ἐπ’ ἄπειρον διαιρετόν, ὅτι δύναται μὲν ἐπ’ ἄπειρον διαιρεῖσθαι, κατὰ μέρος μέντοι ἀεὶ ὑπάρχουσιν αἱ διαιρέσεις, ἅμα δὲ οὐδέποτε.
“因此,在另一种意义上无限者并不存在,但以这种方式无限者确实存在,即作为潜能并由于削减。” 因为并不存在现实的无限物体这一点已经得到了论证,而他说,无限者是作为潜能而存在的。至于如何作为潜能,他补充道,这是由于分割而成的无限者,正如他此前已经说过的,它与由于附加而成的无限者以相反的方式是同一的。但是,他说,无限者不仅作为潜能存在,而且也作为现实存在。正如我们说一日在现实上出现,并非由于它全部同时存在,而是由于它的某一部分存在;同样地,奥林匹克竞技在现实上出现,也是由于它们的某一部分在现实上存在,无论是拳击、摔跤还是别的什么;无限的分割也是如此在现实上出现,并非由于全部同时存在,而是由于某一部分正在被分割。接着,既然他说过同一事物既作为潜能存在也作为现实存在,并且虽然他借助于关于一日和竞技的范例确立了它是如何作为现实存在的,但却没有进一步确立这同一事物是如何作为潜能存在的,因此他重新拾起关于潜能的论述,并说,我称那无限可分割者为潜能,正如同我们也说质料在潜能上是一切形式一样。因此,正如当我们说质料在潜能上是一切事物时,我们并不是说一切形式在某个时刻将同时在现实中生成,也不是说它在现实中不具有任何形式,而是说,虽然它在现实中具有某种形式,但它本性上适合依次接受一切形式,却绝不会同时接受;对于在潜能上无限可分割者也是如此,因为它能够无限地被分割,然而诸分割总是相继存在,却绝非同时存在。
"Καὶ οὐ καθ’ αὑτὸ πεπερασμένον." Ὥσπερ γὰρ ἡ ὕλη εἰ καὶ δέχεται τὸ εἶδος, ἀλλ’ οὐ καθ’ αὑτὸ καὶ ἐν τῷ λόγῳ τῆς οὐσίας αὐτῆς ὑπάρχει τὸ εἶδος, ἀλλ’ οἷον ἐπισυμβέβηκε τῇ οὐσίᾳ αὐτῆς, οὕτω δὲ καὶ τῷ ἀπείρῳ ὑπάρχει τὸ πεπερασμένον2 οὐ καθ’ αὑτό· εἰ γὰρ καὶ συνέβη τὸ ἐπ’ ἄπειρον διαιρετὸν πεπερασμένον εἶναι, οὐχ ᾗ τὸ ἄπειρον ἔχει ταύτῃ πεπέρανται, ἀλλ’ ᾗ ἐπισυμβέβηκε τῷ ἀπείρῳ τὸ πεπερασμένον. ὡς γὰρ αὐτὸς ἐφεξῆς ἐρεῖ, ἡ ὕλη ἐστὶ τοῦ μεγέθους τὸ ἄπειρον, εἰσόμεθα δὲ ἐν ἐκείνοις.
“并且自身并不是被限定的。” 因为正如质料即使接受了形式,但形式并不自身地且在其实体的定义中属于它,而仿佛是偶性地附随于其实体,有限[限定]属于无限者同样也不是自身地属于它。因为即使无限可分割者恰好是有限的,它也不是就其具有无限者而言被限定,而是就有限附随于无限者而言被限定。因为正如他自己在下文将要说的,无限者就是量度的质料,我们将在那些论述中明白这一点。
"Καὶ κατὰ πρόσθεσιν δὴ οὕτως ἄπειρον δυνάμει ἐστίν." Ἐπειδὴ ὡς ἐπὶ τοῦ κατὰ διαίρεσιν ἀπείρου τὸν λόγον ἐποιήσατο, διὰ τοῦτο προσέθηκεν ὅτι ὡσαύτως ἐροῦμεν καὶ ἐπὶ τοῦ κατὰ τὴν πρόσθεσιν ἀπείρου· ὁμοίως γὰρ ἔσται καὶ δυνάμει καὶ ἐνεργείᾳ, ὥσπερ ἐκεῖνο. διὰ τί δὲ οἱ αὐτοὶ καὶ ἐπὶ τούτου ἁρμόζουσι λόγοι, τὴν αἰτίαν ἐποιήσατο,3 ἣν ἤδη καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηκεν, αὕτη δέ ἐστιν ὅτι τὸ αὐτὸ τρόπον τινά ἐστι τῷ κατὰ τὴν διαίρεσιν. πῶς δὲ τὸ αὐτό, εἴπομεν, ὅτι μιᾷ καὶ τῇ αὐτῇ διαιρέσει τῷ μὲν προστίθεται τοῦ δὲ ἀφαιρεῖται. εἰ τοίνυν τὸ αὐτό ἐστι, τὰ αὐτὰ ἂν ἁρμόσοι καὶ ἐπ’ αὐτοῦ λέγειν. ἀλλ’ οὐ καθάπαξ τὸ αὐτό· διὰ τοῦτο γὰρ καὶ προσέθηκε τρόπον τινά. τίς οὖν ἡ διαφορά, προστίθησιν.
“而在附加方面,它也是这样在潜能上是无限的。” 既然他是就分割而言的无限者展开论述的,所以他补充说,对于附加而言的无限者,我们同样也可以这样说;因为它与前者一样,同样既在潜能上也在现实上存在。而关于为何同样的论述也适用于此者,他给出了原因,这个原因也就是他此前已经说过的,即在某种方式上它与由于分割而成者是同一的。至于如何是同一的,我们已经说过,这是由于凭借同一个单一的分割,向一方附加,而从另一方削减。因此,如果是同一的,对它陈述相同的事项也是恰当的。但这并不是完全同一的;因为正是为了这个缘故,他还补充了“在某种方式上”。那么究竟有什么区别,他接着补充说明。
- 3.147οὐ τοῦτό φαμεν ἢ ὅτι πάντα ἅμα ποτὲ ἐνεργείᾳ γενήσεται, ἢ ὅτι οὐδὲν εἶδος ἔχει ἐνεργείᾳ, ἀλλ’ ὅτι
此处 οὐ τοῦτό φαμεν 统领其后两个由 ἢ ὅτι... 引导的并列从句,表示被否定的两种错误解释(“一切形式将同时在现实中生成”与“在现实中不具有任何形式”),随后通过 ἀλλ’ ὅτι 引入肯定性的正确解释,构成“非……非……而是……”的对比结构。
- 3.148εἰ γὰρ καὶ συνέβη τὸ ἐπ’ ἄπειρον διαιρετὸν πεπερασμένον εἶναι, οὐχ ᾗ τὸ ἄπειρον ἔχει ταύτῃ πεπέρανται, ἀλλ’ ᾗ ἐπισυμβέβηκε τῷ ἀπείρῳ τὸ πεπερασμένον
在由 εἰ καὶ 引导的让步条件从句(“即使……也……”)之后,主句借助关系副词 ᾗ 与指示副词 ταύτῃ 的照应,构成了 οὐχ ᾗ... ἀλλ’ ᾗ...(“不是就……而言,而是就……而言”)的限定对比结构;主句主语承前省略了“无限可分割者”,谓语动词为 πεπέρανται。
- 3.149διὰ τί δὲ οἱ αὐτοὶ καὶ ἐπὶ τούτου ἁρμόζουσι λόγοι, τὴν αἰτίαν ἐποιήσατο
间接疑问从句 διὰ τί... ἁρμόζουσι λόγοι 被前置于句首,先取并具体说明主节谓语短语 τὴν αἰτίαν ἐποιήσατο(“他给出了原因”)所涉及的内容,形成“至于为什么同样的论述也适用于此,他给出了其原因”的倒装结构。
