- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:456.9-458.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐洛庞劳回顾了完全否定无限者将导致的亚里士多德式困难,随后详细审视了亚里士多德关于时间不可能有开端的论证,通过区分“存在过”的实存意义与时间意义来为时间的有限性辩护。
ἓν μὲν οὖν τοῦτο ἄτοπον μὴ παραδεχομένοις μηδαμῶς τὸ ἄπειρον, ἕτερον δὲ ὅτι οὐκ ἔσονται τὰ συνεχῆ ἐπ’ ἄπειρον διαιρετά, καὶ τρίτον ὅτι ἐπιλείψει αὐξόμενος ὁ ἀριθμός. εἰ τοίνυν, φησί, καὶ οἱ ἀνασκευάζοντες τὸ ἄπειρον λόγοι καὶ οἱ εἰσάγοντες ἀληθεῖς, διαιτητοῦ χρεία τοῦ διαιτήσοντος ἐναντίοις λόγοις καὶ δείξοντος κατὰ τί μὲν ἀληθεῖς εἰσι κατὰ τί δὲ οὔ· εἰ γὰρ μὴ κατά τι μὲν ὑπῆρχε τὸ ἄπειρον, κατά τι δὲ οὐχ ὑπῆρχεν, οὐκ ἂν ἔδοξεν ἑκάτερος τῶν λόγων ἀληθὴς εἶναι. ταῦτα εἰπών, ἐφεξῆς διαιτᾷ τῷ λόγῳ διαίρεσιν τῶν ὄντων ποιούμενος. Ἀλλὰ πρότερον τὰ περὶ τοῦ χρόνου εἰρημένα ἐπισκεψώμεθα. εἰ τῷ λέγειν ὅτι ἦν ποτε ὅτε οὐκ ἦν χρόνος1 ἄτοπόν τι ἀκολουθεῖ, τὸ εἶναι χρόνον ὅτε οὐκ ἦν χρόνος, καὶ διὰ τοῦτο ψευδὴς ἡ ἀπόφασις αὕτη, διότι καὶ τὸ ‘ἦν’ καὶ τὸ ‘ποτέ’ χρονικὰ προσρήματα, ἃ λέγομεν ὑπάρχειν πρὸ τοῦ χρόνου, ἀνάγκη δήπου τὴν κατάφασιν ταύτην ἀληθῆ ὑπάρχειν, καὶ μηδὲν αὐτῇ ἕπεσθαι ἄτοπον, λέγω δὴ τὴν λέγουσαν ὅτι ἦν ποτε ὅτε [οὐκ] ἦν χρόνος· ἐπὶ παντὸς γὰρ ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθής. ἀλλ’ ἐπεὶ τὸ ‘ποτέ’ καὶ τὸ ‘ἦν’ χρόνου ἐστὶ δηλωτικά, οὐδὲν ἄλλο λέγει ἡ κατάφασις ἢ ὅτι ἦν χρόνος ὅτε ἦν χρόνος. τίς οὖν τῶν χρόνων τούτων ἡ διαφορά, τοῦ τε ὄντος καὶ τοῦ ἐν ἐκείνῳ ὄντος, οὐδὲ βουλομένῳ πλάσαι δυνατόν· ὥσπερ γὰρ εἴ τις εἴποι ‘ἦν ποτε ὅτε ἦν Σωκράτης’, εἶπεν ἕτερόν τι τὸν χρόνον καὶ ἕτερον τὸν Σωκράτην τὸν ἐν τῷ χρόνῳ γενόμενον, οὕτω δήπου καὶ ὅταν λέγῃ ‘ἦν ποτε ὅτε ἦν χρόνος’, ἕτερον ἐν ἑτέρῳ φησὶν εἶναι χρόνον. δεῖ οὖν τὸ μὲν ὑποκεῖσθαι τὸ δὲ ἐν ἐκείνῳ εἶναι. εἰ δέ τις ἐρεῖ ὅτι ἐπὶ τοῦ αὐτοῦ φέρω τὸ ‘ἦν’ καὶ τὸ ‘ποτέ’ καὶ τὸ ‘χρόνος’, ἴστω μετὰ τοῦ γέλωτα ὀφλισκάνειν καὶ τὴν κατάφασιν ἀναιρῶν τὸν αὐτὸν ποιῶν ὑποκείμενον καὶ κατηγορούμενον. ὥσπερ γὰρ εἴ τις λέγοι ὅτι ‘ἦν Σωκράτης ὅτε ἦν Σωκράτης’ καταγέλαστος ἂν εἴη, οὐ κατάφασιν λέγων ἐν ᾗ πάντως δεῖ τὸν ὑποκείμενον ὅρον ἕτερον εἶναι τοῦ κατηγορουμένου, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν φωνὴν αὐτὴν εἰς ἑαυτὴν κυκλουμένην, οὕτω δήπου ὁ λέγων ὅτι ‘ἦν ποτε ὅτε ἦν χρόνος’, εἰ νομίζοι τὸν αὐτὸν ἐν τῷ ὑποκειμένῳ χρόνον λαμβάνειν καὶ ἐν τῷ κατηγορουμένῳ, τὸν αὐτὸν ὀφλήσει γέλωτα. καὶ ἄλλως εἰ ἡ κατάφασις καὶ ἡ ἀπόφασις τοὺς αὐτοὺς ὅρους ἔχουσιν ἀπαραλλάκτως, ἐπὶ δὲ τῆς ἀποφάσεως τὸ ‘ἦν’ καὶ τὸ ‘ποτέ’ χρόνον ἐξειλήφασι προυπάρχοντα τοῦ χρόνου, τοὺς αὐτοὺς δήπου καὶ ἐν τῇ καταφάσει φυλακτέον. ἔσται οὖν τις χρόνος ἐν ᾧ ἕτερός τις ὑπῆρχε χρόνος· τις οὖν ἐν τινί· ἀλλ’ ἀδύνατον. ὅσον οὖν ἐπὶ τοῖς σεμνοῖς τούτοις συλλογισμοῖς, ψευδὴς ἔσται ἡ ἀντίφασις, ἐπειδὴ καὶ τῇ ἀποφάσει καὶ τῇ καταφάσει ἄτοπόν τι ἠκολούθησεν. αἴτιον δέ σοι τῆς πλάνης γέγονε τὸ μὴ συνιδεῖν,2 ὅτι ἀδύνατόν ἐστι κατηγορῆσαί τί τινος ἐκτὸς χρονικῆς τινος ἐμφάσεως διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν * * * ἀλλ’ οὐδὲ ἐπὶ αὐτῶν τῶν θείων. πῶς δὲ καὶ οὐ καταγέλαστον τὸ νομίζειν ὅτι τὸ ‘ἦν’ καὶ τό ‘ἔστι’ πάντως ἐπὶ χρόνου κατηγορεῖται, οὐχὶ δὲ καὶ ἐπὶ ὑπάρξεως, ὡς ὅταν λέγω ὅτι ‘ἦν Σωκράτης’, ‘ἦν τὸ Λύκειον’, εἰ καὶ συνεμφαίνεταί πως καὶ ὁ χρόνος; λέγομεν δήπου καὶ θεὸν εἶναι, καὶ οὐ δήπου χρόνον αὐτοῦ κατηγοροῦμεν· κἂν γὰρ λέγωσι τὸ ἐπὶ θεοῦ ‘εἶναι’ μὴ ἀντιδιαστέλλεσθαι πρὸς τὰ λοιπὰ μέρη τοῦ χρόνου, ἀλλ’ οὖν γε ἡ φωνὴ αὕτη πρὸς ἀντιδιαστολὴν τοῦ ‘ἦν’ καὶ τοῦ ‘ἔσται’ λέγεται, ἀλλ’ ὅμως ἡ διάνοια διορθοῦται τὴν τῆς φωνῆς ἀσθένειαν. οὕτως οὖν καὶ ὅταν λέγω ὅτι ‘ἦν ὅτε οὐκ ἦν χρόνος’ (τὸ γὰρ ‘ποτέ’ ὡς μᾶλλον κακουργηθῆναι δυνάμενον σιωπῶ), τὸ ‘ἦν’ ἐπί τινος ὑπάρξεως οὐ χρόνου φέρω, ὅτι ἦν φέρε εἰπεῖν αἰὼν ἢ ἄλλαι τινὲς οὐσίαι θεῖαι. καὶ διορθοῦμαι τὴν ἀσθένειαν τῆς φωνῆς τοιῷδε τρόπῳ, ἐπειδὴ τὸ ‘ἦν’ ἓν μέν ἐστι κατὰ τὴν φωνήν, τῷ δὲ λόγῳ οὐχ ἕν·3 σημαίνει μὲν γὰρ καὶ τὴν ὕπαρξιν οὗ ἂν κατηγορῆται πράγματος, σημαίνει δὲ καὶ χρόνου τι μόριον τὸ παρεληλυθός· ὅσον μὲν οὖν αὐτοῦ ὕπαρξιν δηλοῖ, τοῦτο λαμβάνω, ὅσον δὲ χρονικὸν τμῆμα, οὐκέτι.
因此,对于无论如何都不接受无限者的人来说,这是第一个荒谬,第二个荒谬是连续事物将不能被无限分割,第三个荒谬是递增的数将会穷尽。因此他说,如果驳斥无限者的论证和引入无限者的论证都是真实的,那么就需要一位仲裁者来调解相反的论证,并指出它们在何种方面是真实的,而在何种方面则不是;因为如果无限者不是在某一方面存在而在另一方面不存在,这两方论证就不会看起来都是真实的。在说了这些之后,他紧接着通过对存在者进行划分而在论证中进行仲裁。但首先让我们审视关于时间所说的事情。如果由于说“曾经有一个时间并不存在的时候”,就会随之产生一个荒谬,即“在时间不存在的时候时间存在”,并且由于这个缘故这个否定是虚假的——因为“存在过”和“曾经”都是时间的称谓,而我们说它们在时间之前存在——,那么这个肯定,即主张“曾经有一个时间[……]存在的时候”的肯定,就必然完全是真实的,并且没有任何荒谬随之而来;因为在每一件事情上,要么肯定为真,要么否定为真。但是,既然“曾经”和“存在过”是时间的指示,那么这个肯定所说的无非就是“在时间存在的时候时间存在”。因此,这些时间之间的差异究竟是什么——无论是存在的那一个还是存在于其中的那一个——即使对有意的人来说也是不可能捏造的;因为正如如果有人说“曾经有一个苏格拉底存在的时候”,他把时间说成是一件事物,而把在时间中产生的苏格拉底说成是另一件事物,那么同样,每当有人说“曾经有一个时间存在的时候”,他也就是在说一个时间在另一个时间之中。因此,必然是一者作为主词,另一者在其中。但如果有人说我把“存在过”、“曾经”和“时间”归于同一事物,那么请他明白,他在自取其辱的同时,也通过使主词和谓词相同而取消了肯定。因为正如如果有人说“在苏格拉底存在的时候苏格拉底存在”,他就是可笑的,因为他所说的并不是其中主词项完全必然有别于谓词项的肯定,而是一个完全自相循环的同一种发音;同样,那个说“曾经有一个时间存在的时候”的人,如果认为自己在主词中和在谓词中采纳的是同一时间,他也将招致同样的嘲笑。此外,如果肯定和否定毫无变异地具有相同的词项,并且在否定中他们把“存在过”和“曾经”理解为先于时间存在的时间,那么在肯定中也完全必须保留相同的词项。因此,就将存在某个时间,在其中存在着另一个时间;某个时间在某个时间之中;但这是不可能的。因此,就这些庄严的推论而言,矛盾命题将是虚假的,因为对于否定和肯定都随之产生了某种荒谬。而造成你这一错误的根源,在于没有认识到由于我们的软弱,如果不带有某种时间的内涵,就不可能把任何东西述说于任何事物……甚至在神圣事物本身上也不是如此。而且,认为“存在过”和“存在”完全是被述说于时间,而不是也被述说于实存,这难道不是同样可笑吗?正如当我说“苏格拉底存在过”、“吕刻昂存在过”时,即使时间也以某种方式被共同暗示出来。我们固然也说上帝存在,但我们决不是把时间述说于他;因为即使他们说在上帝那里的“存在”并不与时间的其余部分相对立,但无论如何这一发音是相对于“存在过”和“将存在”而说的,然而理智纠正了发音的软弱。因此,正如当我说“[有]时间不存在[的时候]存在过”(因为关于“曾经”,作为更容易被曲解的词,我保持沉默)时,我是把“存在过”归于某种实存而不是归于时间,可以说,是指永恒或某种其他的神圣实体存在过。并且我以如下方式纠正发音的软弱:既然“存在过”在发音上是一,在定义上却不是一;因为一方面它意味着它所被述说的任何事物的实存,另一方面它也意味着过去了的时间的某个部分;因此,就它表示实存而言,我接受这一点;但就它表示时间的切分而言,我不再接受。
- 3.129ὅτι ἦν ποτε ὅτε [οὐκ] ἦν χρόνος
在校勘本中,带括号的 οὐκ 被视作受前文否定命题(ἦν ποτε ὅτε οὐκ ἦν χρόνος)影响的抄写窜入而予以删除。此处指代的是肯定命题(κατάφασις),意即“曾经有一个时间存在的时候”,这由基于排中律的论证结构所决定。
- 3.129αἴτιον δέ σοι τῆς πλάνης γέγονε τὸ μὴ συνιδεῖν
表语名词 αἴτιον 置于句首,带冠词的不定词短语 τὸ μὴ συνιδεῖν 充当语法主语。与格 σοι(“对你而言”)直接指向对话对象(亚里士多德或论辩对手)。
- 3.129ἓν μέν ἐστι κατὰ τὴν φωνήν, τῷ δὲ λόγῳ οὐχ ἕν
介词短语 κατὰ τὴν φωνήν 与表示方面的与格 τῷ λόγῳ 构成对应,呈现了说明同名异义的标准构式:“在发音上是一,但在定义(概念)上却不是一”。
