← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§43.26-45.15

借助一与多的多义性驳斥芝诺论证

费洛波诺斯指出“一”与“多”在基底与定义以及潜能与现实的维度上具有多义性,并借助这些区分解决了芝诺反驳多数的两个论证(个别事物的偶性多样性与连续者的可分性),进而表明芝诺的论证会导致自我反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23#3

τὸ γὰρ ἕν, φησίν, ὁμώνυμόν ἐστιν· ἢ γὰρ τῷ ὑποκειμένῳ ἐστὶν ἢ τῷ λόγῳ, καὶ πάλιν ἢ δυνάμει ἐστὶν ἢ ἐνεργείᾳ· καὶ τὰ πολλὰ ὡσαύτως. γίνονται οὖν αἱ πᾶσαι συζυγίαι ἕξ. τὸ γὰρ ἓν καὶ πολλὰ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ συμπλεκόμενα ποιεῖ συζυγίας δʹ· ἢ γὰρ καὶ τῷ ὑποκειμένῳ πολλὰ καὶ τῷ λόγῳ, ἢ οὐδὲ τῷ ὑποκειμένῳ οὐδὲ τῷ λόγῳ,1 ἢ τῷ μὲν ὑποκειμένῳ πολλά, τῷ δὲ λόγῳ ἕν, ἢ ἔμπαλιν τῷ μὲν ὑποκειμένῳ ἕν, τῷ δὲ λόγῳ πολλά. οἷον τῷ μὲν ὑποκειμένῳ ἓν καὶ τῷ λόγῳ πολλὰ τὸ λευκὸν καὶ τὸ θερμόν· ταῦτα γὰρ τῷ μὲν ὑποκειμένῳ ἓν καὶ ταὐτόν εἰσιν (ἐν τῷ αὐτῷ γὰρ σώματι ἄμφω, οἷον τῷ Σωκράτει), τῷ λόγῳ δὲ ἕτερα (ἕτερος γὰρ ὁ τοῦ θερμοῦ λόγος καὶ ἕτερος ὁ τοῦ λευκοῦ). ἀνάπαλιν δὲ τῷ μὲν λόγῳ ἕν, τῷ δὲ ὑποκειμένῳ πολλά, ὡς τὸ λευκὸν τὸ ἐν ψιμμυθίῳ καὶ τὸ ἐν χιόνι· εἷς γὰρ ἀμφοῖν ὁ ὅρος, χρῶμα διακριτικὸν ὄψεως, πολλὰ δὲ τῷ ὑποκειμένῳ χιόνι καὶ ψιμμυθίῳ. τῷ λόγῳ δὲ ἅμα καὶ τῷ ὑποκειμένῳ ἓν τὸ λώπιον καὶ τὸ ἱμάτιον, ὁμοίως χθὼν καὶ γῆ. τῷ ὑποκειμένῳ δὲ καὶ τῷ λόγῳ πολλά, ὡς ὑγρότης καὶ ξηρότης· οὐ δύναται γὰρ ἐν τῷ αὐτῷ ἅμα εἶναι ὑποκειμένῳ· καὶ ἐπιστήμη καὶ θερμότης, ἡ μὲν ἐν ψυχῇ, ἡ δὲ ἐν σώματι. τοσαύτας μὲν οὖν ποιεῖ συζυγίας τὸ ἓν καὶ τὰ πολλὰ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ συμπλεκόμενα, εἰ μέντοι τῷ δυνάμει καὶ τῷ ἐνεργείᾳ συμπλακείη, δύο μόνας ποιεῖ συμπλοκάς. ἢ γὰρ δυνάμει ἕν, ἐνεργείᾳ δὲ πολλά, ὡς τὰ πυρὰ τὰ ἐν πλείοσι λύχνοις ἢ τὰ ὑδάτια τὰ ἐν τοῖς πλείοσιν ἀμφορεῦσιν (ταῦτα γὰρ δυνάμει ἐστὶν ἕν, διότι δύνανται συνελθόντα ἑνωθῆναι, ἐνεργείᾳ δὲ πολλά· διῄρηνται γὰρ ἀπ’ ἀλλήλων), ἢ ἐνεργείᾳ μὲν ἕν, δυνάμει δὲ πολλά, ὡς τὸ συνεχές. τὰ δὲ λοιπὰ πάντα μόρια ἀσύστατα·2 τὸ αὐτὸ γὰρ ἅμα δυνάμει ἓν εἶναι καὶ ἐνεργείᾳ ἀδύνατον, ὁμοίως καὶ πολλά. πολλῷ οὖν ἀδυνατώτερον ἅμα καὶ ἓν καὶ πολλὰ δυνάμει τε καὶ ἐνεργείᾳ εἶναι. φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι τὸ αὐτὸ μὲν κατὰ τὸ αὐτὸ ἓν εἶναι καὶ πολλὰ τῷ ὄντι τῶν ἀδυνάτων ἐστίν. ἅμα γὰρ καὶ τῷ αὐτῷ τὰ ἐναντία εἶναι ἀδύνατον, ἢ ἁπλῶς τὰ ἀντικείμενα, οἷον τὸ αὐτὸ τῷ ὑποκειμένῳ καὶ ἓν εἶναι καὶ πολλὰ ἀδύνατον ἢ τῷ λόγῳ, ἢ τὸ αὐτὸ δυνάμει καὶ ἓν εἶναι καὶ πολλὰ ἢ ἐνεργείᾳ καὶ ἓν καὶ πολλά· ταῦτα γὰρ ἐναντία ἐστί, διὸ οὐδὲ συνυφέστηκε. κατ’ ἄλλο μέντοι εἶναι πολλά, κατ’ ἄλλο δὲ ἕν, οὐδὲν κωλύει, οἷον κατὰ μὲν τὸ ὑποκείμενον ἕν, κατὰ δὲ τὸν λόγον πολλά, ὡς τὸ γλυκὺ καὶ τὸ ξανθὸν ἐν τῷ μέλιτι, ἢ τὸ ἐρυθρὸν καὶ ἡ στύψις ἐν τῷ οἴνῳ. πάλιν ἐνεργείᾳ μὲν εἶναι ἕν, δυνάμει δὲ πολλά, οὐδὲν ἄτοπον, ὡς τὸ συνεχές. ἢ ἔμπαλιν ἐνεργείᾳ μὲν πολλά, δυνάμει δὲ ἕν, ὡς ἐπὶ τῶν πλειόνων ὑδατίων. ἐπεὶ οὖν τὸ ἓν πολλαχῶς λέγεται, ἐπιλυσόμεθα τὴν μὲν προτέραν τοῦ Ζήνωνος ἀπορίαν διὰ τῆς προτέρας τοῦ ἑνὸς διαιρέσεως τῆς λεγούσης ἢ τῷ ὑποκειμένῳ ἓν εἶναι ἢ τῷ λόγῳ (τὸ γὰρ λευκὸν τὸ ἐν Σωκράτει καὶ φαλακρὸν καὶ τὰ λοιπὰ τῷ μὲν ὑποκειμένῳ ἕν ἐστι καὶ ταὐτόν, λέγω δὴ τῷ Σωκράτει, τῷ δὲ ὁριστικῷ λόγῳ πλείονα), τὴν δὲ δευτέραν ἀπορίαν τὴν ἐπὶ τοῦ συνεχοῦς διὰ τῆς δευτέρας, λέγω δὴ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ. τὸ γὰρ συνεχὲς ἕν ἐστι καὶ πολλά, ἀλλ’ οὐ κατὰ ταὐτόν, ἀλλὰ πολλὰ μὲν δυνάμει, ἓν δὲ ἐνεργείᾳ. ὥστε οὐχ ἅμα ἔσονται τὰ ἐναντία· οὐ γὰρ ἐναντίον τῷ δυνάμει πολλὰ τὸ ἐνεργείᾳ ἕν, ἀλλὰ τὸ δυνάμει ἓν τῷ δυνάμει πολλά, καὶ τὸ ἐνεργείᾳ δὲ ἓν τῷ ἐνεργείᾳ πολλά. ἄλλως τε καὶ αὐτὸς δι’ αὑτοῦ ὁ τοῦ Ζήνωνος ἐλεγχθήσεται λόγος. ὥσπερ γὰρ ἐπὶ τοῦ παντός, φησίν, ὡς εἰ μὴ πολλὰ εἴη ἓν πάντως ἐστί,3 διότι τὸ ὂν ἢ ἓν εἶναι ἢ πολλὰ ἀνάγκη, οὕτω καὶ ἐπὶ τοῦ Σωκράτους καὶ πάντων τῶν λοιπῶν· εἰ γὰρ φαλακρός ἐστι καὶ σιμὸς καὶ φιλόσοφος καὶ ὅσα ἄλλα, ἀνάγκη δὲ ὄντος τοῦ Σωκράτους ἢ ἓν εἶναι αὐτὸν ἢ πολλά, οὐκ ἔσται δὲ ἕν, πολλὰ ἔσται ἐξ ἀνάγκης. ὥστε φεύγων ἕνα εἶναι λέγειν τῶν κατὰ μέρος ἕκαστον, ἵνα μὴ πολλὰ εἶναι τὸ ἓν ἐκ πολλῶν ἑνάδων συγκείμενον λέγῃ, ἕκαστον τῶν ὄντων πολλὰ λέγειν ἀναγκασθήσεται. οὐκ ἄρα πολλὰ μόνον ἔσται τὸ ὄν, ἀλλὰ πολλάκις πολλά.

他说,因为“一”是同名异义的;因为它要么在基底上[为一],要么在定义上[为一],并且再次,它要么在潜能上[为一],要么在现实上[为一];“多”也是如此。因此,所有的配对共有六种。因为“一”与“多”若在基底与定义方面相互交错,便构成四种配对:要么在基底与定义上都是多,要么在基底与定义上都[不是多,即在二者上都是一],要么在基底上是多而在定义上是一,要么反过来在基底上是一而在定义上是多。例如,在基底上是一而在定义上是多的,是白与热;因为这些在基底上是一且同一(因为两者都在同一物体中,例如在苏格拉底中),但在定义上是不同的(因为热的定义与白的定义是不同的)。反过来,在定义上是一而在基底上是多的,如同铅白中的白与雪中的白;因为两者的定义是同一个,即“分离视线的颜色”,但在基底——雪与铅白——上是多数。同时在定义与基底上是一的,是罩袍与外衣,同样还有土地与土壤。而在基底与定义上都是多的,如同湿与干;因为它们不可能同时存在于同一基底中;还有知识与热,前者在灵魂中,后者在物体中。因此,“一”与“多”在基底与定义方面相互交错时便构成这许多种配对;然而,如果它们在潜能与现实方面相互交错,则只构成两种结合:要么是潜能上一而现实上多,如同若干灯盏中的火焰或若干双耳细颈瓶中的水分(因为这些是潜能上的一,因为汇集在一起便能合为一体,但现实上是多;因为它们彼此分离开来),要么是现实上一而潜能上多,如同连续者。其余的所有组合都不能成立;因为同一事物不可能同时潜能上一且现实上[为一],对于多也是同样。因此,同时在潜能与现实上既是一又是多,就更加不可能了。因此亚里士多德说,同一事物在同一方面既是一又是多,确属不可能之事。因为相反者、或者简单来说对立者,不可能同时存在于同一事物中;例如,同一事物不可能在基底上既是一又是多,或者在定义上[既是一又是多],也不可能在潜能上既是一又是多,或者在现实上既是一又是多;因为这些是对立的,因此不能共存。然而,在一种方面是多,在另一种方面是一,则毫无妨碍;例如,就基底而言是一,而就定义而言是多,如同蜂蜜中的甜与黄,或葡萄酒中的红与涩。同样,现实上是一而潜能上是多,也绝非荒谬,如同连续者;或者反过来,现实上是多而潜能上是一,如同在若干水分的情形中那样。因此,既然“一”有多种说法,我们将通过“一”的第一种区分——即声称要么在基底上为一要么在定义上为一的区分——来解决芝诺的第一种疑难(因为苏格拉底身上的白、秃头以及其余属性,在基底上是一且同一的,我指的是在苏格拉底身上,但在界说性定义上则是多数),而关于连续者的第二种疑难,则通过第二种区分——我指的是潜能与现实的区分——来解决。因为连续者既是一又是多,但不是在同一方面,而是在潜能上是多,在现实上是一。因此,对立者将不会同时存在;因为现实上的一与潜能上的多并不是对立的,相反,潜能上的一与潜能上的多是对立的,现实上的一与现实上的多是对立的。此外,芝诺的论证本身也将被其自身所驳斥。他说,因为正如在全体的情形中那样,即如果不是多就完全是一,因为存在者必然要么是一要么是多,所以在苏格拉底以及所有其余事物的情形中也是如此;因为如果他是秃头、塌鼻子、哲学家以及所有其余属性,且既然苏格拉底存在,他必然要么是一要么是多,而他又不是一,那么他必然是多。因此,他为了避免说每一个别事物是一,以便不说由多数单位构成的一是多,结果却被迫说每一个存在者都是多。这样一来,存在者将不仅是多,而且是多的多倍。

语法注3 条
  1. 1.23ἢ οὐδὲ τῷ ὑποκειμένῳ οὐδὲ τῷ λόγῳ

    此处是与前文 ἢ γὰρ καὶ τῷ ὑποκειμένῳ πολλὰ καὶ τῷ λόγῳ(“在基底与定义上都是多”)相对的否定句。省略了谓词 πολλὰ,意为“在基底与定义上都[不是多]”,即在两方面都是一。

  2. 1.23τὰ δὲ λοιπὰ πάντα μόρια ἀσύστατα

    这里的 μόρια 指潜能与现实配对所产生的其余“情况”或“组合”。作为名词句,系词 ἐστί 被省略,意为“其余所有情况都是不能成立的”。

  3. 1.23ὥσπερ γὰρ ἐπὶ τοῦ παντός, φησίν, ὡς εἰ μὴ πολλὰ εἴη ἓν πάντως ἐστί

    在 ὥσπερ... οὕτω(“正如……同样……”)的相关结构中嵌套了 ὡς 引导的解释性从句。ὡς εἰ μὴ πολλὰ εἴη ἓν πάντως ἐστί 补充说明了芝诺论证的前提(“如果不是多就完全是一”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:43.26-45.15