- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:445.3-446.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《物理学》205a13–205a22,论证若无限物体是同类的,其部分将必须同时向相反方向运动,从而使运动与静止均不可能成立;若它是非同类的,则它由有限个形式构成亦会导致荒谬。
" Καίτοι ἀδύνατον· τί γὰρ μᾶλλον κάτω ἢ ἄνω ἢ ὁπουοῦν;" Ἀδύνατον, φησίν, τὸ ἀεὶ κινεῖσθαι, εἶτα καὶ ἐπήγαγε πῶς ἀδύνατον· τί γὰρ μᾶλλον ἄνω ἢ κάτω ἅμα καὶ κατὰ ταὐτὸν κινήσεται; εἰ γὰρ πᾶς μὲν οἰκεῖός ἐστιν αὐτῷ τόπος, ἔστι δὲ ἐν παντὶ τὸ ἄνω καὶ τὸ κάτω (τοῦτο γὰρ ἐκ τῆς ἐναργείας λαμβάνω), οὐδὲν μᾶλλον ἅμα καὶ κατὰ ταὐτὸν ἄνω ἢ κάτω κινήσεται, εἴ γε πανταχοῦ πέφυκε φέρεσθαι· τοῦτο δὲ ἀδύνατον, ἅμα τὰς ἐναντίας κινεῖσθαι· οὐδ’ ἄρα κινήσεται. εἰ γὰρ διὰ τὸ ἔχειν τὴν ἐπὶ πάντα τόπον ὁρμὴν ἅμα τῷ ἐκστῆναι1 τῆς ὁλότητος φέρεται ἐφ’ ὅπερ ἡ ὁρμὴ ἄγει, φέρεται δὲ ἐπὶ πᾶν ὁμοίως, ἀδύνατον δὲ τοῦτο γενέσθαι, ἀδύνατον ἄρα καὶ κινηθῆναι· ἀνάγκη γὰρ εἰ κινεῖται, οὕτω κινηθῆναι.
“然而这是不可能的;因为为什么向下而不是向上,或者在任何地方呢?” 他说,永远运动是不可能的,接着他又补充说明了如何是不可能的:因为为什么它会在同一时间并在同一方面向上运动而不是向下运动呢?因为如果一切处所对它而言都是固有的,并且在一切处所中都有上和下(因为我是从显然的事实中得出这一点的),那么如果在其本性上它到处都被运移,它在同一时间并在同一方面向上运动并不比向下运动更多;但这乃是不可能的,即在同一时间作相反的运动;因此它甚至根本不会运动。因为如果由于具有朝向一切处所的冲动,它在脱离整体的同时便向着冲动所引导的处所被运移,并且它一律向着一切处所被运移,而这又是绝不可能发生的,那么运动也是不可能的;因为如果它运动,必然就是这样运动的。
"Πότερον οὖν καθέξει τὸν ὅλον τόπον; καὶ πῶς;" Τουτέστιν ἆρα διὰ τὸ ἐπὶ πάντα τόπον πεφυκέναι φέρεσθαι ἅμα πανταχοῦ κινηθήσεται, καὶ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω; ἀλλὰ τοῦτο ἀδύνατον· τὰς ἐναντίας γὰρ οὕτως ἅμα κινοῖτο.
“那么,它是否将占据整个处所呢?又如何占据呢?” 这就是说:难道由于在其本性上它被运移至一切处所,它便将在同一时间到处运动,既向上又向下吗?但这乃是不可能的;因为这样一来它就将在同一时间作相反的运动。
"Τίς οὖν ἢ ποῦ ἡ μονὴ καὶ ἡ κίνησις αὐτῆς;" Τουτέστιν ἢ ποῦ καὶ ἐπὶ τίνα τόπον κινήσεται, ἢ ἐν ποίῳ τόπῳ στήσεται; ἢ πανταχοῦ μενεῖ; οὐ κινήσεται ἄρα. ἢ πανταχοῦ κινήσεται; οὐκ ἄρα στήσεται. εἰ ἠρεμεῖ, φησί, πανταχοῦ ἠρεμήσει (οὐ γὰρ δὴ ὅταν εἰς τὸν οἰκεῖον παραγένηται τόπον, τότε ἠρεμεῖ· ὁ γὰρ πᾶς οἰκεῖος· πανταχοῦ ἄρα ἠρεμήσει), εἰ δὲ τοῦτο, ὅλως οὐ κινηθήσεται. πάλιν εἰ κινηθήσεται, πανταχοῦ ὁμοίως κινηθήσεται, διότι πάλιν ὁ πᾶς ἐστιν αὐτῷ οἰκεῖος τόπος. ἀλλ’ ἵνα καὶ συγχωρήσω τῷ πάντῃ κινεῖσθαι,2 πῶς ἐκφυγεῖν δυνατὸν τὸ μηδέποτε στήσεσθαι αὐτὸ κινούμενον;
“那么,它的静止和它的运动是怎样的,或者在哪里呢?” 这就是说:它究竟将在哪里并且向哪一个处所运动,或者在何种处所中停驻?抑或它将无处不停驻?那么它就不会运动了。抑或它将无处不运动?那么它就不会停驻了。如果它处于静止,他说,它将在一切地方处于静止(因为绝不是仅当它到达固有处所时才处于静止;因为全部都是固有的;因此它将在一切地方处于静止);但如果是这样,它就全然不会运动。反之,如果它将要运动,它将在一切地方同样地运动,因为全部处所同样是它的固有处所。但是,即便我让步承认它到处运动,又怎能摆脱它在运动中永不停驻呢?
"Εἰ δὲ ἀνόμοιον τὸ πᾶν, ἀνόμοιοι καὶ οἱ τόποι." Δείξας ὅτι ἁπλοῦν οὐκ ἔστι, νῦν δείκνυσιν ὅτι οὐδὲ σύνθετον. εἰ τοίνυν ἐξ ἀνομοειδῶν, ἀνάγκη καὶ τοὺς τόπους τούτων πλείονας εἶναι· τῶν ἑτεροειδῶν γὰρ ἕτεροι καὶ οἱ τόποι. εἰ δὲ τοῦτο, πρῶτον μὲν ἄτοπον μὴ εἶναι τὸ τοῦ παντὸς σῶμα συνεχές, ἀλλ’ ἐξ ἁπτομένων εἶναι. πῶς δὲ τοῦτο συμβαίνει ἔφθην εἰπών,3 ὅτι εἰ μὲν κεκραμένα εἴη τὰ ἑτεροειδῆ, ἀεὶ ἐν τῷ παρὰ φύσιν ἔσονται, εἰ δὲ τοῦτο ἀδύνατον καὶ δεῖ ἕκαστον τὸν ἑαυτοῦ τόπον καταλαβεῖν, ἐξ ἁπτομένων ἔσται τὸ ἄπειρον· ἀλλ’ οὐδὲν φυσικὸν σῶμα τοιοῦτόν ἐστι.
“但如果整体是非同类的,处所也是非同类的。” 在表明了它不是单一的之后,他现在表明它也不是复合的。因此,如果它是由非同类的东西构成的,那么这些东西的处所必然也是复数的;因为异类的东西,处所也是不同的。而如果是这样,首先,整体的物体不是连续的,而是由相互接触之物构成的,这是荒谬的。至于这是如何产生的,我先前已经说过:即如果这些异类的东西是混合在一起的,它们将永远处于反乎本性的状态之中,但如果这是不可能的,且每一个都必须占据自己的处所,那么无限物就将由相互接触之物构成;然而没有任何自然物体是这样的。
"Πεπερασμένα μὲν οὐχ οἷόν τε· ἔσται γὰρ τὰ μὲν ἄπειρα τὰ δὲ οὔ, εἰ τὸ πᾶν ἄπειρον." Ἀδύνατον, φησίν, ἐκ πεπερασμένων εἰδῶν συγκεῖσθαι τὸ ἄπειρον. ἀνάγκη γὰρ ἕν τι τῶν ὑπὸ τὸ εἶδος τοῦτο ἄπειρον εἶναι ἢ πλήθει ἢ μεγέθει· εἰ γὰρ τὰ ὑπὸ πάντα τὰ εἴδη ἄτομα πεπερασμένα εἶεν, καὶ τὸ ἐκ πάντων ἔσται πεπερασμένον. εἰ δὲ πάλιν πάντα ἢ τινὰ εἶεν ἄπειρα, διπλασιασθήσεται ἢ πολλαπλασιασθήσεται τὸ ἄπειρον. λείπεται οὖν τὰ ὑφ’ ἓν εἶδος ἄτομα ἄπειρα εἶναι. ἀλλὰ καὶ τοῦτο ἀδύνατον· πρῶτον μὲν γὰρ καὶ ἐνταῦθα αὔξησις τοῦ ἀπείρου γίνεται, προστιθεμένων τοῖς ἀπείροις τῶν πεπερασμένων, ἔπειτα (ὅπερ ἔναγχος ἐλέγομεν) καταδαπανηθήσεται τὰ πεπερασμένα ὑπὸ τοῦ ἀπείρου· ἄπειρος γὰρ ἡ ἐν ἀπείρῳ δύναμις.
“〔它们〕为有限是不可能的;因为如果整体是无限的,那么某些将是无限的,而另一些则不是。” 他说,无限物由有限的形式构成是不可能的。因为在这形式之下的某一个东西,在数量上或在大小上必然是无限的;因为如果在一切形式之下的个体都是有限的,那么由所有个体构成的整体也将是有限的。另一方面,如果全部或某些是无限的,无限物就将被加倍或乘倍。因此剩下的就是属于单一形式的个体是无限的。但这同样是不可能的;因为首先,在这里有限之物被加到无限之物上,同样会造成无限物的增加;其次(正如我们刚才所说的),有限之物将被无限之物消耗殆尽;因为在无限物中的能力是无限的。
- 3.114ἅμα τῷ ἐκστῆναι
副词 ἅμα 作为支配与格的前置副词,统辖带有中性定冠词的与格名词化不定式 τῷ ἐκστῆναι,构成表示“在脱离……的同时”的时间副词短语。
- 3.116ἵνα καὶ συγχωρήσω τῷ πάντῃ κινεῖσθαι
ἵνα 与虚拟式(συγχωρήσω)连用,表达让步意义(“即便我让步承认……”)。动词 συγχωρέω 支配与格的名词化不定式(τῷ πάντῃ κινεῖσθαι)作为其宾语补足成分。
- 3.117ἔφθην εἰπών
动词 φθάνω 与主格补充分词 εἰπών 连用的惯用句式,表示“我先前已经说过”或“我预先提到过”。
