← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§468.8-469.17

从部分的存续与消灭看无限的样态及分割与付加

斐洛庞诺斯探讨了时间和人类中的无限者(所取部分消灭)与量度分割中的无限者(部分存续)之间的差异,阐明了依分割而言的无限与依付加而言的无限是同一过程的正反两面,并对“已被限定者”一词做出了阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.142

" Ἔτι τὸ εἶναι πλεοναχῶς λέγεται." Ἐντεῦθεν μέχρι τοῦ “ἀλλ’ ἀεί γε ἕτερον καὶ ἕτερον” οὐκ ἔστιν ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων· τὰ αὐτὰ γάρ εἰσι τοῖς εἰρημένοις ἀπαραλλάκτως· περιγραπτέον οὖν αὐτά.1

“此外,‘存在’是在多种意义上被言说的。” 从这里直到“但又总是互不相同的”,在更精确的抄本中并不存在;因为它们与已经说过的话丝毫不差地相同;因此应当将它们删除。

§3.143

"Ἀλλ’ ἐν τοῖς μεγέθεσιν ὑπομένοντος τοῦ ληφθέντος τοῦτο συμβαίνει, ἐπὶ τοῦ χρόνου δὲ καὶ τῶν ἀνθρώπων φθειρομένων.2" Εἰπὼν τὴν κοινωνίαν τοῦ ἀπείρου τοῦ ἐν τῷ μεγέθει καὶ τῷ ἀριθμῷ, λέγω δὴ τοῦ κατὰ τὴν διαίρεσιν καὶ τὴν αὔξησιν, βούλεται νῦν τὴν διαφορὰν αὐτῶν εἰπεῖν. καί φησιν ὅτι ἐπὶ μὲν τοῦ χρόνου καὶ τῶν ἀνθρώπων τὸ ληφθὲν τοῦ ἀπείρου μέρος φθείρεται καὶ οὐχ ὑπομένει (ἐφθάρη γὰρ πᾶς ὁ παρεληλυθὼς χρόνος καὶ οἱ ἄνθρωποι), ἐπὶ δὲ τῆς διαιρέσεως τῶν μεγεθῶν οὐ φθείρεται τὰ λαμβανόμενα τμήματα, ἀλλ’ ὑπομένει, ὅθεν καὶ προστίθεται ἀντεστραμμένως θατέρῳ μορίῳ τοῦ διαιρουμένου.

“但在量度中,这是在所取的部分保持存续时发生的,而在时间和人类的情形中,则是在[它们]消灭时[发生的]。” 在阐明了量度中的无限者与数中的无限者的共通之处——我指的是依分割而言的和依增长而言的——之后,他现在打算陈述它们的差异。他说,在时间和人类的情形中,无限者被取来的部分消灭而不存续(因为所有过去的时间和人类都已经消灭了),但在量度的分割中,被取来的各个切段并不消灭,而是存续下来,由此它们也被反向地添加到被分割者的另一部分上。

§3.144

"Τὸ δὲ κατὰ πρόσθεσιν τὸ αὐτό ἐστί πως καὶ τὸ κατὰ διαίρεσιν." Εἰπὼν τήν τε κοινωνίαν καὶ τὴν διαφορὰν τοῦ χρόνου καὶ τῶν ἀνθρώπων (ἀνθρώπους δὲ ὅταν εἴπω, ἁπλῶς πάντα τὰ ἄτομά φημι, τά τε ἐπὶ τῶν ἐμψύχων καὶ τῶν ἀψύχων, ἐκ τοῦ κρείττονος πάντα περιλαμβάνων), εἰπὼν οὖν τοῦ ἀπείρου τοῦ ἐν τούτοις τήν τε κοινωνίαν καὶ τὴν διαφορὰν3 πρὸς τὸ ἐν τοῖς μεγέθεσι κατὰ διαίρεσιν ἄπειρον, ἐπειδὴ ἔστι καὶ τὸ κατὰ αὔξησιν ἄπειρον, διὰ τοῦτό φησιν ὅτι τοῦτο σχεδὸν ταὐτόν ἐστι τῷ κατὰ τὴν διαίρεσιν. ἐὰν γὰρ λάβω πεπερασμένον τι μέγεθος, εἶτα τοῦτο διέλω δίχα, προκόψω δὲ τῇ διχοτομίᾳ ἐπὶ θάτερον, ἐφ’ ὅσον κατὰ θάτερον ἡ διαίρεσις γίνεται, ἐπὶ τοσοῦτον ἡ πρόσθεσις κατὰ θάτερον. εἰ οὖν ἡ διαίρεσις ἐπ’ ἄπειρον, καὶ ἡ πρόσθεσις ἂν εἴη ἐπ’ ἄπειρον, ἀλλ’ ἀντεστραμμένως· ὃ γὰρ ἀφαιροῦμεν ἐκείνου, τούτῳ προστίθεμεν. ὥστε ταὐτόν πως τὸ κατὰ διαίρεσιν ἄπειρον τῷ κατὰ πρόσθεσιν· ἐν μιᾷ γὰρ καὶ τῇ αὐτῇ διαιρέσει ἄμφω γίνεται.

“而依附加而言的〔无限者〕在某种意义上与依分割而言的是同一的。” 在阐明了时间和人类的共通之处与差异——当我说人类时,我指的是一切个体事物,无论是属有灵魂的还是无灵魂的,从优胜者出发包揽全部——在阐明了这些事物中的无限者相对于量度中依分割而言的无限者的共通之处与差异之后,既然也存在依增长而言的无限者,因此他说,这与依分割而言的几乎是同一的。因为如果我取来某个有限的量度,接着将其二等分,并在一半上推行二分法,那么在一半上发生分割达到多大程度,在另一半上发生附加也就达到多大程度。因此,如果分割是向着无限的,附加也将是向着无限的,但却是反向的;因为凡我们从那一部分拿走的,我们就加到这一部分上。因此,依分割而言的无限者在某种意义上与依附加而言的是同一的;因为两者都是在同一次分割中发生的。

§3.145

"Ταύτῃ προστιθέμενον φαίνεται πρὸς τὸ ὡρισμένον." Ὡρισμένον ἐκάλεσε τὸ ἥμισυ τοῦ μεγέθους τὸ ἄτμητον μεῖναν, ἤτοι διὰ τὸ ἀδιαίρετον μένειν, ἢ ὅτι εἰ καὶ ἐπ’ ἄπειρον ἔχει τὴν αὔξησιν, ἀλλ’ οὖν ἀδύνατον παντὸς ὑπερβαλεῖν μεγέθους4 τὸ αὐξόμενον, ἀλλ’ ἔστι τι μεῖζον μέγεθος· οὐ γὰρ ὥσπερ τὸ ἐλάχιστον οὐκ ἔστι λαβεῖν, ἀλλ’ ἐπ’ ἄπειρον πρόεισι τὸ μειούμενον, οὕτω καὶ τὸ μεῖζον ἐπ’ ἄπειρον πρόεισιν, ἀλλ’ ὥρισται τὸ μεῖζον ἐν τῷ παντὶ σῶμα, ὁ κόσμος. καὶ διὰ τοῦτο οὖν ὡρισμένον ἐκάλεσε τὸ αὐξόμενον.

“以这种方式,它显得是被附加到已被限定者之上的。” 他把未被切分而留存下来的那一半量度称为“已被限定者”,这要么是因为它保持为未被分割的,要么是因为即使它具有向着无限的增长,然而增长着的东西却不可能超出一切量度,而是存在某种更大的量度;因为并不像无法取来最小者、减少着的东西向着无限进行那样,更大的东西也向着无限进行,而是在全体中最大的物体即宇宙乃是已被限定的。因此,他也由于这个原因把增长着的东西称为“已被限定者”。

语法注4 条
  1. 3.142περιγραπτέον οὖν αὐτά

    动形容词 περιγραπτέον 采用中性单数的无人称用法,支配宾格 αὐτά 作为其直接宾语,表示文献校勘上判定该段重复文字“应当删除/作括注”。

  2. 3.143ἐπὶ τοῦ χρόνου δὲ καὶ τῶν ἀνθρώπων φθειρομένων

    对应前句中的独立属格结构(ἐν τοῖς μεγέθεσιν ὑπομένοντος τοῦ ληφθέντος),此处的复数现在分词 φθειρομένων 用作独立属格,其逻辑主语取自介词 ἐπί 所支配的名词 τοῦ χρόνου καὶ τῶν ἀνθρώπων(或其被取来的部分),句末承前省略了谓语动词 συμβαίνει τοῦτο。

  3. 3.144εἰπὼν οὖν τοῦ ἀπείρου τοῦ ἐν τούτοις τήν τε κοινωνίαν καὶ τὴν διαφορὰν

    句首的分词短语 Εἰπὼν τήν τε κοινωνίαν... 被长插入句(ἀνθρώπους δὲ ὅταν εἴπω... περιλαμβάνων)打断后,借助连词 οὖν 重新接续,形成复述再开结构(resumptive)。整个长句的骨干为 εἰπὼν οὖν ... διὰ τοῦτό φησιν ὅτι ...。

  4. 3.145παντὸς ὑπερβαλεῖν μεγέθους

    动词 ὑπερβάλλω 通常作及物动词支配宾格,但在此处表示“超越、胜过”,因而支配表比较的属格 παντὸς μεγέθους。后文的宾格分词 τὸ αὐξόμενον 则充当不定词 ὑπερβαλεῖν 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:468.8-469.17