← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§449.19-450.27

驳无限者自我支撑说与静止之本性

菲洛波庞斯批判了阿那克萨哥拉关于无限者靠自我支撑而安息的学说,主张静止的原因当属于本性而非量度,并通过全体与部分在处所与本性上的同类性推导其荒谬性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.124#2

ὥσπερ οὖν εἰ καθ’ ὑπόθεσιν ποιήσομεν ἄπειρον τὴν γῆν αὐξήσαντες αὐτὴν * * * ὡς νῦν ἔχει, ἐξὸν μὲν ἦν λέγειν ὅτι αὐτὴ ἑαυτὴν στηρίζει καὶ ἐν ἑαυτῇ ἐστι καὶ ὑπ’ οὐδενὸς περιέχεται, ἀλλ’ οὖν οὐ τοῦτο τῆς κατὰ φύσιν ἀκινησίας αὐτῆς αἴτιον ἦν, ἀλλ’ ὅτι εἰργμένη ἦν ἀπὸ τοῦ μέσου καὶ περὶ αὐτὸ νενευκυῖα, οὕτω φημὶ καὶ ἐπὶ τοῦ ἀπείρου, ὅτι κἂν ἑαυτὸ στηρίζῃ καὶ ὑπὸ μηδενὸς περιέχηται, οὐ τοῦτο κατὰ φύσιν αἴτιόν ἐστι τῆς ἀκινησίας. τοὐναντίον γὰρ βίαιος ἡ μονή· πόθεν γὰρ ὅτι εἰ εἶχε τόπον οὐκ ἐκινεῖτο;1 ἔδει οὖν τὸν Ἀναξαγόραν φυσικὴν αἰτίαν ἀποδοῦναι τῆς ἀκινησίας τοῦ ἀπείρου· ἡ γὰρ ὑπ’ αὐτοῦ ἀποδοθεῖσα αἰτία οὐ τῆς φύσεώς ἐστι τοῦ ἀπείρου, ὅπερ ἐστὶ τὸ μῖγμα τὸ ἐκ πάντων, ἀλλὰ τοῦ μεγέθους. εἰ γὰρ κατὰ φύσιν ἦν τῷ ἀπείρῳ τὸ ἀκινητίζειν, καὶ ἑκάστῳ τῶν μορίων τὸ αὐτὸ δήπου ἂν ἦν κατὰ φύσιν· ὃ γὰρ τῇ ὅλῃ γῇ κατὰ φύσιν ἐστί, τοῦτο καὶ τῶν μορίων ἑκάστῳ, καὶ ὅπερ τῷ ὅλῳ ὕδατι, ὡς τοιᾷδε φύσει, κατὰ φύσιν ἐστὶ καὶ συμπληρωτικὸν τῆς οὐσίας αὐτοῦ, τοῦτο καὶ κυάθῳ ἑνί. πότερον οὖν καὶ ἑκάστῳ τῶν μορίων κατὰ φύσιν ἐστὶ τὸ στηρίζειν αὐτὸ καὶ ἐν ἑαυτῷ εἶναι, ἢ οὔ; εἰ μὲν γὰρ κατὰ φύσιν, καὶ τὰ μόρια πάντα ἀκίνητα ἂν ἦν· ἀλλὰ τοῦτο οὐδὲ αὐτῷ δοκεῖ, οὐδὲ ἡ αἴσθησις συγχωρεῖ· εἰ δὲ ὅτι πεπέρανται τὰ μόρια, διὰ τοῦτο οἷά τέ ἐστι καὶ κινεῖσθαι, οὐ κατὰ τὴν φύσιν ἄρα τοῦ σώματος τὸ μὴ κινεῖσθαι ὑπῆρχε τῷ ὅλῳ, ἐπεὶ καὶ τοῖς μορίοις ἂν τοῦτο ὑπῆρχεν,2 εἴπερ ὁμοειδὲς τὸ μῖγμα (ὁμοίως γὰρ πᾶν ἐν παντὶ ὑπάρχει), ἀλλὰ διὰ τὸ μέγεθος. τοῦτο δὲ οὐκ ἔστι φυσικὴν αἰτίαν ἀποδοῦναι. ὅλως δὲ εἰ τὸ ἄπειρον πέφυκεν αὐτὸ ἐν ἑαυτῷ εἶναι καὶ αὐτὸ ἑαυτοῦ εἶναι τόπος, ἔδει καὶ τῶν μερῶν ἕκαστον αὐτὸ ἑαυτοῦ εἶναι τόπον καὶ ἐν ἑαυτῷ εἶναι· ὁμοειδεῖς γὰρ οἱ τόποι τοῦ τε ὅλου καὶ τοῦ μέρους, ὡς ἤδη εἴρηται. εἰ τοίνυν τοῦ ἀπείρου τόπος τὸ ἐν ἑαυτῷ εἶναι, καὶ τοῦ μέρους ἄρα ὁ αὐτὸς ἂν εἴη τόπος· τῆς δὲ ἀκινησίας αἴτιον τὸ ἐν ἑαυτῷ εἶναι καὶ αὐτὸ ἑαυτοῦ εἶναι τόπον· καὶ τὰ μέρη ἄρα σὺν τοῖς ὅλοις ἀκίνητα. τοῦτο δὲ καὶ ψεῦδος καὶ ἀδύνατον. καὶ ἄλλως εἰ τόπος τοῖς μέρεσιν τὸ ἐν ἑαυτοῖς εἶναι, ἐπειδὴ καὶ τῷ ὅλῳ, οὐδὲν κωλύει τὸ μὲν πῦρ κάτω εἶναι τὴν δὲ γῆν ἄνω (ἐν ἑαυτῷ γάρ ἐστιν ἑκάτερον τούτων, ὅπου δἂν ᾖ), τοῦτο δὲ ἀδύνατον. οὐδ’ ἄρα οὗτος κατὰ φύσιν τόπος τοῖς μέρεσιν, οὐδὲ τῷ ὅλῳ ἄρα· ὁ γὰρ αὐτὸς κατ’ εἶδος τοῦ ὅλου καὶ τοῦ μέρους.

因此,正如假若我们在假设中通过增大大地而使它成为无限,[……与]它现今所处的状态[不同],尽管本可以说它自身支撑自身、处于自身之中且不被任何事物所包容,然而这却并非它合乎本性的不动性的原因,而是因为它受到中心的约束并围绕中心倾斜——我说,对于无限者也是同样,即使它自身支撑自身且不被任何事物所包容,这也不是它合乎本性的不动性的原因。因为相反,它的安息是受强迫的;因为从何得出假若它拥有处所就不会运移呢?因此阿那克萨哥拉本应当为无限者的不动性归结一个自然学的原因;因为由他所归结的原因并不属于无限者(即由万物构成的混合体)的本性,而是属于其量度。因为如果不动对于无限者而言是合乎本性的,那么这同一件事显然对于它的各个部分而言也本该是合乎本性的;因为凡对于整个大地而言合乎本性的,对于各个部分而言也是如此;凡对于整个水而言——作为如此这般的本性——合乎本性且充实其本体的,对于单单一杯水而言也是如此。那么,对于各个部分而言,支撑自身并处于自身之中究竟也是合乎本性的,还是不是呢?因为如果合乎本性,各个部分也本该全都不动;但这甚至在他看来也不是如此,感觉也不允许这样。但如果是因为诸部分是有限的,正因如此它们也能够运移,那么不运移就并非按照物体的本性属于全体了——因为假若混合体是同类的,这本来也会属于诸部分(因为万物同样处于万物之中)——,而是由于其量度了。但这并不是归结自然学的原因。总的来说,如果无限者在本性上处于自身之中并且它自身就是自身的处所,那么各个部分也本应当自身就是自身的处所并且处于自身之中;因为正如已经说过的,全体与部分的处所是同类的。因此,如果无限者的处所就是处于自身之中,那么部分的处所也就是同一的了;而处于自身之中并且自身就是自身的处所乃是不动性的原因;因此各部分连同全体都将是不动的了。但这既是虚假的,也是不可能的。此外,如果对于诸部分而言处于自身之中就是处所,既然对全体也是如此,那么没有任何事物阻碍火在下而大地在上(因为它们中的每一个无论在何处都是在自身之中);但这却是不可能的。因此,这既不是诸部分合乎本性的处所,因而也不是全体合乎本性的处所;因为全体与部分的处所在形式上是同一的。

语法注2 条
  1. 3.124πόθεν γὰρ ὅτι εἰ εἶχε τόπον οὐκ ἐκινεῖτο;

    在 πόθεν 之后省略了如 δῆλον 或 ἔστιν 之类谓词的反诘疑问句(意为“从何[得知/得出]……?”)。其结构用于强烈否定由反事实条件从句(εἰ εἶχε τόπον οὐκ ἐκινεῖτο,“假若它拥有处所,就不会运移”)所表述的内容。

  2. 3.124ἐπεὶ καὶ τοῖς μορίοις ἂν τοῦτο ὑπῆρχεν

    连词 ἐπεί 在此并非单纯表示原因,而是具有省略性假设用法,意为“否则/若是那样的话”。紧承前文的否定命题,它借助 ἄν 搭配未完成过去式直陈语气(ὑπῆρχεν)引出与过去相反的推论后果:“否则的话[若是依凭本性],这也本该属于各个部分”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:449.19-450.27