← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§448.13-449.19

批判阿那克萨哥拉关于无限者安息的学说

注疏者阐释了亚里士多德对阿那克萨哥拉主张无限者因自我支撑而安息这一观点的批判(205b1),并以大地在中心安息为例,论证仅仅由于缺乏处所而导致的安息只是受强迫的安息,而非合乎本性的安息。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.124#1

" Ἀναξαγόρας δὲ ἀτόπως λέγει περὶ τῆς τοῦ ἀπείρου μονῆς· στηρίζειν γὰρ αὐτὸ αὑτό φησι τὸ ἄπειρον." Ὁ Ἀναξαγόρας, φησίν, ἄτοπον αἰτίαν ἀποδίδωσι τοῦ μένειν καὶ ἀκίνητον εἶναι τὸ ἄπειρον, ὅπερ ἦν κατ’ αὐτὸν τὸ ἐκ πασῶν τῶν ὁμοιομερειῶν συγκείμενον ἀπείρων οὐσῶν, ὅπερ τὸν νοῦν ἀπό τινος χρόνου ἄρξασθαι διακρίνειν ἔλεγε. τὸ οὖν ὅλον τοῦτο μῖγμα ἀκίνητον εἶναι λέγων ὁ Ἀναξαγόρας αἰτίαν τῆς ἀκινησίας ταύτην ἀπεδίδου· οὐ γὰρ τῷ εἶναι ἐν τῷ κατὰ φύσιν τόπῳ, ταύτῃ ἀκίνητον εἶναι (οὐδὲ γὰρ εἶναι ὅλως ἐν τόπῳ ἔλεγεν, ἵνα μὴ ταύτῃ εὐθὺς καὶ πεπερασμένον ποιήσῃ), ἀλλ’ αἴτιον εἶναι αὐτῷ τῆς ἀκινησίας τὸ αὐτὸ ἑαυτὸ στηρίζειν, τουτέστιν ἑαυτῷ ἀντιβαίνειν καὶ εἰς ἑαυτὸ ἐπερείδεσθαι, τοῦτο δὲ ὑπάρχειν αὐτῷ διὰ τὸ μηδὲ ἔν τινι εἶναι μηδὲ περιέχεσθαι, ἀλλ’ αὐτὸ ἐν ἑαυτῷ εἶναι καὶ αὐτὸ ἑαυτοῦ τόπον ὑπάρχειν. τοῦτο δέ, φησί, λέγει, ὡς δὴ παντός, ὅπου δἂν εἴη, ἐκεῖ καὶ πεφυκότος εἶναι·1 εἰ γὰρ μὴ ἔστι τὸ αἴτιον τῆς στάσεως ὁ κατὰ φύσιν τόπος, ἀλλὰ τὸ στηρίζειν ἑαυτὸ καὶ ἐν ἑαυτῷ εἶναι,2 δυνατόν γε δήπου καὶ ἀλλαχοῦ εἶναι καὶ ἵστασθαι, εἰ ἐν ἑαυτῷ εἴη καὶ στηρίζοι ἑαυτό. τοῦτο δὲ ψεῦδος· οὐδὲ γὰρ νῦν ἡ γῆ διὰ τὸ στηρίζειν ἑαυτὴν καὶ εἰς ἑαυτὴν συννενευκέναι, διὰ τοῦτο μένει. εἰ γὰρ τοῦτο ἦν τὸ αἴτιον τῆς μονῆς, ἐὰν τῷ λόγῳ μετεωρίσω τὴν γῆν καὶ ἀγάγω αὐτὴν μέχρι τοῦ ὑπεκκαύματος, ἐπειδὴ κἀκεῖ ἐν ἑαυτῇ ἐστι καὶ ἑαυτὴν στηρίζει, ἔδει δήπου καὶ ἀκίνητον εἶναι. τοῦτο δὲ ἀδύνατον· οἰσθήσεται γὰρ ἕως ἂν τὸν κατὰ φύσιν καταλάβοι τόπον, οὗτος δέ ἐστιν ὁ μέσος. οὐκ ἄρα οὐδὲ νῦν τὸ ἑαυτὸ στηρίζειν αἴτιον τοῦ μένειν. καὶ ἄλλως οὐ τὸ ἑαυτὸ στηρίζειν καὶ ἐν ἑαυτῷ εἶναι καὶ ὑπὸ μηδενὸς περιέχεσθαι, τοῦτο ἤδη καὶ κατὰ φύσιν ἀκίνητον ποιήσει τὸ ἄπειρον· τοὐναντίον γὰρ βιαίου μονῆς τοῦτο αἴτιον. διὰ γὰρ τόπου ἀπορίαν καὶ τὸ μὴ ἔχειν ποῦ κινηθῆναι οὐ κινεῖται, οὐ διὰ τὸ μὴ πεφυκέναι κινεῖσθαι· ἄδηλον γὰρ εἰ παρούσης χώρας ἠρέμησεν ἄν. διὰ τοῦτο γοῦν καὶ τὴν γῆν κατὰ φύσιν μένειν καὶ μὴ κινεῖσθαί φαμεν, διότι καὶ τόπου ὑπάρχοντος πανταχόθεν, ὅμως οὐδαμοῦ κινεῖται· ἐπεὶ οὖν ἔχουσα ποῦ κινηθῆναι, ὅμως οὐ κινεῖται, διὰ τοῦτο τῆς μονῆς αὐτῆς αἴτιον τὸ πεφυκέναι ἐν τῷ μέσῳ εἶναι.

“阿那克萨哥拉对无限者的安息所言荒谬;因为他说无限者自身支撑着自身。” 他说,阿那克萨哥拉把无限者留存并不动的原因归结为荒谬的理由;在他看来,无限者乃是由所有同质部分构成的,这些同质部分是无限的,且他曾说心智在某一个时刻开始将它分离出来。因此,阿那克萨哥拉在宣称这整个混合体是不动的同时,为它的不动性给出了这一原因:也就是说,它并非因处于合乎本性的处所中而在这方面是不动的(因为他甚至根本不说它处于处所中,以免立即由此使它也成为有限的),而是自身支撑着自身,即抵抗自身并在自身之上依托,构成了它不动的因由;而这之所以属于它,是由于它既不在任何事物中,也不被包容,而是在自身之中,并且它自身作为自身的处所而存在。他说,[阿那克萨哥拉]之所以这样说,就仿佛一切事物无论在何处,都按其本性就在那里似的;因为如果合乎本性的处所不是静止的原因,而是自身支撑并处于自身之中,那么只要它处于自身之中并支撑自身,它显然也可能在别处存在并停歇。但这是虚假的;因为甚至在现今,大地也不是由于支撑自身并向自身倾斜,由于这个缘故而留存的。因为如果这是安息的原因,假若我在理论上将大地升起并带到可燃物[的区域],既然在那里它也是在自身之中并支撑自身,那么它显然也本该是不动的。但这是不可能的;因为它将一直运行,直到占据合乎本性的处所,而这就是中心处所。因此,甚至在现今,支撑自身也不是留存的原因。此外,支撑自身、处于自身之中且不被任何事物所包容,并不会因此就使无限者合乎本性地不动;相反,这是受强迫安息的原因。因为它是由于缺乏处所和没有地方运移而不动,并非由于它在本性上是不动的;因为如果存在空间,它是否会静止乃是不清楚的。无论如何,正因如此我们说大地也是合乎本性地留存且不动的,因为尽管四面八方都有处所,它却不向任何地方运移;因此,既然它有地方可以运移却依然不动,正因如此,在本性上处于中心乃是它安息的原因。

语法注2 条
  1. 3.124ὡς δὴ παντός, ὅπου δἂν εἴη, ἐκεῖ καὶ πεφυκότος εἶναι

    助词 ὡς 引导属格绝对结构(παντός ... πεφυκότος εἶναι)。其逻辑主语是具有泛指意义的 πᾶν,与带有祈愿语气的条件关系从句 ὅπου δἂν εἴη 以及主句中的相关副词 ἐκεῖ 相呼应。此结构揭示并批判了阿那克萨哥拉学说中隐含的荒谬前提(即假定事物无论身在何处即以何处为其本性所在)。

  2. 3.124εἰ γὰρ τοῦτο ἦν τὸ αἴτιον τῆς μονῆς, ἐὰν τῷ λόγῳ μετεωρίσω τὴν γῆν καὶ ἀγάγω αὐτὴν μέχρι τοῦ ὑπεκκαύματος, ἐπειδὴ κἀκεῖ ἐν ἑαυτῇ ἐστι καὶ ἑαυτὴν στηρίζει, ἔδει δήπου καὶ ἀκίνητον εἶναι

    整个句子的主干是由过去未完成时引导的非真实条件句:εἰ γὰρ τοῦτο ἦν ... ἔδει δήπου καὶ ἀκίνητον εἶναι(使用无人称动词 ἔδει 搭配不定式)。在其中嵌套了用于思想实验的连接语气条件从句(ἐὰν ... μετεωρίσω ... καὶ ἀγάγω)以及原因从句(ἐπειδὴ κἀκεῖ ... ἐστι)。该结构在语法上严密地推导出了阿那克萨哥拉前提所导致的荒谬后果(即大地即便被移至高空也应当静止)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:448.13-449.19