- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:458.7-460.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞结束了对时间无始性论据的反驳与离题讨论,回到亚里士多德对存在者的划分(能够完全实现为现实的潜能与本质上恒为潜能的潜能,整体实现的现实与部分逐次生成的现实),阐明无限者是以潜能的方式以及逐步生成的现实方式而存在的。
ὥσπερ οὖν καὶ ἐπὶ τοῦ ‘ἔστι’ τὸ μέν φασι σημαίνειν τὸ ἀδιάστατον, ὃ καὶ ἐπὶ θεοῦ κατηγορεῖται, τὸ δὲ χρόνου μέρος, καίτοι τῆς φωνῆς αὐτῆς καθ’ αὑτὴν τὸ τμῆμα τοῦ χρόνου σημαινούσης, ὅμως ἐκ τῶν ὑποκειμένων καθ’ ὧν κατηγορεῖται τὴν διαστολὴν τῶν σημαινομένων ἐποιησάμεθα, οὕτω φημὶ καὶ ἐπὶ τοῦ ‘ἦν’, ἐπεὶ σημαίνει καὶ χρόνον καὶ ὕπαρξιν, ὅταν λέγω ὅτι ‘ἦν ὅτε οὐκ ἦν χρόνος’, τὸ ‘ἦν’ ὑπάρξεώς τινος οὐ χρόνου κατηγορῶ. δυνατὸν δὲ καὶ τὰς καταγελάστους ταύτας κακοπραγμοσύνας ἐκφεύγειν λέγοντας ‘οὐκ ἦν ἀεὶ χρόνος’. δυνατὸν μὲν οὖν ἦν ἐπὶ πλεῖον τὸ ἀνόητον τῶν τοιούτων λόγων ἐλέγξαι, ἀλλ’ ὡς ἐν παρεκβάσει ἱκανὰ καὶ ταῦτα. Τὸ δὲ λέγειν ὅτι πᾶν τὸ γινόμενον ἐν χρόνῳ γίνεται, καὶ τοῦτο ψεῦδος· γινόμενον δὲ λέγω πᾶν ἁπλῶς τὸ πρότερον μὲν μὴ ὄν, ὕστερον δὲ ὄν. ὅτι δέ εἰσι τοιαῦτα μυρία, αὐτὸς ὁ Ἀριστοτέλης ἐν τοῖς τελευταίοις ταύτης τῆς πραγματείας δείκνυσι· τοιαῦτα δέ ἐστι τὰ σημεῖα αἱ ἁφαί, καὶ οὐ μόνον, ἀλλὰ καὶ τὰ εἴδη πάντα· ἀχρόνως γὰρ καὶ ἐγγίνεται τοῖς ὑποκειμένοις καὶ ἀπογίνεται. καὶ ἄλλως εἰ καὶ μὴ ἁπλῶς τὸν χρόνον γίνεσθαί φασιν, ἀλλ’ οὖν τινὰ χρόνον γίνεσθαι οὐκ ἀρνήσονται, οἷον τόνδε τὸν ἐνιαυτόν, ἐπεὶ οὐδὲ ἄνθρωπον μὲν ἁπλῶς γίνεσθαι, τινὰ δὲ ἄνθρωπον γίνεσθαί φασι· καὶ δῆλον ἐξ ὧν καὶ φθείρονται πάντα τὰ μερικά. ἐπεὶ οὖν γίνεται ἥδε ἡ ἡμέρα ἢ ὅδε ὁ ἐνιαυτός, δεῖ πάντως ἐν χρόνῳ γίνεσθαι, εἴ γε πᾶν ἁπλῶς τὸ γινόμενον ἐν χρόνῳ γίνεται· δέοι οὖν ἄλλον εἶναι χρόνον1 ἐν ᾧ ἡ ἡμέρα γενήσεται· ἔσονται οὖν ἅμα δύο χρόνοι, οἷον ἡμέραι δύο. καὶ τίς ἡ πρὸς ἄλληλα αὐτῶν διαφορά; ἀλλὰ ταῦτα καὶ λέγειν γέλωτος ἄξια, ὅτι δὲ οὐ δέδεικται ἐξ ἀνάγκης ἀίδιος οὖσα ἡ κίνησις, ἱκανῶς ἐν ταῖς σχολαῖς τοῦ ὀγδόου τῆσδε τῆς πραγματείας ἐδείξαμεν. Ἀλλ’ ἐπανιτέον ὅθεν ἐξέβημεν. διαιτῶν τοὺς περὶ τοῦ ἀπείρου λόγους ὁ Ἀριστοτέλης, διαίρεσιν τῶν ὄντων παραδίδωσι τοιαύτην. τῶν ὄντων, φησί, τὰ μέν ἐστι δυνάμει τὰ δὲ ἐνεργείᾳ, καὶ τῶν δυνάμει τὰ μὲν οὕτως ἐστὶν ὡς δύνασθαί ποτε ὅλα δι’ ὅλων ἐκβῆναι εἰς ἐνέργειαν καὶ παντελῶς ἀπολέσαι τὸ δυνάμει, τὰ δὲ ἃ μηδέποτε τελείως ἀπόλλυσι τὸ δυνάμει, ἀλλ’ ἐν τούτῳ οὐσίωται ἐν τῷ ἀεὶ δυνάμει εἶναι.2 παράδειγμα τοῦ μὲν προτέρου ὁ δυνάμει γραμματικὸς γενόμενος ἐνεργείᾳ. τοῦ δὲ δευτέρου, ὡς ὅταν λέγωμεν δυνάμει εἶναι τὴν ὕλην πάντα· τοῦτο γὰρ οὐδέποτε ὅλη δι’ ὅλης ἐνεργείᾳ γίνεται, ὥστε μηκέτι μηδὲν ἔχειν δυνάμει· κἂν γὰρ ἓν εἶδος δέξηται, τὰ ἄλλα πάντα δυνάμει ἐστί. πάλιν τῶν ἐνεργείᾳ τὰ μὲν οὕτως ἐστὶν ὡς ὅλα δι’ ὅλων ἀπολαβεῖν τὴν ἐνέργειαν, οἷον ὁ ἐνεργείᾳ ἄνθρωπος, τὰ δὲ οὕτως ὥστε κατὰ μέρος ἀπολαμβάνειν τὴν ἐνέργειαν, ὥσπερ λέγομεν τὴν ἡμέραν ἐνεργείᾳ παρεῖναι καὶ τὸν ἀγῶνα, οὐ τῷ ἅμα ὅλην εἶναι τὴν ἡμέραν, ἀλλὰ τῷ κατὰ μέρος, ὁμοίως καὶ τὸν ἀγῶνα τῷ πυγμὴν εἶναι ἢ πάλην ἢ ἄλλον τινὰ ἆθλον. τούτων οὕτως ὄντων ὅτι μὲν κατὰ μέγεθος οὐκ ἔστι τὸ ἄπειρον σῶμά τι ὂν ἀδιεξίτητον τῷ μεγέθει, ἱκανῶς δέδεικται, ἔστι δὲ τὸ κατὰ διαίρεσιν καὶ τὴν ἀντεστραμμένην ταύτῃ πρόσθεσιν ἄπειρον. φαμὲν γὰρ τὰ συνεχῆ δυνάμει ἐπ’ ἄπειρον εἶναι διαιρετά, οὐχ οὕτως δὲ δυνάμει ὥσπερ τὸν χαλκὸν λέγομεν δυνάμει ἀνδριάντα εἶναι ἐσόμενόν ποτε ἐνεργείᾳ ἀνδριάντα· οὐ γὰρ ἂν γένοιτό ποτε ἄπειρον ἐνεργείᾳ. ἐπὶ μὲν γὰρ τοῦ χαλκοῦ καὶ τοῦ ἀνδριάντος παύεται ἡ δύναμις ἐπελθούσης τῆς ἐνεργείας· ὁ γὰρ γενόμενος ἀνδριὰς οὐκέτι ἔχει δύναμιν ἀνδριὰς γενέσθαι· λέγεται γὰρ ἐπὶ τῶν τοιούτων τὸ δυνάμει πρὸς τὸ ἐνεργείᾳ, διόπερ οἷόν τε τὸ δυνάμει προελθεῖν εἰς τὴν ἐνέργειαν εἰς ἣν καὶ λέγεται, ἐφ’ ὧν δὲ τὸ εἶναι ἐν τούτῳ ἐστὶν ἐν τῷ δυνάμει εἶναι, ἀδύνατόν ποτε προελθεῖν εἰς τὴν τοιαύτην ἐνέργειαν, ὡς ἀποβαλεῖν πάντη τὸ δυνάμει. ὥσπερ καὶ ἐπὶ τῆς ὕλης ἔχει· λέγεται γοῦν πάντα δυνάμει εἶναι, ἀλλ’ οὐδέποτε πρόεισιν εἰς τὴν τοιαύτην ἐνέργειαν, ὡς πάντη τὸ δυνάμει ἀφανίσαι. ὡσαύτως καὶ ἐπὶ τοῦ ἀπείρου ἔχει· λέγεται γὰρ τὸ μέγεθος ἐπ’ ἄπειρον εἶναι διαιρετόν, οὐχ ὡς ἐκβησομένου ποτὲ τούτου, ἀλλ’ ὡς ἀεὶ ἐν γενέσει θεωρουμένου. ταὐτὸν οὖν τὸ δυνάμει καὶ ἐνεργείᾳ ἐπὶ τοῦ ἀπείρου,3 ἀλλ’ ἐνεργείᾳ οὕτως, ὥσπερ φαμὲν ἐνεργείᾳ εἶναι τὸν ἀγῶνα καὶ τὴν ἡμέραν, οὐ τῷ πᾶσαν ἐκβεβηκέναι, ἀλλὰ 〈τῷ〉 κατὰ μέρος γίνεσθαι.
因此,正如在“存在”上,人们说一种含义表示非延展者(这也述说于上帝),另一种含义表示时间的一部分,尽管发音本身按其自身表示时间的切分,但我们还是根据被述说的主词对所表示的意义做出了区分;同样,我说在“存在过”上,既然它既表示时间也表示实存,当我说“[有]时间不存在[的时候]存在过”时,我把“存在过”述说于某种实存,而不是述说于时间。而且,通过说“时间并非总是存在”,也有可能逃脱这些可笑的恶劣曲解。因此,本来可以更详细地驳斥这类论证的愚蠢,但作为题外话,这些也就足够了。此外,说凡是生成的事物都在时间中生成,这也是虚假的;我把凡是先前不存在而后来存在的事物,统统单纯地称为“生成的事物”。而且有无数这样的事物存在,亚里士多德本人在本论著的最后几卷中指出了这一点;点与接触就是这样的事物,不仅如此,所有的形式也是如此;因为它们无时间地在主词中生成和消灭。此外,即使他们说时间并非单纯地生成,但无论如何他们不会否认某种时间在生成,例如这一年,因为他们也说并非人单纯地生成,而是某个人在生成;这从所有个别事物都会毁灭这一事实也是显而易见的。因此,既然这一天或这一年生成,如果确实凡是生成的事物都毫无例外地在时间中生成,它就完全必须在时间中生成;因此就需要存在另一个时间,在其中这一天将生成;于是就会同时存在两个时间,例如两天。它们彼此之间的差异又是什么呢?但连说这些话都是可笑的;而运动并未被证明必然是永恒的这一点,我们已经在对本论著第八卷的讲义中充分指出了。 但我们必须回到我们所偏离的地方。亚里士多德在调解关于无限者的论证时,给出了如下对存在者的划分。他说,在存在者中,有些是在潜能中的,有些是在现实中的;而在潜能中的事物中,有些是能够在某个时候完全彻底地进入现实并完全丧失其潜能状态的,另一些则是绝不完全丧失潜能状态,而是在这一点中,即在始终处于潜能中这一状态中获得其本质的。前者的例子是潜在的文法学家在现实中成为文法学家。后者的例子,正如当我们说质料在潜能中是一切事物时;因为质料绝不会完全彻底地成为现实,以至于不再在潜能中具有任何东西;因为即使它接受了一种形式,它在潜能中仍是所有其他的形式。再次,在现实中的事物中,有些是完全彻底地获得现实的,例如现实中的人,另一些则是部分地获得现实的,正如我们说白天和竞技比赛在现实中呈现那样,这并不是因为白天同时作为一个整体而存在,而是因为它部分地[存在],同样竞技比赛也是因为它是拳击或摔跤或某种其他的运动竞赛。既然这些情况是这样,那么在量度上无限者并不是某个在量度上不可遍历的物体,这一点已经被充分指出了;但存在着在分割上以及与此相反的相加上的无限者。因为我们说连续事物在潜能中可被无限分割,但并不是像我们说青铜在潜能中是一座雕像——它是将来在现实中成为雕像的事物——那样的潜能;因为在现实中的无限者决不会产生。因为在青铜和雕像的情况下,现实一旦到来,潜能就终止了;因为已经生成的雕像不再具有成为雕像的潜能;因为在这些事物上,潜能是相对于现实而说的,因此潜能能够前进到它所相对于的那种现实中;但在那些其存在就在于处于潜能之中的事物上,绝不可能前进到彻底抛弃潜能的那种现实中。正如在质料上也是如此:它无论如何被说成在潜能中是一切事物,但它绝不会前进到彻底消灭潜能的那种现实中。同样,在无限者上也是如此:因为量度被说成可被无限分割,并不是指这件事情将来会被完成,而是指它始终在生成中被考察。因此,在无限者上潜能与现实是同一的,但却是在这种方式的现实中,正如我们说竞技比赛和白天是在现实中一样,不是因为整个已经实现,而是因为它是部分地生成的。
- 3.129δέοι οὖν ἄλλον εἶναι χρόνον
δέοι 是潜在或推论性的祈愿语气,承接前一句的条件从句 εἴ γε πᾶν ἁπλῶς τὸ γινόμενον ἐν χρόνῳ γίνεται,构成推导对手命题所必然带来的荒谬后承的结论部分。
- 3.129ἐν τούτῳ οὐσίωται ἐν τῷ ἀεὶ δυνάμει εἶναι
完成体被动直陈语气 οὐσίωται(被赋予本质/其本质在于)由介词短语 ἐν τούτῳ 修饰,后者随后被同位语式的说明性冠词不定式短语 ἐν τῷ ἀεὶ δυνάμει εἶναι 具体指明其内容。
- 3.129ταὐτὸν οὖν τὸ δυνάμει καὶ ἐνεργείᾳ ἐπὶ τοῦ ἀπείρου
省略系词 ἐστί 的名词性语句。主谓结构为:主词是 τὸ δυνάμει καὶ ἐνεργείᾳ(处于潜能与现实),谓词是中性单数 ταὐτόν(同一),介词短语 ἐπὶ τοῦ ἀπείρου 限定其适用的论域。
