← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§454.14-456.8

方向差异与处所的有限性对无限物体的否定

斐洛波诺斯补充了基于全宇宙六种方向差异、处所作为包容者界限的本性有限性以及属与种关系的论证,以确证无限物体之不可能。他进而援引《天论》中的几何学论据证明圆周运动的有限性,随后转向如果完全否定无限者就将在时间和运动的永恒性方面引发的难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.129#2

ταῦτα μὲν οὖν δεξιὰ καὶ ἀριστερά, κατ’ ἀναλογίαν δὲ ἔμπροσθεν μὲν τὰ βόρεια, ὄπισθεν δὲ τὰ νότια. ἀνάγκη οὖν εἰ ἔστι σῶμα ἄπειρον, ἐν τόπῳ εἶναι τοῦτο, ἐν τόπῳ δὲ ὂν κατὰ ταύτας τὰς διαστάσεις διεστάναι. ἀδύνατον δὲ ἐν τῷ ἀπείρῳ σώματι ταύτας λαβεῖν τὰς διαφοράς· τί γὰρ τῶν τοῦ ἀπείρου τίνι τῶν τόπων ἀφοριεῖς; εὐθὺς γὰρ ἀνάγκη πεπερασμένον εἶναι συνδιαιρούμενον κατὰ μόρια ταῖς τῶν τόπων διαφοραῖς.1 ἢ γὰρ τινὰ τῶν μορίων ἄπειρα ἔσονται τινὰ δὲ πεπερασμένα, ἢ πάντα ἄπειρα, ἢ πάντα πεπερασμένα· καὶ εἰ μὲν πάντα πεπερασμένα, καὶ τὸ ἐκ πάντων ἄρα πεπέρανται, εἰ δὲ τῶν λοιπῶν θάτερον εἴη,2 ἢ πολλαπλασιασθήσεται τὸ ἄπειρον ἢ αὐξηθήσεται. τρίτον· πᾶς τόπος φύσει πεπέρανται (πέρας γάρ ἐστι τοῦ περιέχοντος), εἰ οὖν πᾶν μὲν σῶμα ἐν τόπῳ πᾶς δὲ τόπος πεπέρανται,〈πᾶν ἄρα σῶμα πεπέρανται〉. καὶ ἀποφατικῶς· εἰ πᾶν σῶμα ἐν τόπῳ, τόπος δὲ ἄπειρος οὐκ ἔστιν, οὐδὲν ἄρα σῶμα ἄπειρόν ἐστι. τέταρτον τίθησιν ἐπιχείρημα τοιοῦτον· ἐφ’ ὧν, φησί, τὸ γένος κατηγορεῖται, ἀνάγκη πᾶσα καὶ τῶν εἰδῶν τι κατηγορεῖσθαι (οὐδὲν γάρ ἐστι γένος τι αὐτὸ καθ’ αὑτό, ἀλλ’ ἐν τοῖς εἴδεσι θεωρεῖται, οὐδὲ ἔστι ζῷόν τι ὃ μὴ πάντως ἄνθρωπός ἐστιν ἢ ἵππος ἢ ἕτερόν τι τῶν κατ’ εἶδος ζῴων), οὐκοῦν εἰ ἐν τόπῳ τὸ ἄπειρον, πάντως καὶ ἔν τινι τῶν τοῦ τόπου εἰδῶν ἔσται, ἢ ἐν τῷ κάτω ἢ ἐν τῷ ἄνω ἢ ἔν τινι τῶν ἄλλων (οὐ γὰρ ἔστι τόπος τις παρὰ τοὺς εἰρημένους), δέδεικται δὲ πολλάκις ὅτι ἀδύνατον τὸ ἄπειρον ἔν τινι τούτων εἶναι. οὕτω μὲν οὖν ἐνταῦθα. ἐν δὲ τῇ Περὶ οὐρανοῦ πραγματείᾳ πολλοῖς ἐπιχειρήμασι κατασκευάζει, ὅτι οὐδὲ τὴν κύκλῳ κίνησιν ἐνδέχεται ἄπειρον εἶναι, ἐπεὶ μηδὲ αὐτὸν τὸν κύκλον. ἐξ ὧν δύο ἢ τρία μεμνήσομαι, ὅσα εἰς νόησίν ἐστι προχειρότερα καὶ τοῖς μὴ διὰ γεωμετρικῆς ἠγμένοις θεωρίας. δέδεικται γοῦν ἐν γεωμετρίᾳ, ὅτι ἐὰν δύο εὐθεῖαι ἀπὸ ἑνὸς σημείου ἐκβληθῶσιν ἐπ’ ἄπειρον, τὸ μεταξὺ αὐτῶν διάστημα ἐπ’ ἄπειρον αὐξηθήσεται, καὶ εἰ γενομένας κατ’ ἐνέργειαν ἀπείρους νοεῖς τὰς εὐθείας, καὶ τὸ μεταξὺ αὐτῶν διάστημα κατ’ ἐνέργειαν ἄπειρον ἔσται. τούτου οὕτως ἔχοντος, ἐὰν νοήσῃς ἀπὸ τοῦ κέντρου τῆς γῆς δύο εὐθείας ἐκβαλλομένας μίαν μὲν ἐπὶ τὸ μεσουράνημα, ἑτέραν δὲ ἐπὶ τὴν ἀνατολήν, εἰ μὲν τὸ μεταξὺ αὐτῶν διάστημα ἄπειρον εἴη, ἐπειδὴ ἐν ἓξ ὥραις τὴν τοσαύτην διάστασιν κινεῖται ὁ ἥλιος, λέγω τὴν ἀπὸ ἀνατολῆς ἐπὶ τὸ μεσουράνημα, ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον διάστημα κινηθήσεται, ὅπερ ἀδύνατον. οὐκ ἄρα ἄπειρον τὸ μεταξὺ τῶν εὐθειῶν διάστημα, ἀλλὰ πεπερασμένον. τὰ αὐτὰ δὲ πάλιν συμβήσεται, κἂν εἰ ἀπὸ τοῦ κέντρου ἐπὶ τὸ μεσουράνημα καὶ ἐπὶ τὴν δύσιν δύο εὐθείας ἐκβάλλωμεν· οὐκοῦν καὶ τὸ ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὴν δύσιν πεπερασμένον ἔσται. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ λοιποῦ ἡμισφαιρίου συμβαίνει. οὐκ ἄρα οὐδὲ τὴν κύκλῳ κίνησιν ἐνδέχεται ἄπειρον εἶναι. δείκνυσι δὲ τὸ αὐτὸ καὶ οὕτως· ὥσπερ, φησίν, οὐκ ἔστιν εἰπεῖν τρίγωνον ἄπειρον ἢ τετράγωνον, ἀλλ’ ἅμα τῷ εἰπεῖν ταῦτα σχήματά τινα ἐννοῶ, τὸ μὲν ὑπὸ τριῶν ὅρων τὸ δὲ ὑπὸ τεσσάρων περατούμενον. οὕτως οὐδὲ κύκλον ἄπειρον οἷόν τε λέγειν, οὐδὲ ἁπλῶς σχῆμα· αὐτὴ γὰρ τοῦ σχήματος ἡ ἔννοια ὅρου καὶ πέρατός ἐστι σημαντική. εἰ οὖν μηδὲ κύκλον εἰπεῖν ἄπειρον ἐνδέχεται, πολλῷ μᾶλλον οὐδὲ ἡ κατὰ κύκλον κίνησις ἄπειρος ἔσται· ὡς γὰρ ἔχει τὸ ἐφ’ οὗ γίνεται ἡ κίνησις, οὕτως ἔχειν ἀνάγκη καὶ τὴν κίνησιν.3 εἰ οὖν μήτε τῶν κατ’ εὐθεῖαν κινουμένων σωμάτων, μήτε τῶν κατὰ κύκλον ἐνδέχεται τὴν κίνησιν ἄπειρον εἶναι, δῆλον ὅτι οὐδὲ τόπον ἄπειρον εἶναι ἐνδέχεται· οὐδὲν ἄρα σῶμα οὔτε τῶν κύκλῳ κινουμένων οὔτε τῶν κατ’ εὐθεῖαν ἐνδέχεται ἄπειρον εἶναι. ταῦτα οὖν εἰπών, καὶ διὰ πάντων τούτων δείξας ὅτι ἀδύνατον σῶμά τι ἐνεργείᾳ ἄπειρον εἶναι, ἐφεξῆς εἰς τὸ ἐναντίον ἐπιχειρεῖ. εἰ γάρ, φησί, μηδαμῇ μηδαμῶς εἴη τὸ ἄπειρον, μυρία ἀδύνατα ἕψεται, ὥσπερ καὶ πρότερον εἶπεν. οὔτε γὰρ ὁ χρόνος, φησίν, ἀίδιος ἔσται, ἀλλ’ ἔσται τις αὐτοῦ ἀρχὴ καὶ τελευτή, πρᾶγμα ἀδύνατον· τὸ γὰρ λέγειν ὡς ἤρξατό ποτε γενέσθαι ὁ χρόνος, οὐδὲν ἄλλο λέγειν ἐστίν, ἢ ὅτι χρόνος ἦν ὅτε χρόνος οὐκ ἦν· πᾶν γὰρ τὸ γινόμενον ἐν χρόνῳ γίνεται, καὶ τὸ ‘ποτέ’ χρόνου κατηγορεῖται, δείκνυται δὲ καὶ κίνησις οὖσα ἀΐδιος, ᾗ παρακολούθημα ὁ χρόνος.4

因此这些是右和左,依此类推,北方是前,南方是后。所以,如果存在一个无限物体,它必然在一个处所之中,而在一个处所之中,它必然按照这些维度展开。但在无限物体中接受这些差异是不可能的;因为你将把无限者的哪个部分限定到诸处所的哪个之中呢?因为通过根据处所的诸差异被共同分割成诸部分,[物体]随即必然是有限的。因为它的诸部分要么有些是无限的而有些是有限的,要么全是无限的,要么全是有限的;而如果全是有限的,由一切构成的整体也就因此是有限的;但如果是其余两种情况中的任何一种,无限者要么被倍增,要么被扩大。第三:每一个处所依本性都是有限的(因为它是包容者的界限);因此,如果一切物体都在处所之中,而每一个处所都是有限的,[那么一切物体就都是有限的]。也可以否定性地表述:如果一切物体都在处所之中,并且不存在无限处所,那么没有任何物体是无限的。第四,他提出了这样一个论证:他说,凡是属被述说于其上的事物,完全必然也有某个种被述说(因为没有任何属自身单独存在,而是在诸种之中被考察,也没有任何动物并非完全是人、马或按种而分的动物中的某种其他事物);因此,如果无限者在处所之中,它也必定完全在处所的某个种之中,要么在下方之中,要么在上方之中,要么在其余的某个之中(因为在所说的处所之外并不存在某个处所);然而已经多次证明,无限者在这些之中的任何一个之中都是不可能的。因此在这里是如此。但在《天论》的讨论中,他通过许多论证确证,圆周运动也不可能是无限的,因为圆本身也不可能是无限的。在其中我将提及两三个论证,即那些即使对于没有经过几何学理论训练的人而言也更易于理解的论证。无论如何,在几何学中已经证明,如果两条直线从单一的点向无限延长,它们之间的间距将向无限增大;如果你设想这些直线成为了现实的无限,它们之间的间距也将在现实上是无限的。既然如此,如果你设想从地心引出两条直线,一条通向天顶,另一条通向东方,那么如果它们之间的间距是无限的,既然太阳在六个小时内运移如此巨大的间距——我指的是从东方到天顶的间距——它就将在有限的时间内运移了无限的间距,而这是不可能的。因此,直线之间的间距不是无限的,而是有限的。即使我们从地心向天顶和西方引出两条直线,同样的结果将再次出现;因此从天顶到西方的间距也同样是有限的。对于剩下的半球,同样的事情也会发生。因此,圆周运动也不可能是无限的。他也如下证明同一件事:正如他说,不能说无限三角形或四边形,而是一说出这些,我就设想到了某种图型,一种被三个界线限定,另一种被四个界线限定;同样,既不能说无限圆,也不能一般地说〔无限〕图型;因为图型这一概念本身就是界线与界限的指示。因此,如果连说无限圆也是不可能的,那么依圆的运动就更不可能是无限的了;因为运动发生于其上的事物具有怎样的状态,运动也必然具有怎样的状态。因此,如果直线运移的物体和依圆运移的物体的运动都不可能是无限的,那么显然处所也不可能是无限的;因此,无论在依圆运移的物体中还是在沿直线运移的物体中,没有任何物体可能是无限的。因此,在说了这些、并通过所有这些表明了任何物体在现实上是无限的乃是不可能的之后,他紧接着着手论证相反的方面。因为他说,如果无限者在任何地方都以任何方式不存在,就将如他先前所说的那样,随之产生无数的不可能。因为他说,时间也不会是永恒的,而是将会有某种开端和终结,这是一件不可能的事;因为说时间曾经开始产生,无非就是说,曾经有一个时间,那时时间并不存在;因为一切产生的事物都是在时间中产生的,而“曾经”是被述说于时间的,并且运动也被证明是永恒的,时间则是其附随物。

语法注4 条
  1. 3.129συνδιαιρούμενον κατὰ μόρια ταῖς τῶν τόπων διαφοραῖς

    宾格中性分词 συνδιαιρούμενον 与不定式 πεπερασμένον εἶναι 的逻辑主语(依上下文补出的 τὸ σῶμα)在性数格上一致,表示情状/方式,即物体随着处所的差异而被共同分割成各个部分。

  2. 3.129εἰ δὲ τῶν λοιπῶν θάτερον εἴη

    θάτερον(两者之一)指前面提到的三种情况(部分无限部分有限、全无限、全有限)中扣除刚刚讨论的“全有限”之后剩下的两种情况中的任何一种。从句采用希求法 εἴη 表达假设,主句使用将来时直陈式,构成混合条件句。

  3. 3.129ὡς γὰρ ἔχει τὸ ἐφ’ οὗ γίνεται ἡ κίνησις, οὕτως ἔχειν ἀνάγκη καὶ τὴν κίνησιν

    这是一个 ὡς... οὕτως...(正如……那样……)的相关句式。实质化短语 τὸ ἐφ' οὗ 意为“运动发生于其上的基底/轨迹(此处指圆)”。动词 ἔχει 带有状态性含义,表示“处于何种状态”。

  4. 3.129δείκνυται δὲ καὶ κίνησις οὖσα ἀΐδιος, ᾗ παρακολούθημα ὁ χρόνος

    动词 δείκνυται 支配分词短语 κίνησις οὖσα ἀΐδιος 构成间接陈述(“运动被证明是永恒的”)。与格关系代词 ᾗ 作为谓词名词 παρακολούθημα(附随物)的补足语,表示“对于其而言的附随物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:454.14-456.8