← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§451.1-452.10

处于自身之中与部分处所的同类性

斐洛庞努斯考察了阿那克萨哥拉关于无限者因“处于自身之中”而不动的论断,指明了合乎本性的本有处所与仅仅因量度而无处可动之间的区别(205b3–18)。他还根据全体与部分处所的同类性论证道,假若整体因处于自身之中而安息,则各部分亦必如此,从而导致荒谬的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.125

" Τοῦτο δὲ ὅτι ἐν αὑτῷ." Διὰ τοῦτο, φησί, στηρίζει ἑαυτὸ τὸ ἄπειρον, ὅτι οὐκ ἐν τόπῳ ἐστὶν οὐδὲ ὑπὸ ἄλλου περιέχεται, ἀλλ’ ἐν ἑαυτῷ ἐστιν. ὡς ὅπου ἄν τι ᾖ, πεφυκὸς ἐνταῦθα εἶναι.1 τοῦτο ἐπισκώπτων φησίν· ὡς δή, φησι, παντός, ὅπου δἂν ᾖ, ἐκεῖ καὶ πεφυκότος εἶναι, οὕτω τοῦτό φησιν. εἰ γὰρ τὸ ἐν ἑαυτῷ εἶναι αἴτιον τῆς μονῆς, κἂν μὴ ἄνω ᾖ τὸ πῦρ ἀλλὰ κάτω, μένοι ἂν ἐν τῷ κάτω τόπῳ διὰ τὸ ἐν αὑτῷ εἶναι· τοῦτο δὲ ψεῦδος. ὡσαύτως καὶ ἡ κρεμαμένη βῶλος οὐ πέφυκεν ἐν μετεώρῳ εἶναι, ἀλλὰ κάτω. εἰ οὖν μὴ κατὰ φύσιν ἦν ὁ ἑκάστου τόπος ἀφωρισμένος, οὐδὲν μᾶλλον τὴν γῆν καὶ τὸ πῦρ ἄνω ἢ κάτω μένειν ἔδει.

“而这是由于它在自身之中。” 他说,这就是指无限者支撑自身是因为它不在处所之中也不被他物所包容,而是在自身之中——仿佛无论某物在何处,在其本性上就应当在该处似的。他是带着嘲弄说这番话的:他说,就好像无论何物,无论它在何处,在其本性上也应当就在那里一样,[阿那克萨哥拉]就是这样说的。因为如果处于自身之中乃是安息的原因,那么即使火不在上方而在下方,它也会由于处于自身之中而留居在下方的处所;但这却是虚假的。同样,悬挂着的土块在其本性上也不是留在空中,而是在下方。因此,如果各物的处所并非按照本性被限定,那么大地和火留居在上方就丝毫没有比留居在下方更为应当了。

§3.126

"Τὸ γὰρ ἐν ἑαυτῷ στηριζόμενον καὶ ἐν ἑαυτῷ ὂν ἀκίνητον εἶναι ἀνάγκη." Εἰ καὶ τοῦτο, φησί, δῶμεν, τὸ ὑφ’ ἑαυτοῦ στηριζόμενον καὶ ἐν ἑαυτῷ ὂν διὰ τὸ ὑπὸ μηδενὸς περιέχεσθαι ἐξ ἀνάγκης ἀκίνητον εἶναι, ἀλλ’ οὖν οὐ τῆς κατὰ φύσιν ἀκινησίας τοῦτο αἴτιον· δύναται γὰρ οὕτως ἀκίνητον εἶναι καὶ διὰ τὸ μὴ ἔχειν ὅπου κινηθῇ, ἀλλὰ κἂν μὴ ἔχῃ ποῦ κινηθῇ, πεφυκέναι γε αὐτὸ κινεῖσθαι οὐδὲν κωλύει. ἔδει οὖν τῆς κατὰ φύσιν ἀκινησίας ἀποδοῦναι τὴν αἰτίαν, καὶ μὴ τῆς κατὰ βίαν καὶ παρὰ φύσιν.

“因为在自身之中被支撑且在自身之中的事物必然是不动的。” 他说,即使我们承认这一点,即由自身支撑且由于不被任何事物所包容而处于自身之中的事物必然是不动的,然而这却并非它合乎本性的不动性的原因。因为以这种方式不动也可以是由于没有可以运移的处所,但即使它没有可以运移之处,也丝毫不能阻碍它在本性上是运移的。因此,本应当归结合乎本性的不动性的原因,而不是出于强迫和违反本性的不动性的原因。

§3.127

"Ἐπεὶ καὶ ἡ γῆ οὐ φέρεται, οὐδ’ εἰ ἄπειρος ἦν, εἰργμένη μέντοι ἀπὸ τοῦ μέσου." Ὥσπερ, φησίν, εἰ ἄπειρος ἦν ἡ γῆ, οὐ διὰ τὸ ἄπειρος εἶναι καὶ μὴ ἔχειν ὅπου κινηθῇ, διὰ τοῦτο οὐκ ἐκινεῖτο, ἀλλ’ ὅτι εἰργμένη ἐστὶν ἀπὸ τοῦ μέσου (καίτοι ἐξὸν ἦν λέγειν ὅτι διὰ τοῦτο ἀκίνητός ἐστιν, ὅτι στηρίζει ἑαυτὴν καὶ ὑπ’ οὐδενὸς περιέχεται, ἀλλ’ ἐλέγχει τὸ μὴ εἶναι τῆς ἀκινησίας αὐτῇ αἴτιον τοῦτο, τὸ νῦν καὶ ἔχουσάν γε ποῦ κινηθῆναι, ὅμως μὴ κινεῖσθαι),2 οὕτως οὖν κἂν μὴ κινῆται τὸ ἄπειρον, λεκτέον φυσικὴν αἰτίαν τῆς ἀκινησίας αὐτοῦ· ἣν γὰρ ἀποδέδωκε, τοῦ μεγέθους ἐστίν.

“因为大地也不运移,即便它是无限的也不会运移,然而却是因为受到来自中心的约束。” 他说,正如假若大地是无限的,它不会由于是无限的以及没有可以运移之处而不运移,而是因为它受到来自中心的约束(尽管本可以说它由于支撑自身且不被任何事物所包容而是不动的,但现在的大地即使有可以运移之处却依然不运移这一事实,驳斥了这就是它不动的原因)——因此同样,即使无限者不运移,也必须为它的不动性说明自然学的原因;因为他所归结的原因是属于量度的。

§3.128

"Ἅμα δὲ δῆλον ὅτι κἂν ὁτιοῦν μέρος δέοι μένειν." Εἰ γὰρ αἴτιον τῷ ὅλῳ τῆς ἀκινησίας τὸ ἐν ἑαυτῷ εἶναι, τοῦτο καὶ τῷ μέρει ἔδει εἶναι ἀκινησίας αἴτιον· ὁ γὰρ αὐτὸς τόπος τοῦ ὅλου καὶ τοῦ μέρους. εἰ μὲν οὖν καὶ τῷ μέρει κατὰ φύσιν ἐστὶ τὸ στηρίζειν ἑαυτό, πάντα ἂν ἀκίνητα εἴη, εἰ δὲ διὰ τὸ πεπεράνθαι τὸ μέρος, διὰ τοῦτο κινεῖται, οὐδὲ τῷ ὅλῳ ἄρα κατὰ φύσιν ὑπῆρχε τὸ ἀκίνητον, ἀλλὰ διὰ τὸ μὴ ἔχειν ποῦ κινηθῆναι.

“同时显然,无论何种部分也本应当留居不动。” 因为如果处于自身之中对于全体而言是不动性的原因,那么这对于部分而言也本应当是不动性的原因;因为全体与部分的处所是同一的。因此,如果对于部分而言支撑自身也是合乎本性的,那么一切事物就都将是不动的;但如果是由于部分是有限的,正因如此它才运移,那么不动对于全体而言也就不是按照本性而属于它的,而是由于没有可以运移之处了。

语法注2 条
  1. 3.125ὡς ὅπου ἄν τι ᾖ, πεφυκὸς ἐνταῦθα εἶναι

    连词 ὡς 与完成时中性分词 πεφυκός 连用,构成表假设性借口或反讽前提的独立分词结构(“仿佛无论某物在何处,在其本性上就应当在该处似的”)。紧接着的一句 ὡς δή, φησι, παντός... πεφυκότος εἶναι 则改用属格绝对结构重述了这一嘲弄性的逻辑。

  2. 3.127ἀλλ’ ἐλέγχει τὸ μὴ εἶναι τῆς ἀκινησίας αὐτῇ αἴτιον τοῦτο, τὸ νῦν καὶ ἔχουσάν γε ποῦ κινηθῆναι, ὅμως μὴ κινεῖσθαι

    此处出现语序倒装(hyperbaton)。动词 ἐλέγχει 的主语是后置的带冠词短语 τὸ νῦν καὶ ἔχουσάν γε ποῦ κινηθῆναι, ὅμως μὴ κινεῖσθαι(“现在即使有可以运移之处却依然不运移这一事实”),其直接宾语则是前置的冠词加不定式短语 τὸ μὴ εἶναι τῆς ἀκινησίας αὐτῇ αἴτιον τοῦτο(“这并非它不动性的原因”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:451.1-452.10