- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:452.11-454.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐释亚里士多德如何依据作直线运动的物体的倾向(重与轻)以及处所的六种自然差异(特别是上与下),来论证不可能存在无限的自然物体。
" Ὅλως δὲ φανερὸν ὅτι ἀδύνατον τὸ ἄπειρον ἅμα λέγειν σῶμα καὶ τόπον τινὰ εἶναι τοῖς σώμασιν." Δείξας ἐκ τῶν δυνάμεων καὶ ἐκ τῶν τόπων ὅτι ἀδύνατον εἶναι ἄπειρον σῶμα, νῦν καὶ ἐκ τῶν ῥοπῶν αὐτὸ τοῦτο κατασκευάζει, καθ’ ἃς τὰ φυσικὰ σώματα κινοῦνται. δύο γὰρ εἴδη κινήσεων ἐν τῷ παντί, ἥ τε κατ’ εὐθεῖαν καὶ ἡ κύκλῳ, καὶ τῆς κατ’ εὐθεῖαν ἡ μὲν ἄνω, ἡ τῶν κούφων, ἡ δὲ κάτω, ἡ τῶν βαρέων. ἐὰν οὖν δειχθῇ ὅτι οὔτε τῶν κατ’ εὐθεῖαν κινουμένων σωμάτων οὔτε τῶν κύκλῳ ἄπειρον καὶ μίαν κινεῖται κίνησιν,1 ἀλλὰ πᾶσα μία κίνησις πεπερασμένη ἐστί, δῆλον ὅτι οὐδὲ τόπος ἄπειρος ἔσται, τόπου δὲ ἀπείρου μὴ ὄντος, οὐδὲ φυσικὸν σῶμα ἄπειρον ἔσται· πᾶν γὰρ σῶμα ἐν τόπῳ. ἐνταῦθα μὲν οὖν δείκνυσιν ὅτι οὐκ ἔστι κατ’ εὐθεῖαν κίνησις ἄπειρος, ἐν δὲ τῇ Περὶ οὐρανοῦ ὅτι οὐδὲ κυκλοφορικὴν κίνησιν ἄπειρον εἶναι ἐνδέχεται. εἰ δὲ πᾶν σῶμα ἢ κύκλῳ κινεῖται ἢ κατ’ εὐθεῖαν, ἀμφότερα δὲ πεπερασμένα, αἱ κινήσεις, καὶ τὰ κινούμενα ἀνάγκη πεπερασμένα εἶναι. ὅπερ οὖν εἶπον, ἐνταῦθα δείκνυσιν ὡς οὐχ οἷόν τε τῶν εὐθυφορικῶν τι σωμάτων ἄπειρον εἶναι, καὶ πρῶτον μὲν δείκνυσι δι’ ὑποθετικοῦ συλλογισμοῦ. εἰ γὰρ ἔστι, φησίν, ἄπειρόν τι σῶμα αἰσθητόν, ἢ βάρος ἕξει ἢ κουφότητα (πᾶν γὰρ σῶμα αἰσθητὸν ἢ βάρος ἔχει ἢ κουφότητα), ἀλλὰ μὴν ἀδύνατον βάρος ἔχειν ἢ κουφότητα τὸ ἄπειρον σῶμα, οὐδὲ εἶναι ἄρα ὅλως δυνατὸν ἄπειρον σῶμα τῶν κατ’ εὐθεῖαν κινουμένων. πόθεν δὲ ὅτι ἀδύνατον βάρος ἔχειν ἢ κουφότητα τὸ ἄπειρον σῶμα; ὅτι εἰ μὲν βαρὺ εἴη, φησίν, ὅλον ἔσται κάτω, εἰ δὲ κοῦφον, ὅλον ἄνω, εἰ δὲ τὸ μὲν ἕξει βαρὺ τὸ δὲ κοῦφον, τὸ μὲν ἔσται αὐτοῦ ἄνω τὸ δὲ κάτω. καὶ τὸ μὲν ὅλον εἶναι ἢ ἄνω ἢ κάτω, ὡς σαφὲς ἔχον τὸ ἄτοπον, οὐδὲ κατασκευάζει (πρῶτον μὲν ὅτι οὐ μόνον βαρέα ἐστὶ τὰ σώματα, ἀλλὰ καὶ κοῦφα, ἔπειτα εἰ μόνον τὸν ἄνω καθέξει τόπον, ἐλλείψει ὁ κάτω, εἰ δὲ τὸν κάτω, ἐλλείψει ὁ ἄνω· πῶς οὖν ἄπειρον ὃ μὴ πάντα περιλαμβάνει τόπον;), κατασκευάζει δέ, μᾶλλον δὲ ἀπάγει εἰς ἄτοπον, τὴν ὑπόθεσιν τὴν λέγουσαν τὸ μὲν αὐτοῦ εἶναι βαρὺ τὸ δὲ κοῦφον. εἰ γὰρ τὸ μὲν αὐτοῦ εἴη βαρὺ τὸ δὲ κοῦφον, τὸ μὲν ἔσται ἄνω τὸ δὲ κάτω· πῶς οὖν διελεῖς, φησί, τὸ ἄπειρον, ἵνα καὶ ἀποδῷς μόριον ἑκατέρῳ; πότερον τὸ μὲν ἥμισυ βαρὺ ἐρεῖς τὸ δὲ ἥμισυ κοῦφον, ἢ ὁπωσοῦν ἄλλως; καὶ πῶς οἷόν τε τοῦ ἀπείρου ἥμισυ ἢ δίμοιρον λαβεῖν, ἢ ὅλως μόριον; ἔπειτα πῶς δυνατὸν ὅλως ἐν τῷ ἀπείρῳ εἶναι τὸ ἄνω καὶ τὸ κάτω; πόθεν ἀρξάμενος μέχρι τίνος ἀφοριεῖς τὸ ἄνω, ὁμοίως δὲ καὶ τὸ κάτω; ἀδύνατον γὰρ τοῦτο ἐπὶ τοῦ ἀπείρου. καὶ εἰ ὅλως ἔχει τὸ ἄνω καὶ κάτω, ἕξει καὶ ἔσχατα· ἔσχατα γὰρ ταῦτα. εἰ δὲ ἔχει ἔσχατα, οὐκ ἂν εἴη ἄπειρον. δυνατὸν δὲ καὶ ἐνταῦθα εἰπεῖν ἅπερ καὶ ἐπὶ τῶν δυνάμεων, ὅτι ἢ κεκραμένα ἔσονται ἢ ἁπτόμενα, καὶ ἥξουσιν οἱ πρότερον λόγοι. πρῶτον μὲν οὖν ἐπιχείρημα τοῦτο. δεύτερον πάλιν ἀπὸ τῶν τόπων. πᾶν, φησί, φυσικὸν σῶμα ἐν τόπῳ ἐστί, τόπου δὲ διαφοραὶ ἕξ, κυριώτατοι μὲν τῶν τόπων δύο, ὁ ἄνω καὶ ὁ κάτω, ἕτεροι δὲ παρὰ τούτους τέσσαρες, ἔμπροσθεν ὄπισθεν δεξιὰ ἀριστερά. πρώτους δὲ εἶπον τὸν ἄνω καὶ τὸν κάτω, διότι συναναιροῦσι καὶ οὐ συναναιροῦνται·2 μὴ ὄντων γὰρ τούτων οὐδὲ οἱ λοιποὶ εἶναι δύνανται, ἐκείνων δὲ μὴ ὄντων τούτους οὐδὲν κωλύει εἶναι· ὄντος μὲν γὰρ πλάτους ἢ βάθους ἀνάγκη πᾶσα καὶ μῆκος εἶναι, μήκους δὲ ὄντος οὐκ ἀνάγκη καὶ τὰ λοιπά. δείκνυσι δὲ ταῦτα ἐν τῇ Περὶ οὐρανοῦ ἀκριβέστερον. ἓξ οὖν αἱ διαφοραὶ τοῦ τόπου, καὶ αὗται, φησίν, οὐδὲ μόνον θέσει εἰσὶ καὶ πρὸς τὴν ἡμετέραν σχέσιν, ἀλλὰ καὶ ἐν τῷ παντὶ κατὰ φύσιν εἰσί· καὶ ὁ μὲν ἄνω καὶ κάτω προφανῶς, δεξιὰ δὲ καὶ ἀριστερὰ ἐν μὲν τοῖς μερικοῖς προδήλως (φύσει γὰρ τὰ μὲν τῶν μορίων ἐστὶ δεξιά, τὰ δὲ ἀριστερά), καὶ ἐν τῷ παντὶ δὲ δεξιὰ μὲν τὰ ἀνατολικά, ὡς ἄρχοντα τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ ἐναντία. οὕτω καὶ ὁ ποιητὴς αὐτὰ καλεῖ· φησὶ γὰρ εἴτ’ ἐπὶ δεξί’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε, εἴτ’ ἐπ’ ἀριστερά τοί γε ποτὶ ζόφον ἠερόεντα.
“一般而言显然,不可能既说无限者是一个物体,又说它是诸物体的一个处所。” 在从诸能力和诸处所证明了不可能存在无限物体之后,现在他[亚里士多德]又从自然物体赖以运移的倾向出发来确证这一点。因为在全宇宙中有两种运动形式:直线运动与圆周运动;而在直线运动中,一种是向上的运动,即轻者的运动,另一种是向下的运动,即重者的运动。因此,如果证明了无论在沿直线运移的物体中还是在沿圆周运移的物体中,都没有任何一个作无限且单一的运动,而是一切单一运动都是有限的,那么显然也就不会有无限的处所;而在没有无限处所的情况下,也不会有无限的自然物体,因为一切物体都在处所之中。因此在这里,他表明直线运动不是无限的,而在《天论》中则表明圆周运动也不可能是无限的。如果一切物体要么沿圆周运动,要么沿直线运动,而这两者(即诸运动)都是有限的,那么被运移的事物也必然是有限的。正如我所说,在这里他表明直线运移的物体中有任何一个是无限的乃是不可能的,并且首先通过假言三段论来证明。因为他说,如果有某个可感的无限物体,它要么具有重性,要么具有轻性(因为一切可感物体要么具有重性,要么具有轻性);然而无限物体不可能具有重性或轻性;因此,在沿直线运移的物体中根本不可能有无限物体。那么,凭什么说无限物体不可能具有重性或轻性呢?因为他说,如果它是重的,它就将整体在下方;如果它是轻的,就将整体在上方;如果它的一部分具有重性而另一部分具有轻性,它的一部分将在上方,另一部分将在下方。至于整体要么在上方要么在下方这一情况,由于其荒谬性昭然若揭,他甚至没有加以确证(首先是因为物体不仅有重的,也有轻的;其次,如果它仅仅占据上方的处所,下方的处所就将空缺,而如果它占据下方的处所,上方的处所就将空缺;那么一个并不包容所有处所的事物怎么可能是无限的呢?);但他确证了(或者说归谬了)声称它的一部分是重的而另一部分是轻的这一假说。因为如果它的一部分是重的而另一部分是轻的,那么它的一部分将在上方,另一部分将在下方。那么他说,你将如何分割无限者,以便为两者各自分配一部分呢?你是说一半是重的而一半是轻的,还是以任何其他方式呢?而取无限者的一半或三分之二,或根本取其任何部分,又怎么可能呢?其次,在无限者之中究竟怎么可能存在上方和下方呢?你将从何处开始、直到何处限定上方,又同样限定下方呢?因为这对于无限者来说是不可能的。而且如果它果真具有上方和下方,它也将具有极限;因为这些就是极限。而如果它具有极限,它就不可能是无限的。在这里同样可以说关于诸能力所说的话,即它们要么是混合的,要么是相接触的,并且先前的论证将同样适用。因此,这是第一个论证。第二个论证又来自诸处所。他说,一切自然物体都在处所之中,而处所有六种差异,其中最主要的处所有两个,即上方和下方,在此之外另有四个:前、后、右、左。我称上方和下方为首要的,是因为它们能连带取消[其他四者],却不被[其他四者]连带取消;因为没有这二者,其余的也就不能存在,但没有其余的,却丝毫不妨碍这二者的存在。因为有宽度或深度时,完全必然也有长度,但有长度时,并不必然其余的维度也存在。他在《天论》中更精确地证明了这些。因此处所有六种差异,他说,这些差异不仅由于位置以及相对于我们的关系而存在,而且在全宇宙中按照本性存在:上方和下方显而易见是如此,右和左在个别事物中也是显见的(因为各部分在本性上有些是右,有些是左),在全宇宙中,东方由于是运动的发端而是右,相对的则是左。诗人[荷马]也是这样称呼它们的;因为他说: “无论它们是向右,朝向黎明与太阳, 还是向左,飞向昏暗的幽冥。”
- 3.129οὔτε τῶν κατ’ εὐθεῖαν κινουμένων σωμάτων οὔτε τῶν κύκλῳ ἄπειρον καὶ μίαν κινεῖται κίνησιν
该分句的主语是不定代词或泛指的物体,意为“在沿直线运动的物体和沿圆周运动的物体中,没有一个作无限且单一的运动”。二词尾形容词 ἄπειρον(阴性单数宾格)与 μίαν 并列修饰 κίνησιν,作动词 κινεῖται 的同族宾格(内含宾格)。
- 3.129συναναιροῦσι καὶ οὐ συναναιροῦνται
主语是前文提到的“上方与下方”(ὁ ἄνω καὶ ὁ κάτω)。该表达体现了逻辑上的依存关系:主动语态 συναναιροῦσι 指若它们不存在则其他四者亦随之消灭,被动语态 οὐ συναναιροῦνται 则指它们并不因其他四者的缺失而随之消灭。
