← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§462.7-464.7

从重轻与场所规定论无限物体的不可能性

菲洛波诺斯注解《物理学》205b28–206a3,从重与轻、六个场所差异、场所的本性有限性以及属(在场所中)与种(在某处)的逻辑关联角度,阐述了不可能存在无限物体的系列论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.130

" Ἀδύνατον δὲ ἢ ἅπαν ὁποτερονοῦν ἢ τὸ ἥμισυ ἑκάτερον πεπονθέναι.1" Ἀδύνατον, φησίν, ὅλον τὸ ἄπειρον ὁποτερονοῦν εἶναι ἢ ὅλον βαρὺ ἢ ὅλον κοῦφον, ἢ τὸ ἥμισυ αὐτοῦ ἑκάτερον πεπονθέναι, τουτέστιν ἑκάτερον τῶν ἡμίσεων ἑκάτερον τῶν παθῶν πεπονθέναι, καὶ τὸ μὲν βαρὺ εἶναι τὸ δὲ κοῦφον.

“然而,全体遭受两者之一,或者各半遭受各个[性质],都是不可能的。” 他说,整个无限者是两者之一,即全重或全轻,或者其两个半边各遭受各个[性质],即两个半边中的每一个都遭受两种情状中的各个,其一为重而另一为轻,都是不可能的。

§3.131

"Πῶς γὰρ διελεῖς; ἢ πῶς τοῦ ἀπείρου ἔσται τὸ μὲν ἄνω τὸ δὲ κάτω, ἢ ἔσχατον καὶ μέσον;" Εἰ γὰρ ὅλως ἀφορίσεις τοῖς τόποις τὰ τοῦ ἀπείρου μόρια, εὐθὺς αὐτὸ καὶ πεπερασμένον ποιεῖς· πῶς γὰρ οἷόν τε τοῦ ἀπείρου τὸ μὲν ἄνω εἶναι τὸ δὲ κάτω; πόθεν γάρ που τὸ ἄνω; ὁμοίως δὲ καὶ τὸ κάτω. καὶ ἄλλως εἰ ἕξει τὸ ἄνω, εὐθὺς καὶ ἔσχατον ἕξει καὶ μέσον· τὸ γὰρ ἄνω καὶ κάτω ἔσχατα, μέσον δὲ τὸ ὑπὸ τούτων περιεχόμενον, ὃ δὲ μέσα καὶ ἔσχατα ἔχει, οὐκ ἄπειρον.

“因为你将如何分割它?或者无限者的一部分如何在上而另一部分在下,又或者是极端和中心?” 因为如果你根本上根据场所来限定无限者的各部分,你便立即也使它成为有限的了;因为无限者的一部分在上而另一部分在下,怎么可能是可能的呢?因为“上”究竟从何处到何处呢?“下”也是同样。此外,如果它具有“上”,它也立即具有极端和中心;因为上和下是极端,而中心是被这些所包围者,但凡具有中心和极端者,便不是无限的。

§3.132

"Ἔτι πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ." Ἕτερον ἐπιχείρημα. εἰ πᾶν σῶμα, φησίν, ἐν τόπῳ, τόπου δὲ διαφοραὶ αἱ εἰρημέναι ἕξ, ἀνάγκη καὶ τὸ ἄπειρον κατὰ τούτους διῃρῆσθαι τοὺς τόπους, τοῦτο δὲ ἀδύνατον· εὐθὺς γὰρ πεπεράνθαι τοῦτο ἀνάγκη. ἀδύνατον ἄρα σῶμα ἄπειρον εἶναι.

“此外,每一个可感觉的物体都在场所中。” 这是第二个论证。他说,如果每一个物体都在场所中,而场所的差异是所说的那六种,那么无限者也必然按照这些场所被划分,但这却是不可能的;因为这必然立即就被限定界限了。因此,物体是无限的是不可能的。

§3.133

"Ἁπλῶς δ’ εἰ ἀδύνατον τόπον εἶναι ἄπειρον, ἐν τόπῳ δὲ πᾶν σῶμα, ἀδύνατον ἄπειρον εἶναί τι σῶμα." Τρίτον ἐπιχείρημα. ἀδύνατον, φησί, τὸν τόπον ἄπειρον εἶναι· πᾶς γὰρ τόπος περατοῖ τὸ ἐν τόπῳ καὶ περιέχει αὐτό, τὸ δὲ περατοῦν, μᾶλλον δὲ οἱονεὶ πέρας ὂν τοῦ ἐν αὐτῷ, οὐκ ἄπειρον. καὶ ἄλλως εἰ τόπων διαφοραὶ τὸ ἄνω καὶ κάτω, ἀδύνατον εἶναι τόπον ἄπειρον· εἰ γὰρ εἴη ὁποτεροσοῦν ἄπειρος, οὐ συγχωρήσει τῷ ἄλλῳ εἶναι. ἀδύνατον δὲ ἢ μόνον εἶναι τὸν ἄνω ἢ μόνον τὸν κάτω· πῶς γὰρ ὅλως ὁ ἄπειρος τόπος ἢ ἄνω λεχθῇ ἢ κάτω; εἰ τοίνυν πεπερασμένοι οἱ τόποι, πᾶν δὲ σῶμα ἐν τόπῳ, πᾶν ἄρα σῶμα πεπερασμένον.

“简而言之,如果场所是无限的是不可能的,而每一个物体都在场所中,那么某个物体是无限的便是不可能的。” 这是第三个论证。他说,场所是无限的是不可能的;因为每一个场所都限定在场所中的事物并包围它,而限定者,或者不如说是其内之物的某种界限,不是无限的。此外,如果场所的差异是上和下,场所是无限的便是不可能的;因为如果两者中的任何一个是无限的,它将不容许另一个存在。但无论是仅仅存在上方还是仅仅存在下方都是不可能的;因为无限的场所究竟如何能根本上被称为上或被称为下呢?因此,如果诸场所是有限的,而每一个物体都在场所中,那么每一个物体便都是有限的。

§3.134

"Ἀλλὰ μὴν τό γε ποῦ ἐν τόπῳ, καὶ τὸ ἐν τόπῳ ποῦ." Τὸ τέταρτον ἐπιχείρημα. ἔστι δὲ συνεχὲς τοῖς πρὸ αὐτοῦ· ἐπειδὴ γὰρ ἔδειξεν ὅτι ἀδύνατον ἢ ἄνω ἢ κάτω εἶναι τὸ ἄπειρον, ἢ ἔν τινι τῶν ἄλλων τόπων, ἵνα μήτις εἴπῃ ὅτι ἐν τούτοις μὲν οὐκ ἔστιν, ἐν τόπῳ δὲ ἁπλῶς ἐστι, διὰ τοῦτό φησιν ἐν τούτοις ὅτι ἀνάγκη ἐφ’ ὧν κατηγορεῖται τὸ γένος, ἐπὶ τούτων καὶ τῶν εἰδῶν τι κατηγορεῖσθαι,2 καὶ ἔμπαλιν. ἔστι δὲ γένος μὲν τὸ ἐν τόπῳ, εἶδος δὲ τὸ ποῦ· ὅταν γὰρ εἴπω ποῦ, ὡρισμένον τινὰ τόπον σημαίνω, ἢ τὸν ἄνω ἢ τὸν κάτω.

“然而,‘在某处’是在场所中,而在场所中的事物是‘在某处’。” 这是第四个论证。它与前面的论证是连续的;因为既然他表明无限者无论在上、在下,还是在其他场所的任何一个中都是不可能的,为了不让有人说它虽不在这些[具体场所]中,但简括地在场所中,因此他用这些话指出:凡是被述说属的事物,必然也被述说诸种之中的某一个,反之亦然。“在场所中”是属,而“在某处”是种;因为每当我说了“在某处”,我指明了某个确定的场所,或者在上,或者在下。

§3.135

"Εἰ οὖν μηδὲ ποσὸν οἷόν τε εἶναι τὸ ἄπειρον· πόσον γάρ τι ἔσται, οἷον δίπηχυ ἢ τρίπηχυ." Παραδείγματι τῷ τοῦ ποσοῦ κέχρηται. τὸ μὲν οὖν πρότερον ποσὸν ὀξυτόνως ἀναγνωστέον3 (σημαίνει γὰρ τὸ τοῦ ποσοῦ γένος), τὸ δὲ δεύτερον παροξυτόνως πόσον, ὡς ‘νόθον’, σημαίνει δὲ τὸ ὡρισμένον ποσόν, οἷον τὸ δίπηχυ ἢ τὸ τρίπηχυ, ὡς αὐτὸς εἶπεν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ ἕκαστον, ὅπερ ἔχει γένος τι κατηγορούμενον, ἕξει καὶ τῶν εἰδῶν πάντως τι τῶν ὑπὸ τὸ γένος κατηγορούμενον (οὐδὲν γὰρ ἔστι χρῶμα, ὃ μὴ πάντως ἢ λευκόν ἐστιν ἢ μέλαν ἢ τῶν ἄλλων τι τῶν τοῦ χρώματος εἰδῶν), καὶ τὸ ἄπειρον, εἰ ἔσται ἐν τόπῳ, πάντως καὶ ἔν τινι τῶν τοῦ τόπου εἰδῶν ἔσται, οἷον ἢ ἄνω ἢ κάτω. ἀλλὰ μὴν ἀδύνατον ἔν τινι τούτων εἶναι, ὡς δέδεικται· οὐδὲ ἐν τόπῳ ἄρα ὅλως. ἀλλὰ μὴν πᾶν σῶμα ἐν τόπῳ· ἀδύνατον ἄρα ἄπειρον εἶναί τι σῶμα. ὥσπερ γὰρ οὐδὲν ποσὸν οἷόν τε εἶναι, ὃ μὴ πάντως πόσον τί ἐστι, φημὶ δὲ δίπηχυ ἢ τρίπηχυ, οὕτως οὐδὲν ἐν τόπῳ οἷόν τε εἶναι, ὃ μὴ ποῦ ἐστι, λέγω δὲ ποῦ, οἷον τὸ ἄνω ἢ τὸ κάτω. ὃ οὖν μὴ ἐνδέχεται εἶναι ποῦ, τοῦτο οὐδὲ ἐν τόπῳ ἐνδέχεται εἶναι.

“因此,如果无限者甚至不可能是一个量——因为那样它将是某种定量的量,例如两肘长或三肘长——”他使用了量的例子。第一个“量”[poson]必须读作末音节锐音(因为它意指量的属),而第二个“定量的量”[poson]必须读作倒数第二音节锐音,如同nothon,并且它意指确定的量,例如两肘长或三肘长,正如他自己所言。而他的意思是这样的:如果每一个被述说某个属的事物,也必定会被述说该属之下的诸种之一(因为没有任何颜色不是必定要么是白、要么是黑、要么是颜色的其他种之一),那么无限者如果要在场所中,也必定要在场所的诸种之一中,例如要么在上要么在下。然而它在这些中的任何一个中都是不可能的,正如已被证明的那样;因此它根本也不在场所中。然而每一个物体都在场所中;因此任何物体是无限的都是不可能的。因为正如不可能有任何不是确定的定量(我是说两肘长或三肘长)的量一样,同样也不可能有任何不在某处(我说的是在某处,例如在上或在下)却在场所中的事物。因此,凡不可能在某处的,也不可能在场所中。

语法注3 条
  1. 3.130τὸ ἥμισυ ἑκάτερον πεπονθέναι

    在引文 τὸ ἥμισυ ἑκάτερον πεπονθέναι 中,正如菲洛波诺斯的解释(ἑκάτερον τῶν ἡμίσεων ἑκάτερον τῶν παθῶν πεπονθέναι)所示,该短语压缩了一种相互分配的结构:两个半边各自遭受两种性质(轻与重)中的各个。

  2. 3.134ἀνάγκη ἐφ’ ὧν κατηγορεῖται τὸ γένος, ἐπὶ τούτων καὶ τῶν εἰδῶν τι κατηγορεῖσθαι

    关系从句 ἐφ’ ὧν κατηγορεῖται τὸ γένος 与主句中的 ἐπὶ τούτων 相应:“凡是属被述说于其上的事物,诸种之一也必然被述说于其上”。动词 κατηγορεῖσθαι 搭配 ἐπί 加属格来表示被述说的主体。

  3. 3.135τὸ μὲν οὖν πρότερον ποσὸν ὀξυτόνως ἀναγνωστέον

    菲洛波诺斯通过音调的区别来区分阿里斯多德文本中同一词形的逻辑功能:前者读作末音节锐音(ποσόν),指作为属的“量”(不定/一般范畴);后者读作倒数第二音节锐音(πόσον),指作为种的“定量的量/确定大小”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:462.7-464.7