- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:460.3-462.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《物理学》卷三的讨论(205b24),菲洛波庞阐明无限者并不是作为一举完成的完全现实而整体地存在,而仅仅作为通过分割与相加的过程而部分相继地实现,并开始论证无限物体的存在与物体固有场所的存在不可并存。
οὕτως οὖν καὶ τὸ ἄπειρον ἐνεργείᾳ, ὡς ἀεὶ μέν τι μέρος αὐτοῦ παρεῖναι, ἀεὶ δὲ τοῦ ληφθέντος ἔξω δύνασθαι λαβεῖν ἕτερον. εἴ τις οὖν ἐντελεχείᾳ οὕτως βούλεται εἶναι τὸ ἄπειρον, ὡς εἶδός τι ὂν καὶ μορφὴν καὶ πᾶν εἰλῆφθαι, οὗτος οὐδὲν ἄλλο ἢ πέρας ζητεῖ τοῦ ἀπείρου, μᾶλλον δὲ φθοράν· εἰ γὰρ τὸ ἐπ’ ἄπειρον διαιρετὸν ὅλον ἅμα παρεῖναι βούλεται τῷ μεγέθει, ὡς μηδὲν ὑπολείπεσθαι ἔτι ὃ δύναται διαιρεθῆναι, ἔφθειρας1 τὸ ἐπ’ ἄπειρον διαιρετόν· οὐ γάρ ἐστιν ὅλως ἔτι διαιρετόν. ὥστε ἡ τοιαύτη ἐντελέχεια φθορά ἐστι τοῦ οὗ ἐστιν ἐντελέχεια, τοῦτο δὲ ἀδύνατον· πᾶσα γὰρ ἐντελέχεια σῴζειν ὀφείλει τὸ ὑποκείμενον. ὥσπερ τοίνυν τὴν τοῦ κινητοῦ ἐντελέχειαν, ᾗ κινητόν, φυλάττουσαν ἐπιδείκνυμεν τὴν δύναμιν τοῦ κινεῖσθαι, οὕτως ἡ ἐντελέχεια τοῦ ἀπείρου καὶ τελειότης τὸ δύνασθαι ἀεὶ προσωτέρω ἰέναι καὶ μὴ ἐπιλιπεῖν. εἰ δὲ παύσοιτό ποτε ἡ δύναμις αὐτῆς, παύσεται παραχρῆμα καὶ τὸ ἄπειρον εἶναι. καθάπερ γὰρ οἷς ἐν τῷ γίνεσθαι τὸ εἶναί ἐστι, ταῦτα παυόμενα τοῦ γίνεσθαι οὐδ’ ἔστιν ἔτι, ὡς ὁ ἀγὼν καὶ ἡ ἡμέρα καὶ ὁ χρόνος καὶ ἡ φλόξ, οὕτως ὧν ἐν τῷ δύνασθαι, ταῦτα ἀπολέσαντα τὸ δύνασθαι συναπόλλυσιν εὐθὺς καὶ τὸ εἶναι. ἐὰν οὖν, λεγόντων ἡμῶν ὅτι δύναται τὸ μέγεθος ἐπ’ ἄπειρον διαιρεῖσθαι, ἐνεργείᾳ τις ἐκβεβηκέναι τὸ ἄπειρον τοῦτο βούλοιτο, εὐθὺς ἔφθειρε τὸ ἐπ’ ἄπειρον διαιρετόν. τὸ γὰρ ἄπειρον οὐδέποτε ἀποπερατοῦται· εἰ γὰρ ἀποπερατώσεις τὰς τομάς, πεπερασμένας οὐκ ἀπείρους ἐποίησας. οὐ γάρ φαμεν εἰς ἄπειρα διαιρετὸν εἶναι τὸ μέγεθος, ἀλλ’ ἐπ’ ἄπειρον διαιρετόν, ταῦτα δὲ πλεῖστον διαφέρει· τὸ μὲν γὰρ εἰς ἄπειρα διαιρεῖσθαι ἀδύνατον (αὐτὸ γὰρ ἑαυτοῦ ἐστιν ἀναιρετικόν· εἰ γὰρ διῄρηται, οὐκ εἰς ἄπειρα πάντως· διεξελθεῖν γὰρ τὸ ἄπειρον ἀδύνατον, πᾶν δὲ τὸ διεξιτητὸν εὐθὺς καὶ πεπερασμένον. καὶ ἄλλως εἰ εἰς ἄπειρα διαιρεῖται, καὶ σύγκειται ἐξ ἀπείρων, τὸ δὲ ἐξ ἀπείρων συγκείμενον ἄπειρον· τοῦτο δὲ ὅτι ἀδύνατον εἶναι, ἀρτίως ἐπαυσάμεθα λέγοντες), τὸ δὲ διαιρεῖσθαι ἐπ’ ἄπειρον οὐδὲν κωλύει ἀεὶ δυναμένου τέμνεσθαι τοῦ λειπομένου. δυνατὸν δὲ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ θεωρεῖσθαι ἐπὶ τοῦ ἀπείρου οὕτως, ὥσπερ καὶ ἐπὶ τοῦ δυνάμει ἀνδριάντος καὶ τοῦ ἐνεργείᾳ· ὅτε γὰρ μήπω ἤρξατο διαιρεῖσθαι, οὕτως ἐστὶ δυνάμει ἐπ’ ἄπειρον διαιρετόν, ὡς ὁ χαλκὸς δυνάμει ἀνδριάς, ὅταν δὲ ἀρχὴν λάβῃ ἡ διαίρεσις, τότε γίνεται ἐνεργείᾳ ἐπ’ ἄπειρον διαιρετόν, ὡς ὁ χαλκὸς ἐνεργείᾳ ἀνδριάς· πλὴν οὐχ ἅμα ὡς ἐπὶ τοῦ χαλκοῦ τὸ ἐνεργείᾳ, ἀλλ’ ὡς ἐπὶ τοῦ ἀγῶνος καὶ τῆς ἡμέρας καὶ τῆς ὕλης, τῷ κατὰ μέρος παρεῖναι. μηδεὶς οὖν ζητείτω τὴν ἐντελέχειαν τοῦ ἀπείρου τοιαύτην ὡς κλίνης καὶ οἰκίας, ἀλλ’, ὡς εἶπον, ὡς τοῦ ἀγῶνος καὶ τῆς ἡμέρας· οὐ γὰρ ὡς ἀθρόαν, οὐδ’ ὡς ἅμα δυναμένην γενέσθαι τὴν διαίρεσιν, ἀλλ’ ὅτι γίνεται ἀπὸ μέρους, τοῦ ὑπολειπομένου ἀεὶ δυναμένου διαιρεθῆναι. οὕτω δὲ καὶ ἡ ἐπ’ ἄπειρον τοῦ ἀριθμοῦ αὔξησις τῷ ἀεὶ δύνασθαι μείζονα τοῦ ληφθέντος λαβεῖν ἀριθμόν, καὶ τὸν ἀεὶ λαμβανόμενον πεπερασμένον εἶναι. εἰ δὲ βούλει ἐπ’ ἄπειρον αὔξεσθαι τὸν ἀριθμόν, ὡς διεξελθεῖν ἐνεργείᾳ τὴν ἐπ’ ἄπειρον αὔξησιν, ἔφθειρας εὐθὺς τὸ ἄπειρον· στήσας γὰρ τὴν αὔξησιν, πέρας τῷ ἀπείρῳ ἐπέθηκας. οὐ μόνον δὲ ἐν τῷ ἀριθμῷ ἐστι τὸ κατὰ τὴν αὔξησιν ἄπειρον, ἀλλὰ καὶ ἐν τοῖς μεγέθεσιν, οὐχ οὕτως ὥστε παντὸς ὑπερβαλεῖν μεγέθους τὸ αὐξανόμενον (τοῦτο γὰρ ἀδύνατον· ἀδύνατον γὰρ σῶμά τι μεῖζον τοῦ κόσμου γενέσθαι), ἀλλ’ εἰ ἡ αὔξησις γένοιτο ἀντεστραμμένως τῇ διαιρέσει. ἐὰν γὰρ πεπερασμένην εὐθεῖαν λαβὼν διχοτομήσω, εἶτα ἐπὶ θάτερον χωρήσω τῇ διαιρέσει, ἐφ’ ὅσον τέμνω θάτερον προστίθημι τῷ λοιπῷ, καὶ ὥσπερ ἡ θατέρου μορίου διαίρεσις ἐπ’ ἄπειρον γίνεται, οὕτως καὶ ἡ θατέρου αὔξησις ἐπ’ ἄπειρον πρόεισιν, ἀλλ’ ἀντεστραμμένως· ὃ γὰρ ἀφαιροῦμεν ἐκείνου, προστίθεμεν τῷ λοιπῷ. καὶ οὕτως οὔτε ἡ αὔξησις λήγει μείζων παντὸς γινομένη, ἀλλ’ οὐδὲ ἴσον αὐτοῦ ὅλου τοῦ διαιρουμένου μεγέθους· ἀεὶ γὰρ καταλιμπάνεταί τι μέγεθος, ὃ ἦν μόριον τοῦ ὅλου, ὃ τὴν διαίρεσιν ἐπιδέχεται. Ὅλως δὲ φανερὸν ὅτι ἀδύνατον τὸ ἄπειρον ἅμα λέγειν σῶμα καὶ τόπον τινὰ εἶναι τοῖς σώμασιν.2 ἀδύνατον, φησί, τὸν ὑποτιθέμενον σῶμα ἄπειρον εἶναι, ἅμα καὶ φυσικὸν ἑκάστῳ τῶν σωμάτων ὑποτίθεσθαι τόπον. εἰ τοίνυν πρόδηλος ἑκάστου τῶν φυσικῶν σωμάτων ὁ τόπος, ἀδύνατον ἄρα ἄπειρον εἶναι σῶμα. ὅτι δὲ ἀδύνατον παντὸς φυσικοῦ σώματος ἐν τόπῳ ὄντος ἄπειρον εἶναι σῶμα, ἐφεξῆς δείκνυσιν.
因此,无限者在现实中也是如此:即它的某个部分始终呈现,但始终能够在已取之物之外再取另一个。因此,如果有人希望无限者在完全现实中以某种形式和形态且整个被把握的方式存在,这个人所寻求的无非是无限者的界限,倒不如说是它的毁灭;因为如果他希望在量度上可无限分割者作为一个整体同时呈现,以至于不再遗留任何能够被分割的东西,你就毁灭了可无限分割者;因为可分割性已经完全不复存在了。因此,这样的完全现实乃是其所作为完全现实之物的毁灭,而这是不可能的;因为每一个完全现实都必须保全其基体。因此,正如我们指出,可运动者在其作为可运动者的限度内的完全现实保全了被运动的潜能,同样,无限者的完全现实和完满性就在于能够始终更进一步且不衰竭。但如果它的潜能一旦终止,无限者的存在也将立即终止。因为正如那些其存在就在于生成之中的事物(例如竞技比赛、白天、时间与火焰),一旦终止生成便不再存在,同样,那些其存在就在于潜能之中的事物,一旦丧失了潜能,便立即连同存在也一同丧失。因此,当我们说量度能够被无限分割时,如果有人希望这一无限者在现实中完全达成,他便立即毁灭了可无限分割者。因为无限者决不会被限定界限;因为如果你限定了切分的界限,你便使它们成为了有限的而非无限的。因为我们并不是说量度可被分割成无限多个事物,而是说它可被无限分割,这两者有着极大的区别;因为被分割成无限多个事物是不可能的(因为这会摧毁其自身;因为如果它已经被分割,必定不是被分割成无限多个;因为遍历无限者是不可能的,而凡是可被遍历的就立即也是有限的;此外,如果它被分割成无限多个,它也就是由无限多个组成的,而由无限多个组成的事物乃是无限的;至于说这是不可能存在的,我们刚才已经讲完),而既然剩余之物始终能够被切分,就没有任何东西妨碍它被无限分割。然而,在无限者上考察潜能与现实,正如在潜在的雕像和现实的雕像上考察一样,是可能的;因为当它尚未开始被分割时,它是潜在地可无限分割的,正如青铜是潜在的雕像;而当分割开始时,它便在现实中成为可无限分割的,正如青铜是现实的雕像;除了现实并非像在青铜上那样是同时的,而是像在竞技比赛、白天和质料上那样,由于部分地呈现。因此,谁也不要将无限者的完全现实寻求为如同床或房屋的完全现实那样,而是要如我所说,寻求为如同竞技比赛和白天的完全现实那样;因为这并不是指分割能够一举发生,也不是指它能够同时发生,而是因为它从部分生成,而剩余之物始终能够被分割。数的无限增加也是如此,在于始终能够取得一个大于已取之数的数,而始终被取之数则是有限的。但如果你希望数无限增加,是以在现实中遍历无限增加的方式,你便立即毁灭了无限者;因为你终止了增加,也就给无限者强加了界限。而在增加上的无限者不仅存在于数中,也存在于量度中,这并不是指被增加之物超过每一个量度(因为这是不可能的;因为不可能产生任何大于宇宙的物体),而是指增加与分割相反地发生。因为如果我取一条有限的直线将其二等分,然后在其中一部分上进行分割,那么我切分这一部分的程度有多大,我便给其余部分增加多少,正如一部分的分割无限地发生,另一部分的增加也无限地前进,但是相反地;因为凡是我们从那一部分减去的,我们就加到其余部分上。如此一来,增加既不会通过变得大于一切而终止,甚至也不会等于被分割的整个量度本身;因为始终留有某种量度,它是整体的一部分,且容纳分割。 “总的来说,显然不可能同时说物体是无限的,且物体有某个场所。”他说,设定物体是无限的人,不可能同时为每个物体设定一个自然场所。因此,如果每个自然物体的场所预先是显而易见的,那么物体就不可能是无限的。而既然每一个自然物体都在场所中,物体就不可能是无限的,这一点他在下文中加以指明。
- 3.129ἔφθειρας
与前面的条件从句“εἰ γὰρ ... βούλεται”(第三人称单数)相对,主句突然使用了第二人称单数直陈语气不定过去时“ἔφθειρας”。这种人称转换为针对假想对话者或读者的直接呼告,同时表明一旦做出该假定,其毁灭的后果即刻确定发生。
- 3.129Ὅλως δὲ φανερὸν ὅτι ἀδύνατον τὸ ἄπειρον ἅμα λέγειν σῶμα καὶ τόπον τινὰ εἶναι τοῖς σώμασιν
亚里士多德原文(引文论元)的句法结构。带冠词的不定式短语“τὸ ... λέγειν”作为非人称谓词“ἀδύνατον”的主语。动词“λέγειν”通过连词“ἅμα ... καί”并列支配两个“宾格加不定式”结构(“ἄπειρον [εἶναι] σῶμα”与“τόπον τινὰ εἶναι τοῖς σώμασιν”)。
