- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:46.25-47.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞通过里拉琴的和声与人体器官的比喻,阐明全体如何在作为其部分的总和时与部分同一、又如何作为生成的新形式而与部分相异,进而解释这一疑难虽然表面上游离于主题之外,实际上对于亚里士多德关于连续者的论证却是不可或缺的前提。
οἷόν τι λέγω· ἐὰν τῆς κιθάρας ἑκάστην χορδὴν ἰδίᾳ ἐντείνῃ τοσοῦτον, ὅσον εἰς τὴν Λύδιον τυχὸν ἁρμονίαν συντελέσαι,1 εἶτα πᾶσαι κεχωρισμέναι ὦσι καὶ μὴ εἰς ἓν συνηρμοσμέναι, ἑκάστη μὲν δηλονότι καθ’ ἑαυτὴν τὸν ἴδιον ἦχον ἀποτελεῖ, ἡ μέντοι ἁρμονία ἡ μετὰ τὴν σύνοδον πασῶν τῶν χορδῶν ἐκ τοῦ ἤχου πασῶν ἀποτελουμένη ἑτέρα ἐστὶ δηλονότι τοῦ ἤχου πασῶν τοῦ πρὶν συνελθεῖν αὐτάς· ἡ γὰρ συνδρομὴ πασῶν ἀπετέλεσέ τι εἶδος, ὃ μὴ ἦν ἐν πᾶσι τοῖς κατὰ μέρος μήπω συνελθοῦσιν. οὕτω μὲν οὖν ἡ ὁλότης τῆς ἁρμονίας ἑτέρα τῶν ἤχων πάντων τῶν κατὰ μέρος, κἂν ἅμα ἠχῶσι διεστηκότες ἀλλήλων, ἡ αὐτὴ δὲ τῷ μηδὲν ἕτερον παρὰ τὰς κατὰ μέρος ἀπηχήσεις συνελθεῖν εἰς τὸ ἀποτελέσαι τὸ εἶδος τῆς ἁρμονίας. οὕτως καὶ ἐπὶ ἀνθρώπου, εἰ νοήσαις τὰ μόρια αὐτοῦ διεσπασμένα, ἕκαστον μέντοι τὴν ἰδίαν ἔχον ἐνέργειαν (οἷον τὸν ὀφθαλμὸν τὴν ὀφθαλμοῦ καὶ χεῖρα ὁμοίως καὶ τὰ λοιπά), τούτων πάντων διῃρημένων ὄντων τὸ ἐκ τῆς πάντων συνδρομῆς ἀποτελεσθὲν εἶδος ἕτερόν ἐστι. λεχθείη δ’ ἂν πάλιν καὶ ταὐτόν, ἐπεὶ μηδὲν ἄλλο παρὰ τὰ καθ’ ἕκαστον μέρη καὶ τὰς ἰδίας αὐτῶν ἐνεργείας συνέρχεται εἰς τὸ ἀποτελέσαι τὴν ὁλότητα τοῦ εἴδους· ἐκ γὰρ τῆς τῶν κατὰ μέρος ἐνεργείας 〈ἡ〉 κοινὴ τοῦ ζῴου ἐνέργεια ἀποτελεῖται. Ἴσως δὲ οὐ πρὸς τὸν λόγον, ἀλλ’ αὐτὴν καθ’ αὑτήν. πῶς δοκεῖ μὴ πρὸς τὸν προκείμενον λόγον ἡ ἀπορία ἡ περὶ τοῦ ὅλου; καὶ εἰ μηδὲν πρὸς τὸν προκείμενον, τί αὐτῆς μέμνηται; δόξει μὲν οὖν μὴ εἶναι πρὸς τὸ προκείμενον, διότι ζητουμένου τοῦ πότερον ἓν τὸ ὂν ἢ οὔ, καὶ εἰρημένου2 ‘εἰ ὡς συνεχὲς εἴη ἕν, ἐπειδὴ τὸ συνεχὲς ἐπ’ ἄπειρον διαιρετόν, πολλὰ ἔσται’, οὔτε πρὸς κατασκευὴν τούτου, οὔτε πρὸς ἀνασκευὴν λυσιτελήσει ἡμῖν ἡ περὶ τοῦ ὅλου καὶ τῶν μερῶν ἀπορία. εἴτε γὰρ ταὐτὸν εἴη, οὐ παρὰ τοῦτο ἓν τὸ ὄν (δύναται γὰρ καὶ οὕτως ἐπ’ ἄπειρα διαιρεθῆναι), εἴτε μὴ εἴη ταὐτὸν ἀλλ’ ἕτερον, ἤδη διὰ τοῦτο πολλὰ τὰ ὄντα, εἰ μὴ ὡς διαιρετὸν αὐτὸ εἶναι λάβωμεν. καὶ ὅλως τὸ ἀπορεῖν εἴτε ταὐτὸν τοῖς μέρεσιν, εἴτε ἕτερον, οὐ δοκεῖ τοῦ παρόντος λόγου οἰκεῖον εἶναι. διὰ τί δὲ αὐτῆς μέμνηται καὶ πῶς ἔχει σχέσιν τινὰ πρὸς τὴν προκειμένην θεωρίαν, εἴπομεν ἐν τῇ ἀρχῇ. καὶ ὅλως ἐπειδὴ τῆς εἰς τὰ μέρη τοῦ συνεχοῦς διαιρέσεως ἐμνήσθη, οὐκ ἀπηρτημένη τοῦ προκειμένου ἡ τοιαύτη ζήτησις·3 τὸν γὰρ λέγοντα διαιρεῖσθαί τι εἰς μέρη, δεῖ ἔννοιαν ἔχειν τῆς τε τοῦ ὅλου φύσεως καὶ τῆς τῶν μερῶν.
我的意思是这样的:如果有人把里拉琴的每一根弦各自紧绷到足以构成比方说吕底亚调式的程度,而随后它们全部分开而没有协调为一体,显然每一根弦各自发出其固有的声音,然而在所有弦汇合之后由所有〔弦的〕声音所产生出来的调式,显然不同于它们汇合之前所有弦的声音;因为所有弦的一致产生出了某种形式,而这种形式在尚未汇合的所有个别部分之中是不存在的。因此,一方面,调式的全体性不同于所有个别的声音,即使它们彼此分离却同时发声;但另一方面,由于除个别回响之外没有任何其他东西汇合来产生调式的形式,它又是同一的。在人的情形中也是如此,如果你设想他的各个器官被撕裂分离,而每一个器官却仍具有其固有的活动(例如眼睛具有眼睛的活动,手同样具有手的活动,其余部分亦然),在所有这些都被分割的情况下,由所有器官的一致所产生出来的形式是不同的。但反过来它也可以被说成是同一的,因为除各个部分及其固有的活动之外,没有任何其他东西汇合来产生形式的全体性;因为由个别部分的活动产生出了动物的共同活动。 “也许不是针对论证,而是就其自身而言的。”关于全体的疑难怎么会看起来不是针对所提出的论证呢?而且如果它与所提出的论证毫无关系,他为什么还要提到它呢?它之所以看来不属于所提出的论题,是因为当探究存在者是一还是不是,并且已经说到“如果它是作为连续者为一,既然连续者可无限分割,它将是多”时,关于全体与诸部分的疑难对于确立这一点或反驳这一点都对我们毫无益处。因为无论它是同一的,存在者并不因此就是一(因为即使如此它也能被分割至无限),还是它并非同一而是不同的,即便我们不把存在者把握为可分的,存在者们也已经因此而成为多了。而且大体而言,探讨它是与诸部分同一还是不同,看来并不属于当前的论证。至于他为什么提到它,以及它如何与所提出的考察具有某种关联,我们在开端处已经讲过了。并且总的来说,既然他提到了连续者向诸部分的分割,这样的探究就并非脱离了所提出的论题;因为断言某物分割为诸部分的人,必须对全体的本性和诸部分的本性都具有概念。
- 1.25ὅσον εἰς τὴν Λύδιον τυχὸν ἁρμονίαν συντελέσαι
此处是由相关代词 τοσοῦτον(“达到如此程度”)引导 ὅσον 搭配不定式(συντελέσαι)构成的表结果或程度的结构(“足以构成……”)。τυχόν 作为插入副词,意为“比方说”或“例如”。
- 1.25ζητουμένου τοῦ πότερον ἓν τὸ ὂν ἢ οὔ, καὶ εἰρημένου
在由 διότι 引导的原因从句内部,两个属格独立结构(ζητουμένου τοῦ... 与 εἰρημένου [τοῦ...])并列。两个中性单数分词均作非人称用法,分别以间接疑问句和直接引语作为其实质上的主语。
- 1.25οὐκ ἀπηρτημένη τοῦ προκειμένου ἡ τοιαύτη ζήτησις
这是一个省略了系动词 ἐστί 的名词句。完成时被动分词 ἀπηρτημένη(底本印作 ἀνηρτημένη(误植);源自动词 ἀπαρτάω,意为脱离、分离)带分离属格 τοῦ προκειμένου(“脱离所提出的主题”),意为“这样的探究并未与所提出的论题相脱节”。
