- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:469.18-470.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德《物理学》206b7,菲洛波庞指出,唯有按照“固定的比例”进行分割时,向着无限的分割与增长才成立;若持续减去“固定的绝对量度”,全体必在有限次分割中耗尽,并以具体例证阐明了比例与量度之间的反向关系。
" Ἐν τῷ γὰρ πεπερασμένῳ μεγέθει ἄν λαβών τις ὡρισμένον προσλαμβάνῃ τῷ αὐτῷ λόγῳ μὴ τὸ αὐτό τι μέγεθος τῷ λόγῳ περιλαμβάνων,1 οὐ διέξεισι τὸ πεπερασμένον." Ἐπειδὴ εἶπεν ὅτι ἡ διαίρεσις ἐπ’ ἄπειρον προϊοῦσα μία οὖσα καὶ ἡ αὐτὴ τὸ μὲν ἐπ’ ἄπειρον μειοῖ τὸ δὲ ἐπ’ ἄπειρον αὔξει, οὐκ ἐπὶ πάσης δὲ διαιρέσεως τοῦτο συμβαίνει, ὥστε τὸ μὲν ἐπ’ ἄπειρον μειοῦσθαι τὸ δὲ ἐπ’ ἄπειρον αὔξεσθαι, νῦν λέγει ποία μὲν διαίρεσις ἐπ’ ἄπειρον πρόεισι ποία δὲ οὔ. ἐὰν μὲν γάρ, φησί, λαβών τι μέγεθος, οἷον πηχυαῖον, ὡρισμένον τι μόριον ἐξ αὐτοῦ τέμῃς, οἷον τὸ δέκατον ἢ τὸ ἥμισυ (ἔστω δὲ τὸ ἥμισυ), καὶ πάλιν τὸ καταλειφθέν, λέγω δὴ τὸ ἡμιπηχυαῖον, τῷ αὐτῷ λόγῳ τέμῃς, τουτέστι τῷ ἡμίσει, καὶ πάλιν τὸ καταλιμπανόμενον διχοτομῇς, καὶ τοῦτο ἐπ’ ἄπειρον ποιῇς, οὐδέποτε ἐπιλείψει ἡ διαίρεσις, ἀλλὰ τὸ μὲν ἐπ’ ἄπειρον μειωθήσεται τὸ δὲ ἐπ’ ἄπειρον αὐξήσει· ἐὰν δὲ μὴ τῷ αὐτῷ λόγῳ τέμνῃς, οἷον ἀεὶ τὸ ἥμισυ ἀφαιρῶν ἤγουν τὸ δέκατον ἢ ἄλλον τινὰ τὸν αὐτὸν λόγον, ἀλλ’ ἀεὶ ὡρισμένον τι μέγεθος ἀφαιρῇς τοῦ τεμνομένου τὸ αὐτὸ μέγεθος μὴ κατὰ τὸν αὐτὸν λόγον λαμβάνων [ἀδύνατον], καταδαπανήσεις τέμνων τὸ ὅλον, καὶ ἐπιλείψει ἡ τομή. οἷον εἰ μυρίων πηχῶν λάβῃς μέγεθος καὶ τούτου ἀφαιρῇς ἀεὶ ὡρισμένον τι μέγεθος, οἷον δακτυλιαῖον, ἐπιλείψει τὸ ὅλον τεμνόμενον, καὶ οὕτως οὔτε ἡ διαίρεσις οὔτε ἡ πρόσθεσις ἐπ’ ἄπειρον ἔσται. ἀντεστραμμένως δὲ ἔχει τῷ λόγῳ τὸ μέγεθος· ἐὰν μὲν γὰρ τὸ αὐτὸ μέγεθος ἀεὶ ἀφαιρῇς, οὐ κατὰ τὸν αὐτὸν λόγον διαιρήσεις, ἀλλὰ ἀεὶ κατὰ μείζονα λόγον, ἐὰν δὲ τὸν αὐτὸν λόγον ἐν τῇ διαιρέσει φυλάττῃς, οὐ τὸ αὐτὸ μέγεθος ἀφαιρήσεις, ἀλλὰ ἀεὶ ἔλαττον. οἷον εἰ δεκάπηχυ ξύλον εἴη καὶ ἀφέλῃς τούτου τὸ δέκατον, οἷον τὸν ἕνα πῆχυν, εἰ μὲν ἐκ τοῦ καταλειφθέντος ἀεὶ τὸ ἴσον ἀφαιρῇς μέγεθος, αὔξεις τὸν λόγον (ἐκ γὰρ τῶν ἐννέα πήχεων πῆχυν ἀφελὼν οὐκέτι τὸ δέκατον ἀφελεῖς, ἀλλὰ τὸ ἔνατον, μείζων δὲ ὁ τοῦ ἐνάτου λόγος πρὸς τὸ ὅλον ἢ ὁ τοῦ δεκάτου· ὁμοίως ἐὰν ἐκ τῶν καταλειφθέντων ὀκτὼ πήχεων τὸν πῆχυν ἀφέλῃς, πάλιν αὔξεις τὸν λόγον· ὄγδοον γὰρ ἀφείλου. καὶ οὕτως ἀεὶ ποιοῦντος ἐπιλείψει ἡ διαίρεσις),2 ἐὰν δὲ ἐκ τοῦ δεκαπήχεος ξύλου ἀφελὼν τὸν πῆχυν, τουτέστι τὸ δέκατον, ἐκ τῶν καταλειφθέντων ἐννέα πηχῶν τὸν αὐτὸν λόγον ἀφελεῖν βουλήσῃ, οὐκέτι πηχυαῖον ἀφαιρήσεις μέγεθος, ἀλλ’ ἧττον· καὶ οὕτως ἀεὶ ποιῶν τὸν αὐτὸν μὲν φυλάττων λόγον ἐν τῇ τομῇ, οὐ τὸ αὐτὸ δὲ μέγεθος ἀφαιρῶν, οὐδέποτε καταδαπανήσεις τὸ ὅλον.
“因为在有限的量度中,如果有人取来一个已被限定的[部分],并按照同一比例继续摄取,而不是在比例中包含着同一个量度,他就不会遍历耗尽这有限者。” 既然他说过,向着无限进行的分割作为同一个单一的分割,使一方无限地减少而使另一方无限地增加,但并非在一切分割中都会发生这种情况——即一方无限减少而另一方无限增加——所以他现在说明哪种分割会向着无限进行,而哪种则不会。因为他说,如果你取来某个量度,比如一肘长,并从其中切下一个已被限定的部分,例如十分之一或二分之一(假设是二分之一),然后再以同一比例切割留存下来的部分,我指的是半肘长的部分,也就是按二分之一来切,接着再次将余下的部分二等分,并且无限地这样做,分割就绝不会穷尽,而是一方将无限减少,另一方将无限增加;但如果你不是按照同一比例切割——比如总是拿走二分之一,或者十分之一或其他某个相同的比例——而是总是从被切割者中拿走某个已被限定的量度,在不依照同一比例的情况下取来相同的量度[这是不可能的],你就会通过切割而耗尽全体,切分也会穷尽。例如,如果你取来一万肘的量度,并且总是从中拿走某个已被限定的量度,比如一指宽,被切割的全体就会穷尽,这样一来,分割和附加就都不会是向着无限的。然而量度与比例是反向相关的;因为如果你总是拿走相同的量度,你就不是按照同一比例进行分割,而是总是按照更大的比例进行分割;但如果你在分割中保持相同的比例,你所拿走的就不是相同的量度,而是总是更小的量度。例如,如果有一根十肘长的木料,你从中拿走十分之一,比如一肘,倘若你总是从留存下来的部分中拿走相等的量度,你就会增大比例(因为从九肘中拿走一肘,你拿走的就不再是十分之一,而是九分之一,而九分之一相对于全体的比例大于十分之一的比例;同样地,如果你从余下的八肘中拿走那一肘,你将再次增大比例,因为你拿走的是八分之一;如果一个人一直这样做,分割就会穷尽);但另一方面,如果你从十肘长的木料中拿走一肘即十分之一后,打算从留存下来的九肘中拿走相同的比例,你所拿走的就不再是一肘的量度,而是更小的量度;这样一直做下去,在切分中保持相同的比例而不拿走相同的量度,你就绝不会耗尽全体。
- 3.146μὴ τὸ αὐτό τι μέγεθος τῷ λόγῳ περιλαμβάνων
亚里士多德引文中的 τῷ λόγῳ 是呼应前文 τῷ αὐτῷ λόγῳ 的限制与格,意为“在比例中并不包含同一量度”。当每次按相同比例从剩余部分中切取时,所得绝对量度必然递减,因此“比例(λόγος)相同”与“量度(μέγεθος)同一”在此互为逆相关而不能并存。
- 3.146καὶ οὕτως ἀεὶ ποιοῦντος ἐπιλείψει ἡ διαίρεσις
ποιοῦντος 是无明确主语的独立属格结构,隐含泛指的逻辑主语(“如果有人一直这样做”)。主句的主语则是 ἡ διαίρεσις(分割)。
