← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§45.16-46.25

一的三种涵义与全体和部分的疑难

斐洛波诺斯根据185b7的引文阐释了“一”的三种分类(连续者、不可分者、定义同一者),并论证苏格拉底应归入作为连续者的一。随后针对185b11,他分析了全体与部分究竟是同一还是相异的疑难,并指出全体作为复合的结果而在某种意义上相异,但从不包含外在于部分的成分而言又与部分同一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24

" Λέγεται δ’ ἓν ἢ τὸ συνεχὲς ἢ τὸ ἀδιαίρετον ἢ οὗ ὁ λόγος ὁ αὐτὸς καὶ εἷς ὁ τοῦ τί ἦν εἶναι." Τὸ καθ’ ἕκαστα ἕν, φησίν, τριχῶς λέγεται [λέγεται] καὶ ὡς συνεχὲς ἕν, ὡς λέγομεν ἓν τὸ ξύλον, καὶ ὡς τὸ ἀδιαίρετον, οἷον τὸ σημεῖον, καὶ ὡς τὰ πολυώνυμα, οἷον ἄορ ξίφος μάχαιρα. τὸν οὖν Σωκράτην ἓν ὄντα ἐπὶ τί ἀνοίσομεν; λέγω οὖν ὅτι ἐπὶ τὸ συνεχές·1 καὶ γὰρ καὶ αἱ Σωκράτους ἰδιότητες αἱ συμπληροῦσαι αὐτὸν καὶ αἱ ζωαὶ αὐταί, εἰ καὶ μή εἰσι καθ’ αὑτὰς συνεχεῖς, ἀλλ’ οὖν ἐν συνεχεῖ τὸ εἶναι ἔχουσι. διὰ τοῦτο οὖν ἐπὶ τὸ συνεχὲς αὐτὸν ἀνοίσομεν.

“而‘一’要么被说成是连续者,要么是不可分者,要么是其本质的定义同一且唯一的。” 他说,个别的“一”有三种说法:作为连续者的一,正如我们说木料是一;作为不可分者,如点;以及作为多名同义之物,如阔剑、长剑、短剑。那么,对于作为一的苏格拉底,我们将归入哪一类呢?所以我说,归入连续者;因为补充完备苏格拉底的那些固有特性以及生命活动本身,即便它们就其自身而言并非连续的,但无论如何是在连续者中具有其存在。因此,正是由于这个缘故,我们将把他归入连续者。

§1.25#1

"Ἔχει δὲ ἀπορίαν περὶ τοῦ μέρους καὶ τοῦ ὅλου, ἴσως δὲ οὐ πρὸς τὸν λόγον, ἀλλ’ αὐτὴν καθ’ αὑτήν." Ἐπειδὴ ἔδειξεν ὅτι,2 εἰ ὡς συνεχὲς ἔλεγον τὸ ὂν ἓν εἶναι, ἐπειδὴ τὸ συνεχὲς διαιρετόν ἐστιν, ἔσται τὸ ὂν οὐκέτι ἓν κυρίως ἀλλὰ πολλά, ἠπόρησε δὲ ἄν τις πρὸς αὐτὸν ὅτι ‘κακῶς τὸ συνεχὲς πολλὰ εἴρηκας, ἐπειδὴ δυνάμει διαιρετόν ἐστι. τὸ γὰρ συνεχὲς ταὐτόν ἐστι τῷ ὅλῳ, τὸ δὲ ὅλον3 ταὐτόν ἐστι τοῖς μέρεσιν· οὐδὲ γάρ ἐστιν ἕτερον παρὰ τὰ μέρη. ὥστε καὶ τὸ συνεχὲς ταὐτόν ἐστι τοῖς μέρεσιν. εἰ δὲ τὸ συνεχές, ἐπειδὴ καὶ τὸ ὅλον, δῆλον ὅτι καὶ τὰ μέρη οὐ πλείονα ἔσται, ἀλλ’ ἕν· οὐδὲ γὰρ κατ’ ἐνέργειαν λαμβάνεται ὑπάρχοντα, ἀλλὰ δυνάμει, ἐνεργείᾳ δὲ ἕν εἰσι’, φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι ἡ περὶ τοῦ μέρους ζήτησις καὶ τοῦ ὅλου, πότερον ἕτερά ἐστι ταῦτα ἀλλήλων ἢ ταὐτά, ἔχει ἀπορίαν οὐ μόνον πρὸς τὸν παρόντα νῦν λόγον, ἀλλὰ καὶ αὐτὴν καθ’ αὑτὴν ζητηθῆναι ἀξίαν. εἴτε γὰρ ταὐτά τις ὑπόθοιτο ταῦτα εἶναι, εἴτε ἕτερα, δόξει ἑκατέρᾳ ὑποθέσει ἄτοπόν τι ἀκολουθεῖν· εἰ μὲν γὰρ ἕτερον τὸ ὅλον τῶν μερῶν, ἐπειδὴ οὐδὲν ἕτερόν ἐστι τὸ ὅλον ἢ πάντα τὰ μέρη, συμβήσεται καὶ τὸ αὐτὸ ἑαυτοῦ ἕτερον εἶναι, ὅπερ ἄτοπον. καί ἐστιν ὁ συλλογισμὸς τοιοῦτος· τὸ ὅλον οὐδὲν ἕτερόν ἐστιν ἢ πάντα τὰ μέρη, τὰ μέρη τοῦ ὅλου ἕτερά ἐστι (τοῦτο γὰρ ὑπόκειται), τὸ ὅλον ἄρα τοῦ ὅλου ἕτερόν ἐστιν· αὐτὸ ἑαυτοῦ ἄρα ἕτερον τὸ ὅλον. εἰ μὲν οὖν ἕτερον τῶν μερῶν ὑποτεθείη, ταῦτα. εἰ δὲ ταὐτὸν τοῖς ὅλοις μέρεσι τὸ ὅλον, καὶ ἑνὶ ἑκάστῳ ταὐτὸν ἂν εἴη· εἰ γὰρ μὴ ταὐτὸν ἑνὶ ἑκάστῳ, οὐδὲ πᾶσιν ἅμα, εἰ δὲ ἑνὶ ἑκάστῳ ταὐτόν, ἔσονται καὶ ἀλλήλοις τὰ μέρη ταὐτά, ὅπερ ἄτοπον· τὰ γὰρ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ταὐτά. ὥστε ὅσον ἐκ τῶν ἀποριῶν τούτων, δόξει οὔτε ταὐτὸν οὔτε ἕτερον εἶναι τοῖς μέρεσι τὸ ὅλον. Ἰστέον οὖν ὅτι τὸ ὅλον πῇ μὲν ταὐτόν ἐστι τοῖς μέρεσι, πῇ δὲ ἕτερον. ἕτερον μὲν γάρ ἐστι τῶν μερῶν, ὡς ἐπιγινόμενον τῇ πάντων συνθέσει καὶ ἀποτέλεσμα αὐτῆς ὄν, ταὐτὸν δὲ πάλιν τοῖς μέρεσι τὸ ὅλον, ὡς μηδενὸς ἐπιγινομένου ἔξωθεν τῶν μερῶν εἰς τὴν τοῦ ὅλου ὕπαρξιν.

“然而关于部分与全体包含着疑难,也许不是针对论证,而是就其自身而言的。” 因为他已经证明,如果他们是在连续者的意义上说存在者为一,那么因为连续者是可分的,存在者将不再是本义上的一而是多;又因为有人可能会向他提出疑难说:“你错误地说连续者是多,只因它是潜能上可分的。因为连续者与全体是同一的,而全体与诸部分是同一的;因为除诸部分之外并不存在别的什么。因此连续者也与诸部分是同一的。如果连续者[与诸部分同一],既然全体也是如此,显然诸部分也将不再是多数,而是一;因为它们并不是作为现实地存在而被把握的,而是潜能地被把握,而在现实上它们是一”,——所以亚里士多德说,关于部分与全体的探究,即它们彼此是不同的还是同一的,不仅针对眼前现在的论证包含着疑难,而且就其自身而言也包含着值得探究的疑难。因为无论有人假设它们是同一的,还是不同的,在每一种假设下似乎都会伴随某种荒谬的结果。因为如果全体与诸部分不同,既然全体不是除了所有部分之外的任何其他东西,那么同一事物与自身不同这一情况也会产生,而这是荒谬的。其三段论如下:全体不是除了所有部分之外的任何其他东西;诸部分与全体不同(因为这是假设的前提);因此全体与全体不同;因此全体与自身不同。如果被假设为与诸部分不同,就会得出这些结论。然而如果全体与全部诸部分是同一的,它也将与每一个别部分同一;因为如果不与每一个别部分同一,也就不会与全体同时[同一];但如果与每一个别部分同一,诸部分之间也将彼此同一,而这是荒谬的;因为与同一事物同一的那些事物,彼此也是同一的。因此,单就这些疑难而言,全体似乎既不与诸部分同一,也不与它们不同。因此应当明了,全体在某种意义上与诸部分是同一的,在另一种意义上则是不同的。因为全体一方面不同于诸部分,乃是作为生成于所有部分的结合之上并且是这种结合的结果;但另一方面全体又与诸部分是同一的,乃是因为没有任何东西从诸部分之外附加进来以使全体得以存在。

语法注3 条
  1. 1.24λέγω οὖν ὅτι ἐπὶ τὸ συνεχές

    承接前文的疑问句“τὸν οὖν Σωκράτην ἓν ὄντα ἐπὶ τί ἀνοίσομεν?”(那么,作为一的苏格拉底我们将归入哪一类呢?),此处省略了动词 ἀνοίσομεν。介词短语 ἐπὶ τὸ συνεχές 充当该动词的归宿宾语。

  2. 1.25Ἐπειδὴ ἔδειξεν ὅτι... ἠπόρησε δὲ ἄν τις... φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι

    句首以“Ἐπειδὴ ἔδειξεν ὅτι...”起首表明原因背景,随后以 δέ 并列连接带有潜能/虚拟语气的反诘分句“ἠπόρησε δὲ ἄν τις...”,最后由 οὖν 引导主句的主动词“φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι...”。阅读的核心骨架即为“Ἐπειδὴ... ἠπόρησε δὲ ἄν... φησὶν οὖν...”。

  3. 1.25εἰ δὲ τὸ συνεχές, ἐπειδὴ καὶ τὸ ὅλον

    承前句“ὥστε καὶ τὸ συνεχὲς ταὐτόν ἐστι τοῖς μέρεσιν”(因此连续者也与诸部分是同一的),条件分句“εἰ δὲ τὸ συνεχές”与原因分句“ἐπειδὴ καὶ τὸ ὅλον”中均省略了谓语“ταὐτόν ἐστι τοῖς μέρεσιν”,应理解为“如果连续者[与诸部分同一],既然全体也[与诸部分同一]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:45.16-46.25