← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§466.10-468.7

无限者的共通性与过去时间非无限的证明

斐洛波诺斯注解亚里士多德《物理学》206a25,确立了时间、人类和量度分割中无限者的共通特征(即逐一取来有限的部分),进而论证若假定过去的时间为无限,则会导致现实无限的遍历、增长与倍增等荒谬后果,以此论证世界在时间上必有开端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.141

" Καὶ ἄλλως δὲ ἔν τε τῷ χρόνῳ δῆλον τὸ ἄπειρον καὶ ἐπὶ τῶν ἀνθρώπων καὶ ἐπὶ τῆς διαιρέσεως τῶν μεγεθῶν." Εἰπὼν πῶς ἔστι τὸ ἄπειρον, ὅτι τῷ γίνεσθαι ἀπὸ μέρους, ὅπερ ἐπί τε τῆς τῶν μεγεθῶν διαιρέσεως συμβαίνει καὶ ἐπὶ τοῦ χρόνου καὶ τοῦ ἀριθμοῦ (αὔξεται γὰρ καὶ ὁ χρόνος καὶ καθόλου ὁ ἀριθμὸς δυνάμει ἐπ’ ἄπειρον, ἐνεργείᾳ δὲ οὐδέποτε, ὥσπερ καὶ ἡ τῶν μεγεθῶν διαίρεσις), ἀλλ’ ἔχουσί τινα, φησί, ταῦτα διαφορὰν πρὸς ἄλληλα· ἐπί τε γὰρ τῶν ἀνθρώπων καὶ τοῦ χρόνου, φησίν, ἐπ’ ἄπειρον αὐξομένων ἄλλως τὸ ἄπειρον ὑπάρχει καὶ ἄλλως ἐπὶ τῆς τῶν μεγεθῶν διαιρέσεως. εἶτα προθέμενος εἰπεῖν τὴν διαφορὰν αὐτῶν, πρότερον τὴν κοινωνίαν ἐκτίθεται, εἶτα τὴν διαφορὰν αὐτῶν· καί φησιν ὅλως μὲν γὰρ οὕτως ἐστὶ τὸ ἄπειρον τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμβανόμενον εἶναι μὲν ἀεὶ πεπερασμένον, ἀλλ’ ἀεί γε ἕτερον καὶ ἕτερον. τουτέστι καθόλου καὶ κοινῶς ἐν οἷς ὑπάρχει τὸ ἄπειρον, εἴτε ἐν ἀριθμοῖς εἴτε ἐν μεγέθεσιν, οὕτως ὑπάρχει οὐ τῷ ἅμα παρεῖναι, ἀλλὰ τῷ ἀεὶ ἕτερον καὶ ἕτερον αὐτοῦ μόριον λαμβάνεσθαι, καὶ ἀεὶ τὸ ληφθὲν πεπερασμένον μὲν εἶναι, οὐδέποτε δὲ τὸ αὐτὸ ἀλλ’ ἀεὶ ἄλλο καὶ ἄλλο. τοῦ γὰρ ἀριθμοῦ αὐξομένου ἀεὶ ἄλλο καὶ ἄλλο ἔστι λαβεῖν μόριον, οἷον τὸ εʹ τὸ ρʹ καὶ ἐφεξῆς, καὶ οὔτε ὅλον ἅμα ἔστι λαβεῖν, οὔτε δὶς τὸ αὐτὸ μόριον. ὁμοίως δὲ καὶ ἐπὶ τῆς διχοτομίας ἅμα μὲν ὅλον τεμεῖν ἀδύνατον, ἀλλ’ ἀεὶ μὲν ἕτερον καὶ ἕτερόν ἐστι τὸ τεμνόμενον, καὶ τὰ τμηθέντα πάντα πεπερασμένα μόρια. ἡ μὲν οὖν κοινωνία αὕτη. ἀπορήσειε δ’ ἄν τις πρὸς τὸν λόγον, πῶς φησιν ἀεὶ τὸ λαμβανόμενον τοῦ ἀπείρου μόριον πεπερασμένον εἶναι. ἐπὶ μὲν γὰρ τοῦ ἀριθμοῦ καὶ τῆς διαιρέσεως τῶν μεγεθῶν ἀρχομένων ἀπὸ μονάδος ἀληθὴς ὁ λόγος (ἀεὶ γὰρ πεπερασμέναι καὶ αἱ τομαὶ τοῦ μεγέθους, καὶ αἱ μονάδες τοῦ ἀριθμοῦ), ἐπὶ δὲ τοῦ χρόνου καὶ τῶν ἀνθρώπων οὐκέτι· εἰ γὰρ ἀΐδιος ὁ κόσμος, οὐ πᾶν μόριον οὔτε τῆς ἀπειρίας τοῦ χρόνου οὔτε τοῦ ἀριθμοῦ τῶν ἀνθρώπων λαμβανόμενον πεπερασμένον ἐστίν. ἐὰν γοῦν λάβω πάντα τὸν γενόμενον χρόνον μέχρι σήμερον ἢ πάντας τοὺς ἀνθρώπους, οὐκ ἂν εἴη ὁ τούτων ἀριθμὸς πεπερασμένος, μέρους ὄντων τῶν καθ’ ἑαυτὰ ἀπείρων. ἢ τοίνυν οὐκ ἄναρχος ὁ κόσμος, ἵνα μὴ ἄπειρος ᾖ ἐπὶ θάτερα ὁ χρόνος καὶ ὁ τῶν ἀνθρώπων ἀριθμὸς καὶ ἐξῇ λαμβάνειν ἡμῖν τοῦ ἀπείρου μόριόν τι καὶ αὐτὸ ἄπειρον, ἢ καὶ ἐπὶ θάτερα καίτοι ἀδυνάτου ὄντος1 ἢ κατὰ ἀριθμὸν ἐπὶ θάτερα λαμβάνειν ἄπειρον ἢ κατὰ τὴν διαίρεσιν τῶν μεγεθῶν· εἰ γὰρ ἀριθμὸν ἐξὸν λαβεῖν ἐπὶ θάτερα ἄπειρον, διεξιτητὸν ἂν εἴη τὸ ἄπειρον (πᾶς γὰρ ἀριθμὸς ἀπὸ μονάδος ἄρχεται, καὶ μόνως τὸ ἄπειρον ἐπὶ τοῦ ἀριθμοῦ κατὰ θάτερον), καὶ ἄλλως τοῦ Ἀριστοτέλους συμφώνως τῷ ἐπὶ τῶν ἀριθμῶν συμβαίνοντι λέγοντος, ὅτι ἀεὶ τὸ ληφθὲν τοῦ ἀπείρου πεπερασμένον ἐστί. εἰ οὖν λέγοι τις ὅτι ἐξὸν λαβεῖν τὸ κατὰ θάτερον ἄπειρον, οὐδὲν ἄλλο λέγει ἢ ὅτι ἐξὸν ἄπειρον ἀριθμὸν ἐνεργείᾳ γενέσθαι· ἀναποδίζοντος γὰρ ἀπὸ τοῦ ἐνεστῶτος ἐνιαυτοῦ ἐπὶ τὸ παρεληλυθὸς εὑρίσκω2 ὅτι ἄπειρός τις ἀριθμὸς ἐνιαυτῶν κατ’ ἐνέργειαν ἐκβέβηκε. καίτοι ἀδύνατον οὐ μόνον ἡμῖν, ἀλλὰ καὶ τῇ φύσει, ἄπειρόν τινα διεξελθεῖν ἀριθμόν· ἀδιεξίτητον γὰρ κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ ἄπειρον. καὶ εἰ τὸ ἐπὶ θάτερον ἄπειρον ἐνδέχεται ἐκβῆναι ἐνεργείᾳ, διὰ τί μὴ καὶ τὸ ἐπὶ θάτερον; καὶ συμβήσεται δὲ οὐ μόνον πολλαπλασιάζεσθαι τὸ ἄπειρον, ἀλλὰ καὶ ἀεὶ αὔξεσθαι καὶ ἄπειρον ἀπείρου μεῖζον εἶναι. τοῦ γὰρ ἀριθμοῦ τῶν ἐνιαυτῶν ἀπείρου ὄντος, ὁ τῶν μηνῶν ἀριθμὸς πολλαπλασιάζει τὸ ἄπειρον· δωδεκάκις γὰρ ἕξει τὸ ἄπειρον. ἀλλὰ μὴν ὁ τῶν ἡμερῶν πολλῷ πλέον, ὁ δὲ τῶν ὡρῶν ἔτι πολὺ μᾶλλον. καίτοι ἀδύνατον πολλαπλασιάζεσθαι τὸ ἄπειρον. ἀλλὰ μὴν καὶ αὔξεσθαι καθ’ ἑκάστην συμβαίνει τὸν τοῦ ἀπείρου ἀριθμὸν τῇ γενέσει τοῦ χρόνου. εἰ τοίνυν ἀδύνατον ἢ αὔξεσθαι ἢ πολλαπλασιάζεσθαι τὸ ἄπειρον, ἢ ἐνεργείᾳ ἄπειρον ἀριθμὸν γενέσθαι, ἀδύνατον ἄναρχον εἶναι τὸν χρόνον. ταῦτα μὲν διὰ τὸ εἰπεῖν Ἀριστοτέλην, ὅτι ἀεὶ τὸ λαμβανόμενον τοῦ ἀπείρου πεπερασμένον ἐστί, καὶ ἀληθῶς γε λέγειν· τῇ γὰρ ἑαυτοῦ φύσει τὸ ἄπειρον ἀδιεξίτητον.

“此外,无论在时间中,在人类的情形中,还是在量度的分割中,无限者都以另一种方式显得清楚。” 在说明了无限者如何存在——即通过逐部分地生成而存在,这既发生在量度的分割中,也发生在时间和数中(因为时间以及一般的数都在潜能上向着无限增长,但在现实活动中却绝不,正如量度的分割一样)——之后,他说,这些事物彼此之间具有某种差异。因为他说,在向着无限增长的人类和时间的情形中,无限者以一种方式存立,而在量度的分割中则以另一种方式存立。接着,他打算阐明它们的差异,便首先陈明它们的共通之处,然后陈明它们的差异。他说:总括而言,无限者便是由于始终取来不同的部分,且所取的部分始终是有限的、但又总是互不相同的,从而以这种方式存在的。也就是说,在无限者所存立的事物中,无论在数中还是在量度中,总体且共同地,它都不是由于一举同时全在而存立,而是由于始终取来它不同的部分,且被取的部分始终是有限的,却绝非同一者,而始终是一个接一个不同的,从而以这种方式存立。因为当数增长时,始终可以取来不同的部分,例如5、100以及接续者,既不可能同时取来全体,也不可能两次取来同一部分。同样在二分法中,不可能同时将全体分割开来,被分割的部分始终是各不相同的,且所有被分割的部分都是有限的部分。共通之处固然就是这般。但人们可能会对这一论点提出疑难:他怎么能说被取来的无限者的部分始终是有限的?因为在始于单位的数以及量度分割的情形中,这一论点固然是真切的(因为量度的各个切分和数的各个单位始终是有限的),但在时间和人类的情形中却不再如此。因为如果世界是永恒的,那么无论是时间的无限性中被取来的部分,还是人类的数目中被取来的部分,就并非全都是有限的。至少,如果我取来截至今天为止所生成的所有时间或所有人类,这些事物的数目就不会是有限的,因为它们属于自身即无限者的一部分。因此,要么世界并非无始的,免得时间以及人类的数目在单方向上是无限的,且免得我们能够把无限者的某个部分本身也作为无限者取来;要么尽管无论在数中还是在量度的分割中在单方向上取来无限者都是不可能的,[却仍主张]在单方向上也可以[取来无限者]。因为如果允许在单方向上取来无限的数,无限者就将是可遍历的(因为所有的数都始于单位,而在数的情形中无限者仅存在于单方向上),况且亚里士多德也契合于数中所发生之事而说“无限者所被取来的始终是有限的”。所以,如果有人说允许取来单方向上的无限者,他所说的无非是允许一个无限的数在现实活动中生成;因为从现今年份向过去倒推,我发现有某种无限数量的年份已在现实活动中实现了出来。然而,不仅对我们而言,而且对自然而言,遍历某个无限的数都是不可能的;因为无限者按其自身本性而言乃是不可遍历的。并且,如果在单方向上的无限者可以在现实活动中实现出来,为什么在另一方向上的就不行呢?而且不仅将导致无限者被倍增,还将导致它始终在增长,以及一个无限者大于另一个无限者。因为在年份的数目是无限的情况下,月份的数目将倍增这一无限者;因为它将具有十二倍的无限者。而日子的数目更是多得多,钟头的数目还要更多。然而无限者被倍增是不可能的。不仅如此,随着时间的生成,无限者的数目每天都在增长,这种情况也会发生。因此,如果无限者既不可能增长,也不可能被倍增,或者无限的数不可能在现实活动中生成,那么时间是无始的便是不可能的。这些推论是由于亚里士多德说了“无限者所被取来的始终是有限的”,并且这确实是真理;因为无限者因其自身本性而言乃是不可遍历的。

语法注2 条
  1. 3.141ἢ τοίνυν οὐκ ἄναρχος ὁ κόσμος ... ἢ καὶ ἐπὶ θάτερα καίτοι ἀδυνάτου ὄντος

    由 ἢ τοίνυν ... ἢ ... 构成的析取句式。前一分句提出“世界并非无始”(οὐκ ἄναρχος ὁ κόσμος),并带有引导目的/结果的 ἵνα μή 从句;后一分句(ἢ καὶ ἐπὶ θάτερα...)在让步性属格绝对结构(καίτοι ἀδυνάτου ὄντος...)之后,承前省略了谓语短语(即从前文补出 ἐξῇ λαμβάνειν ἡμῖν,“允许我们取来无限者”)。

  2. 3.141ἀναποδίζοντος γὰρ ἀπὸ τοῦ ἐνεστῶτος ἐνιαυτοῦ ἐπὶ τὸ παρεληλυθὸς εὑρίσκω

    现在时分词 ἀναποδίζοντος 构成未明指主语的属格绝对结构,表示一般的主体(“当人们倒推时”),随后与第一人称单数主述动词 εὑρίσκω(“我发现”)相呼应,实际上指说话者本人的思维推演。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:466.10-468.7