← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§446.21-448.12

处所的规定性与无限元素的不可能性

菲洛波诺斯评注了亚里士多德在205a25–205a34的论证,依据自然哲学家的共识及本性处所的确定性补充说明了复合之中单一元素为何不可能无限,并针对元素与形式无限的假说,通过处所与物体的相互包容与有限性论证了无限物体的绝不可能存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.119

" Καὶ διὰ τοῦτο οὐδεὶς τὸ ἓν καὶ ἄπειρον πῦρ ἐποίησεν." Ἐλλιπέστερον εἴρηται τὸ ἐπιχείρημα (ὡς γὰρ εἶπον, ἐκ τῶν παρ’ αὐτοῖς ὡμολογημένων θέλων ἐλέγξαι τὴν ὑπόθεσιν, ταῦτα προσέθηκε), δέον γὰρ οὕτως εἰπεῖν1 ‘καὶ ἄλλως οὐχ οἷόν τε ἓν τῶν στοιχείων ἄπειρον εἶναι ἐν τῇ συνθέσει, διότι τῶν μὲν στοιχείων ἑκάστου ὁ κατὰ φύσιν ὥρισται τόπος, τὸ δὲ ἄπειρον ὡρισμένον τόπον οὐκ ἔχει. ὥστε οὐκ ἄν εἴη ἓν τῶν στοιχείων ἄπειρον. ὅτι δὲ τοῦ ἀπείρου ὁ τόπος ἀόριστος, δηλοῦσι καὶ οἱ φυσικοί· διὰ τοῦτο γοῦν οὐδεὶς τὸ ἓν καὶ ἄπειρον πῦρ ἐποίησε καὶ τὰ ἑξῆς.’

“并且正因如此,没有人将那一者且无限者设定为火。” 这一论证表述得颇为简略(因为正如我所说,他意图根据在他们自身当中得到公认的事实来驳斥该假说,才补充了这些话);因为本来应当这样说:“此外,在复合当中,各元素之一也不可能是无限的,因为对各个元素而言,合乎本性的处所是确定的,而无限者却没有确定的处所。因此,各元素之一不可能是无限的。而无限者的处所是不定的,自然哲学家们也表明了这一点;无论如何,正因如此没有人将那一者且无限者设定为火,等等。”

§3.120

" Ταῦτα δὲ ἐπαμφοτερίζει τῷ ἄνω καὶ κάτω." Καίτοι ἔδει συνιδεῖν αὐτοὺς ὅτι οὐ μόνον ὕδωρ καὶ ἀὴρ ἐν τοῖς ἀλλοτρίοις ὁρᾶται τόποις, ἀλλὰ καὶ γῆ καὶ πῦρ. πολλαχοῦ γοῦν κρατῆρες πυρὸς ἀναδίδονται, ὡς ἔν τε τῇ Αἴτνῃ καὶ ἐν τῇ Κιλικίᾳ, καὶ τοὺς κεραυνίτας φασὶ λίθους ἄνω συνισταμένους κάτω φέρεσθαι. ἀλλὰ δῆλον ὡς οὐχ οἷόν τε ἐν τοῖς ἀλλοτρίοις τόποις κατ’ ἐνέργειαν οὕτω φέρεσθαι, ἀλλ’ ὡς γινόμενα,2 ἐπειδὴ πᾶν εἰς πᾶν μεταβάλλει.

“而这些在上方和下方之间摇摆不定。” 然而他们本应察觉到,不仅水和气可见于相异的处所,而且土和火也是如此。无论如何,火的喷口在许多地方喷薄而出,例如在埃特纳和奇里乞亚,并且人们说雷石在上方凝聚而向下运移。但显然,它们现实地在相异处所中这样运移是不可能的,而只是作为生成着的东西[运移],因为一切都转化为一切。

§3.121

"Εἰ δὲ ἄπειρα καὶ ἁπλᾶ, καὶ οἱ τόποι ἄπειροι." Ἐπὶ τὴν ἑτέραν μετέβη ὑπόθεσιν τὴν ἄπειρα τὰ εἴδη ὑποτιθεμένην, ἀπείρων δηλονότι καὶ τῶν ἀτόμων ὄντων, εἴ γε τοὐλάχιστον ἓν ἄτομον ὑφ’ ἓν εἶδος τελεῖ. εἰ οὖν ἄπειρα εἴη κατ’ εἶδος τὰ συντιθέντα τὸ ἄπειρον, ἐπειδὴ τῶν διαφόρων κατ’ εἶδος διάφοροι καὶ οἱ τόποι, ἀνάγκη καὶ τοὺς τόπους ἀπείρους εἶναι. τοῦτο δέ, φησίν, ἀδύνατον· οἱ γὰρ φυσικοὶ πάντες τόποι πεπερασμένοι εἰσί, εἰ δὲ πεπερασμένοι οἱ τόποι, ἐξ ἀνάγκης καὶ τὰ ἐν αὐτοῖς σώματα πεπερασμένα εἰσί, πεπερασμένων δὲ ὄντων τῶν σωμάτων καὶ τὸ ἐκ πάντων πεπερασμένον ἀνάγκη εἶναι. διὰ τί δὲ εἰ τῷ ἀριθμῷ πεπερασμένοι οἱ τόποι, καὶ τὰ ἐν αὐτοῖς σώματα πεπερασμένα ἀνάγκη εἶναι, οὐ μόνον ἀριθμῷ ἀλλὰ καὶ μεγέθει; ὅτι πᾶς τόπος πεπέρανται κατὰ μέγεθος (περιέχει γὰρ τὸ ἐν τόπῳ σῶμα), πεπερασμένου δὲ ὄντος τοῦ τόπου καὶ τὸ ἐν αὐτῷ σῶμα πεπεράνθαι ἀνάγκη· οὔτε γάρ, φησί, πλείονα τοῦ σώματος ἐγχωρεῖ εἶναι3 τὸν τόπον (κενὸν γάρ ἐστιν), οὔτε πλεῖον τοῦ τόπου σῶμα εἶναι· ἔσται γὰρ σῶμα οὐκ ἐν τόπῳ.

“但如果[各元素]是无限且单一的,处所也将是无限的。” 他转向了另一个假说,即假定形式是无限的假说——显然个体也是无限的,只要在单一形式下至少有一个个体归属。因此,如果构成无限者的成分在形式上是无限的,既然因形式而异之物其处所也是不同的,那么处所也是无限的就成了必然。但是他说,这是不可能的;因为所有自然的处所都是有限的,而如果处所是有限的,出于必然处所之中的物体也是有限的,既然物体是有限的,那么由所有物体构成之物也是有限的就成了必然。然而为什么如果处所在数量上是有限的,其中的物体也必然不仅在数量上而且在大小上是有限的呢?因为每一个处所在大小上都是受限的(因为它包容处所中的物体),既然处所是有限的,那么其中的物体也是受限的就成了必然;因为他说,处所既不可能大于物体(因为这将存在虚空),物体也不可能大于处所;因为这样一来就会存在不在处所之中的物体。

§3.122

"Καὶ ἔσται ἄπειρα τὰ στοιχεῖα." Τοῦτο καθ’ αὑτό ἐστι ἐπιχειρήματος δύναμιν ἔχον· εἰ γὰρ ἐξ ἀπείρων εἰδῶν σύγκειται τὸ ἄπειρον, ἀνάγκη καὶ τὰ στοιχεῖα ἄπειρα εἶναι. ἔδειξε δὲ τοῦτο ἀδύνατον καὶ ἐν τοῖς πρὸς Ἀναξαγόραν λόγοις ἐν τῷ πρώτῳ βιβλίῳ, δείξει δὲ καὶ ἐν τῇ Περὶ οὐρανοῦ, καὶ μάλιστα ἐν τῇ Περὶ γενέσεως· εἴρηται γὰρ ἐκεῖ ὅτι εἰ τὰ στοιχεῖα ἄπειρα εἴη, πρῶτον μὲν διπλασιασθήσεται τὸ ἄπειρον μετὰ τῶν ὑποκειμένων, ἔπειτα ἀναιρεθήσεται γένεσις καὶ καθόλου πᾶσα μεταβολή (δεῖ γὰρ ἀπείρους μεταβολὰς εἶναι, ἵνα γένηταί τινος γένεσις), τοῦτο δὲ ἀδύνατον. συναπτέον οὖν τῷ “καὶ οἱ τόποι ἄπειροι” τὸ εἰ δὲ τοῦτο ἀδύνατον4 καὶ τὰ ἑξῆς. τὸ δὲ εἰ δὲ τοῦτο ἀδύνατον τοῦτ’ ἐστίν, εἰ ἀδύνατον ἀπείρους εἶναι τοὺς τόπους.

“并且元素将是无限的。” 这本身就具有论证的力量:因为如果无限者是由无限的形式构成的,那么元素也是无限的就成了必然。而且他在第一卷针对阿那克萨哥拉的论述中也表明了这是不可能的,并且还将在《论天》中,特别是在《论生成》中表明这一点;因为在那里已经说过,如果元素是无限的,首先无限者将连同基底一起被加倍,其次生成以及一般的全部变化都将被取消(因为要使某物的生成产生,必须有无限的变化),但这乃是不可能的。因此应当把“但如果这是不可能的”等等与“处所也是无限的”连接起来。而“如果这是不可能的”意思就是:如果处所是无限的是不可能的。

§3.123

"Ἅμα δὲ οὐδὲ ἄπειρον ἔσται τὸ σῶμα." Τῷ “οὔτε γὰρ ὁ τόπος ἅπας μείζων ἢ ὅσον ἐνδέχεται τὸ σῶμα εἶναι” συναπτέον τὸ ἔτι οὔτε τὸ σῶμα μεῖζον ἢ ὁ τόπος καὶ τὰ ἑξῆς, εἶτα τὸ ἅμα δὲ οὐδὲ ἄπειρον ἔσται τὸ σῶμα· ὡς συμπέρασμα γάρ ἐστι τοῦτο τῶν ἄλλων. εἰ γὰρ οὔτε ὁ τόπος μείζων τοῦ σώματος, οὔτε τὸ σῶμα μεῖζον τοῦ τόπου, πεπέρανται δὲ πᾶς τόπος, καὶ τὸ σῶμα πεπεράνθαι ἀνάγκη· οὐδὲν ἄρα σῶμα ἄπειρον ἔσται.

“同时物体甚至也不会是无限的。” 应当把“此外,物体也不会大于处所”等等与“因为处所的全体既不大于物体所可能具有的限度”连接起来,然后再连接“同时物体甚至也不会是无限的”;因为这乃是其他前提的结论。因为如果处所既不大于物体,物体也不大于处所,并且每一个处所都是受限的,那么物体也是受限的就成了必然;因此没有任何物体将是无限的。

语法注4 条
  1. 3.119δέον γὰρ οὕτως εἰπεῖν

    基于无人称动词 δεῖ 的中性分词 δέον 构成的绝对宾格结构。表示原本应当满足却被省略的当为义务(“本来应当这样说”),引出后文菲洛波诺斯对亚里士多德论证的补充性重构。

  2. 3.120ἀλλ’ ὡς γινόμενα

    承接前文 οὐχ οἷόν τε ἐν τοῖς ἀλλοτρίοις τόποις κατ’ ἐνέργειαν οὕτω φέρεσθαι,充当对比结构 οὐχ ... ἀλλ’ ὡς 的后半部分。需补出前文省略的不定词 φέρεσθαι,理解为“现实地在相异处所中这样运移是不可能的,而只是作为生成着的东西[被运移]”。

  3. 3.121οὔτε γάρ, φησί, πλείονα τοῦ σώματος ἐγχωρεῖ εἶναι τὸν τόπον ... οὔτε πλεῖον τοῦ τόπου σῶμα εἶναι

    无人称动词 ἐγχωρεῖ(可能、容许)支配由 οὔτε ... οὔτε 协调的两个并列“带宾格的不定词”结构(τὸν τόπον πλείονα εἶναι 和 σῶμα πλεῖον εἶναι)。比较级形容词在性与格上分别与其宾格主语保持一致(阳性宾格 πλείονα 修饰 τὸν τόπον,中性宾格 πλεῖον 修饰 σῶμα)。

  4. 3.122συναπτέον οὖν τῷ “καὶ οἱ τόποι ἄπειροι” τὸ εἰ δὲ τοῦτο ἀδύνατον

    动词性形容词 συναπτέον 支配与格(τῷ ...)和宾格(τὸ ...),构成“应当将[宾格]与[与格]相连接”的文本疏通与校读指示句式,用以指示亚里士多德原文前后分句之间的衔接关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:446.21-448.12