← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§464.8-466.9

关于无限者的裁决及其在生成中的潜能存在

阐释亚里士多德关于完全否定无限者将导致荒谬因而需要裁决者的论述(206a9–23),斐洛庞奴斯确立了量度的无限可分性,并解释了无限者的潜能存在不同于青铜成为塑像,而是如同日子或赛会那样,在生成过程中逐部分得以现实化,同时始终保持在潜能之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.136

" Ὅτι δὲ εἰ μή ἐστιν ἄπειρον μηδὲ ἄλλως, πολλὰ ἀδύνατα συμβαίνει, δῆλον." Τὸ μὲν οὖν κατὰ μέγεθος ἄπειρον δέδεικται ὅτι οὐκ ἐνδέχεται εἶναι, εἰ δὲ κατὰ ἄλλον, φησί, μηδένα τρόπον ἐνδέχεται εἶναι τὸ ἄπειρον, πολλὰ ἀδύνατα συμβήσεται.

“然而,如果无限者在任何其他方式下也都不存在,便导致许多不可能的情形,这是显而易见的。” 在量度上无限者不可能存在,这一点已被证明;但他指出,如果无限者在任何其他方式下也都不可能存在,便将导致许多不可能的情形。

§3.137

"Ὅταν δὲ διωρισμένων οὕτως μηδετέρως φαίνηται ἐνδέχεσθαι, διαιτητοῦ δεῖ." Ὅταν, φησί, καὶ τὸ μὴ εἶναι τὸ ἄπειρον εὔλογον φαίνηται, ὁμοίως δὲ καὶ τὸ εἶναι, διαιτητοῦ τοῖς λόγοις δεῖ τὴν ἐν ἑκάστῳ ἀλήθειαν καὶ τὸ ψεῦδος διακρίνοντος.1 καὶ δῆλον ὅτι πῶς μέν ἐστι πῶς δὲ οὔ. εἰ γὰρ μὴ κατά τι μὲν ἦν τὸ ἄπειρον κατά τι δὲ οὔ, οὐκ ἂν ἐδόκει ἑκάτερος τῶν λόγων ἔχειν τὸ εὔλογον.

“而当按这样被规定后,无论在哪一种方式下看来都是不可能的,便需要一位裁决者。” 他说,当无限者之不存在看来是合情合理的,同样其存在也看来是合情合理的,便需要一位对这些论据进行裁决的裁决者,来辨别每一个论据中的真与假。而且显而易见的是,它在某种意义上存在,而在某种意义上不存在。因为如果无限者不是在某种意义上存在而在某种意义上不存在,那么两个论据就都不会显得具有合理性了。

§3.138

"Λέγεται δὴ τὸ εἶναι τὸ μὲν δυνάμει τὸ δὲ ἐντελεχείᾳ, καὶ τὸ ἄπειρον ἔστι μὲν προσθέσει ἔστι δὲ καὶ διαιρέσει." Ἐντεῦθεν διαιτᾷ τοῖς λόγοις, καὶ προλαμβάνει ὅτι τῶν ὄντων τὰ μέν ἐστι δυνάμει, τὰ δὲ ἐντελεχείᾳ, ὡς πολλαχοῦ δέδεικται, καὶ ὅτι τὸ 〈ἄπειρον〉 ἔστιν ἐν τοῖς μεγέθεσι κατὰ πρόσθεσιν καὶ διαίρεσιν,2 ἓν δὲ ἦν τῶν τοῦ ἀπείρου σημαινομένων τὸ κατὰ πρόσθεσιν καὶ διαίρεσιν. ταῦτα προειληφὼς δείκνυσιν ἐφεξῆς πῶς μὲν ἔστι πῶς δὲ οὐκ ἔστι τὸ ἄπειρον, καὶ φησιν· ὅτι μὲν τὸ κατὰ μέγεθος ἄπειρον οὐκ ἔστιν, ἱκανῶς δέδεικται, τὸ δὲ κατὰ τὴν διαίρεσιν ἄπειρον καὶ ἡμεῖς φαμεν εἶναι· ἔστι γὰρ τὸ μέγεθος ἐπ’ ἄπειρον διαιρετόν. ὅτι γὰρ οὐ σύγκειται ἡ γραμμὴ ἐξ ἀτόμων γραμμῶν, ὅπερ οἱ λῦσαι θέλοντες τὴν Ζήνωνος ἀπορίαν κακῶς ὑπέθεντο, ὡς ἐν τῷ πρώτῳ εἴρηται, οὐ χαλεπόν φησι δεῖξαι· ὁλόκληρον γὰρ βιβλίον πρὸς Ἀναξαγόραν αὐτῷ γέγραπται περὶ ἀτόμων γραμμῶν, ὅτι ἀδύνατον ἄτομα εἶναι μεγέθη. εἰ γὰρ δέδεικται τοῖς γεωμέτραις τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν, ἀδύνατον δήπου γραμμὴν εἶναι ἄτομον ἢ ἐξ ἀτόμων συγκείσθαι· εἰ γὰρ συγκέοιτο ἐκ περιττῶν ἀτόμων, οὐ τμηθήσεται δίχα, δέδεικται δὲ καὶ ὅτι πᾶν τὸ ἐξ ἀτόμων συγκείμενον, ταὐτὸν δὲ εἰπεῖν ἀμερῶν, καὶ αὐτὸ ἀμερὲς ἔσται. εἴπομεν δὲ καὶ ἐν τῷ πρώτῳ λόγῳ, ὅτι τινὲς τὸν Ξενοκράτην ὑπώπτευσαν τὰς ἀτόμους εἰσηγεῖσθαι γραμμάς, καὶ ἐδείξαμεν ὡς ψευδὴς ἡ ὑπόνοια.

“存在固然一方面被说成潜能上的,另一方面被说成完全现实上的,并且无限者一方面依附加而存在,另一方面也依分割而存在。” 从这里起,他对这些论据进行裁决,并预先假定:正如在许多地方已证明的那样,在存在者之中,有些是潜能上的,有些是完全现实上的;并且[无限者]依附加和分割存在于量度之中——依附加和分割乃是无限者的涵义之一。在预先假定了这些之后,他接着证明无限者在何种意义上存在而在何种意义上不存在,并且说:在量度上无限者不存在已被充分证明,但依分割的无限者我们自己也主张其存在;因为量度是可以无限分割的。他说,因为线并非由不可分的线所组成——那些企图解决芝诺疑难的人曾错误地假定这一点,正如在第一卷中所说的那样——要证明这一点并不困难;因为他针对阿那克萨哥拉写了整整一卷关于不可分之线的书,表明量度是不可分的乃是不可能的。因为如果几何学家已证明了将给定的直线二等分,那么一条线是不可分的或者是由不可分者组成的,便全然是不可能的;因为如果它是由奇数个不可分者组成的,它便不会被二等分,而且也已证明,凡由不可分者即无部分者组成的,其自身也将是无部分的。我们也在第一卷的论述中说过,有些人怀疑色诺克拉底引入了不可分的线,而我们指出了这种猜测是虚妄的。

§3.139

"Λείπεται οὖν καὶ δυνάμει εἶναι τὸ ἄπειρον." Εἰ γὰρ δέδεικται ὅτι ἐντελεχείᾳ εἶναι ἀδύνατον, ἔστι δὲ καὶ τὸ μέγεθος διαιρετόν, δῆλον ὅτι δυνάμει ἔσται καὶ οὐκ ἐνεργείᾳ. οὐ δεῖ δὲ τὸ δυνάμει λαμβάνειν, τὸ ἐσόμενον.3 οὐκ ἐπειδὴ δυνάμει εἶπον τὸ ἄπειρον εἶναι κατὰ τὴν διαίρεσιν, ἤδη νομιστέον ὅτι πάντως ἐκβήσεται τὸ δυνάμει τοῦτο εἰς ἐνέργειαν. ὥσπερ φαμὲν τὸν χαλκὸν δυνάμει ἀνδριάντα εἶναι, καὶ τὴν δύναμιν ταύτην ἐκβαίνειν ποτὲ εἰς ἐνέργειαν, οὐχ οὕτως καὶ ἐπὶ τοῦ ἀπείρου· οὐ γὰρ ἔσται ποτὲ εἰς ἄπειρα διῃρημένον· τοῦτο γὰρ οὐδὲ δυνάμει ὑπάρχει ἐν τοῖς μεγέθεσιν. ἀλλ’ ἐπεὶ τὸ εἶναι,4 φησί, πολλαχῶς, τουτέστι τὸ ἐνεργείᾳ εἶναι τὸ μὲν ἀθρόαν ἔχει τὴν ἐνέργειαν, ὡς ἄνθρωπος ἵππος καὶ τὰ ὅμοια, τὰ δὲ κατὰ μέρος γινομένην καὶ μηδέποτε ἀεὶ ἅμα παροῦσαν, τοιαῦτα δέ ἐστι τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, ὡς ἡμέρα ἀγὼν καὶ τὰ ὅμοια· οὕτω φημὶ καὶ τὸ ἄπειρον ἐνεργείᾳ εἶναι, οὐ τῷ ἅμα ὅλον εἶναι, ἀλλὰ τῷ μόριόν τι αὐτοῦ ἀεὶ παρεῖναι. οὕτω καὶ ἄπειρον ὃ ἔσται ἐνεργείᾳ. οὐχ οὕτως λέγω, φησί, τὸ ἄπειρον δυνάμει, ὡς λέγω τὸν χαλκὸν δυνάμει ἀνδριάντα· τὸν μὲν γὰρ χαλκὸν οὕτως λέγω δυνάμει, ὡς καὶ ἐσόμενόν ποτε ἐνεργείᾳ, τὸ δὲ ἄπειρον οὐχ οὕτω δυνάμει ὃ ἔσται καὶ ἐνεργείᾳ, ἀλλὰ ἐν τῷ δυνάμει ἀεὶ διαμένει.

“由此余下的,便是无限者在潜能上也存在。” 因为如果已被证明它在完全现实上存在是不可能的,且量度也是可分割的,那么显而易见它将在潜能上存在而非在现实活动中。但不可将“在潜能上”理解为“将要成为的那种事物”。并不是因为我说了无限者在分割上是在潜能上存在,就必须立即认为这种潜能必定会完全实现为现实活动。正如我们说铜在潜能上是一座塑像,并且这种潜能有朝一日会转入现实活动,在无限者的情况中却并非如此;因为它绝不会已经被分割为无限多的部分;因为这一点在诸量度中甚至在潜能上也是不具有的。但是他说,既然存在有多重涵义,也就是说,在现实活动中存在,一方面是一举具有现实活动的,如人、马及类似者,另一方面是部分地生成且绝非总是同时全在的,而此类事物是在生成中具有其存在的,如日子、赛会及类似者;同样我也主张无限者在现实活动中存在,并非由于它同时是全体,而是由于它的某个部分始终在场。由此,将在现实活动中存在的无限者也是如此。他说,我说无限者在潜能上,并非按照我说铜在潜能上是塑像的方式说的;因为对于铜,我是把它作为有朝一日也将在现实活动中存在之物而说在潜能上的,而无限者并非以这种作为也将在现实活动中存在的方式在潜能上,而是始终留存在潜能之中。

§3.140

"Καὶ γὰρ ἐπὶ τούτων ἐστὶ καὶ δυνάμει καὶ ἐνεργείᾳ." Ἐπὶ τοῦ ἀγῶνος δηλονότι καὶ τῆς ἡμέρας· πρὶν μὲν γὰρ ἐπιτελεσθῇ, δυνάμει ἐστίν, ἀρξάμενα δὲ γίνεσθαι, ἐνεργείᾳ, ἀλλ’ οὕτως ἐνεργείᾳ, ὡς κατὰ μέρος ὑπάρχοντα. δυνατὸν δὲ τὸ δυνάμει καὶ ἐν αὐτῷ τῷ ἐνεργεῖσθαι λαβεῖν· ἔστι μὲν γὰρ ἐνεργείᾳ ἡ ἡμέρα ὡς ἤδη παροῦσα, δυνάμει δὲ ὡς μὴ ἅμα οὖσα, ἀλλ’ ἔτι ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσα.

“因为在这些事物上也是既在潜能上又在现实活动中存在的。” 这显然是在赛会和日子的情况中;因为在它完成之前,它在潜能上存在,但在它们开始生成之后,便在现实活动中存在,然而却是作为逐部分地存在者这样在现实活动中存在的。但也可以在现实活动被施行的那件事本身之中来把握“在潜能上”;因为日子作为已在场者固然在现实活动中存在,但作为并非同时全在而是依然在生成中具有其存在者,则是在潜能上存在。

语法注4 条
  1. 3.137διαιτητοῦ τοῖς λόγοις δεῖ τὴν ἐν ἑκάστῳ ἀλήθειαν καὶ τὸ ψεῦδος διακρίνοντος

    非人称动词 δεῖ 要求属格补足语(διαιτητοῦ),现在分词 διακρίνοντος 在性、数、格上与其一致并作定语。与格 τοῖς λόγοις 与 διαιτητοῦ 搭配,充当关系与格(“对这些论据的裁决者”);即使将其直接归属于 δεῖ(“对于这些论据而言需要一位裁决者”),在句意上也完全一致,均指受裁决的对象是相互对立的两种论辩。

  2. 3.138τὸ 〈ἄπειρον〉 ἔστιν ἐν τοῖς μεγέθεσι κατὰ πρόσθεσιν καὶ διαίρεσιν, ἓν δὲ ἦν τῶν τοῦ ἀπείρου σημαινομένων τὸ κατὰ πρόσθεσιν καὶ διαίρεσιν

    底本中置于尖括号〈 〉内的 ἄπειρον 是编者补出的 ὅτι 引导从句的主语。其后的 ἓν δὲ ἦν... 构成一个解释性的插入分句,其中 ἓν 为表语,带有冠词的中性短语 τὸ κατὰ πρόσθεσιν καὶ διαίρεσιν 为主语;未完成过去时 ἦν 用作指代前文已确立定义的哲学术语用法(哲学未完成时)。

  3. 3.139οὐ δεῖ δὲ τὸ δυνάμει λαμβάνειν, τὸ ἐσόμενον

    接在不定式 λαμβάνειν 的宾语即名词化短语 τὸ δυνάμει 之后,逗号后的 τὸ ἐσόμενον(名词化的将来时分词)作同位语,构成解释性同位结构(“不可将‘在潜能上’即‘将要成为者’来理解”)或兼作宾语补足语(“不可将‘在潜能上’当作‘将要成为者’来接受”)。

  4. 3.139ἀλλ’ ἐπεὶ τὸ εἶναι, φησί, πολλαχῶς, τουτέστι τὸ ἐνεργείᾳ εἶναι τὸ μὲν ἀθρόαν ἔχει τὴν ἐνέργειαν... οὕτω φημὶ καὶ τὸ ἄπειρον ἐνεργείᾳ εἶναι

    由表示原因的从句 ἐπεὶ τὸ εἶναι... πολλαχῶς 开始,其后插入了对“现实活动中的存在”进行细分说明的双重对比结构(τὸ μὲν ἀθρόαν ἔχει... τὰ δὲ κατὰ μέρος γινομένην...),句式随之延伸,并在主句 οὕτω φημὶ... 中收束,代言亚里士多德的主张。整个句子的骨架是原因连词 ἐπεί(“既然……”)与主句副词 οὕτω(“同样我也主张……”)之间的呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:464.8-466.9