- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:443.15-445.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯考察了针对亚里士多德关于无限物体的部分将在一切处所运动或停驻这一论断的反驳(借助大地的类比),并得出结论认为:在无限处所中无法划定特定部分作为自然中心,因此整个无限处所都必然是其自然处所,从而导致该部分要么全然不动,要么永远被运移。
ἡ οὖν βῶλος εἰ μὲν οὕτως λέγοιτο ἐν παντὶ τούτῳ τῷ τόπῳ κινεῖσθαι, ὡς ἐκ τῆς ἐπιφανείας τοῦ οὐρανοῦ πεφυκέναι φέρεσθαι μέχρι τοῦ κέντρου, ὀρθῶς λέγεται, εἰ δὲ λέγοις διὰ τὸ περιέχειν τὴν γῆν πάντα καὶ τὸν ἄνω καὶ τὸν κάτω τόπον,1 διὰ τοῦτο καὶ ἡ βῶλος πάντῃ φέρεσθαι ὀφείλει ὁμοίως ἄνω τε καὶ κάτω, διὰ τὸ πάντῃ εἶναι τὴν ὁλότητα αὐτῆς, οὐκέτι εὔλογον. οὐδὲ γὰρ νῦν ἐπειδὴ ἡ ὁλότης τῆς γῆς μέχρι τῆς ἐπιφανείας τοῦ περιέχοντος αὐτὴν ἀέρος διήκει, καὶ ἔστι τῆς ὅλης τόπος ὁ ἐντεῦθεν μέχρι τοῦ κέντρου, διὰ τοῦτο δήπου ὀφείλει ἡ βῶλος πάντῃ κατὰ τοῦτον τὸν τόπον φέρεσθαι· οὐδὲ γὰρ ἡ ἐν τῷ κέντρῳ βῶλος, κἂν λάβοι χώραν, κινηθείη ἂν ἐκεῖθεν ἐπὶ τὴν ἐπιφάνειαν τῆς γῆς. οὕτως οὖν καὶ ἐπὶ τοῦ ἀπείρου οὐκ εὔλογον τὸ λέγειν, ὅτι τὸ μέρος αὐτοῦ πάντῃ οἰσθήσεται διὰ τὸ 〈τὸ〉 ἄπειρον τὸν πάντα κατέχειν τόπον, εἴ γε ὅλως φυσικήν τινα ῥοπὴν ἔχει τὸ ἄπειρον. ἀλλ’ ἢ οὐδεμίαν ῥοπὴν ἔχει φυσικήν, καὶ οὕτως πάντῃ ἀκίνητον ἔσται, ἢ εἰ ὅλως ἔχοι ῥοπήν, οὐκ εὔλογον τὸ λέγειν ὅτι πάντῃ τὸ μέρος ἢ στήσεται ἢ οἰσθήσεται, ὥσπερ οὐδὲ νῦν ἐπὶ τῆς γῆς, ὡς εἴρηται. ἀλλ’ ἔστι καὶ πρὸς ταῦτα εἰπεῖν, ὅτι νῦν μὲν καὶ τῆς γῆς οὔσης πεπερασμένης καὶ τοῦ τόπου τοῦ περιέχοντος αὐτὴν ἔστι ταῦτα εἰπεῖν ἅπερ εἴπομεν, εἰ μέντοι ἄπειρός τις εἴη τόπος, πῶς ἔστι τὸ ἄπειρον διελόντα εἰπεῖν τοῦτον μὲν εἶναι τὸν κατὰ φύσιν τόπον, ἐκεῖνον δὲ μή; ὡς γὰρ αὐτὸς ἐν τοῖς ἔμπροσθεν εἶπε, πῶς ἔστι τοῦ ἀπείρου τὸ μὲν ἄνω εἰπεῖν τὸ δὲ κάτω, ἢ ἔμπροσθεν καὶ ὄπισθεν; πάντῃ γὰρ πρὸς ἑαυτὸ τὸ ἄπειρον ὁμοίως ἔχει. οὐκ ἄρα ἔστι τοῦ ἀπείρου τόπου ἀφορίσαντα μόριόν τι ἢ σημεῖον εἰπεῖν ὡς οὗτος εἴη ὁ κατὰ φύσιν τοῦ ἀπείρου σώματος τόπος, ὥσπερ νῦν φαμεν τὸ κέντρον τῶν βαρέων εἶναι τὸν κατὰ φύσιν τόπον. λείπεται οὖν τὸν ἄπειρον πάντα τόπον κατὰ φύσιν εἶναι λέγειν τόπον τοῦ ἀπείρου σώματος· εἰ δὲ πᾶς εἴη αὐτοῦ κατὰ φύσιν, ἕψεται ταῦτα τὰ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένα. Ὥστε εἰ μὲν ὁμοειδές, ἀκίνητον ἔσται.2 δυνατὸν τὸ ἀκίνητον ἔσται ὡς μόνον ἑπόμενον τῷ μονοειδὲς εἶναι λαμβάνειν· εἰ γὰρ ἁπλοῦν καὶ μονοειδὲς τὸ ἄπειρον, ἔστι δὲ αὐτοῦ ὁ πᾶς οἰκεῖος τόπος, ὁ αὐτὸς δὲ καὶ τοῦ μέρους, οὐδὲν δὲ ἐν τῷ οἰκείῳ τόπῳ κινεῖται τῶν εὐθυφορικῶν σωμάτων, οὐκ ἄρα κινήσεται τὸ τοῦ ἀπείρου μόριον. τοῦτο μὲν οὖν εὐλόγως ἀκολουθεῖ τῇ ὑποθέσει, τὸ ἀκίνητον εἶναι τὸ τοῦ ἀπείρου μόριον ἐν τῷ οἰκείῳ τόπῳ ὄν, οὗτος δέ ἐστιν ὁ ἄπειρος. εἰ δὲ τοῦτό τις μὴ δώσει, ἀκίνητον αὐτὸ εἶναι, διὰ [δὲ] τὸ μὴ ἀνελεῖν τὴν κίνησιν, δώσει πάντως τὸ ἀεὶ φέρεσθαι· τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ ἢ ἀεὶ οἰσθήσεται, ὡς ἑπομένου τῇ ἀναιρέσει τοῦ ἀεὶ ἵστασθαι τοῦ ἀεὶ κινεῖσθαι. ᾧ γὰρ λόγῳ δέδεικται ἀκίνητον, εἴ τις τοῦτο μὴ παραδέχοιτο, δειχθήσεται ἐξ ἀνάγκης ὅτι ἀεικίνητόν ἐστιν·3 εἰ γὰρ πέφυκεν ἐν τῷ ἰδίῳ κινεῖσθαι τόπῳ, ὡς ἡ ὑπόθεσις, τόπος δὲ αὐτοῦ ἐστιν ὅσπερ καὶ τοῦ παντός, οὗτος δὲ ἄπειρός ἐστιν, ἐν τῷ ἀπείρῳ ἄρα τόπῳ κινεῖται. ὥστε οὐ στήσεται (ἐν γὰρ ἀπείρῳ ἡ κίνησις), καὶ οὐδὲν μᾶλλον ὧδε ἢ ὧδε οἰσθήσεται, ἀλλ’ ὁμοίως πανταχοῦ.
因此,如果说土块以具有从天球表面被运移直至中心的本性这种方式在整个这处所中运动,那是说得对的;但如果你说,由于大地包容了上方和下方的全部处所,因此由于其整体性无处不在,土块也应当同样向一切方向——无论是向上还是向下——被运移,这就不再合乎情理了。因为甚至在现在,也绝非因为大地的整体性延伸到包围它的空气表面,且整体的处所是从那里直至中心的处所,土块就理所当然应当在这个处所内到处被运移;因为甚至在中心的土块,即使获得了空间,也不会从那里运动到大地的表面。因此,在无限物的情形中同样如此,如果无限物果真具有某种自然的倾势,那么说由于无限物占据了全部处所,其部分就会到处被运移,这也是不合乎情理的。相反,要么它没有任何自然的倾势,从而在一切方面都是不动的;要么如果它果真具有倾势,说其部分要么在一切处所停驻,要么被运移,同样是不合乎情理的,正如刚才所说,在现在大地的情形中并非如此一样。但是针对这些也可以说:现在由于大地和包容它的处所都是有限的,可以说出我们刚才所说的这些话;但若有一个无限的处所,怎么能够分割无限物而说这一个是符合本性的处所,而那一个不是呢?因为正如他本人在前面所说,怎么能够说无限物的一部分是上,另一部分是下,或者前和后呢?因为无限物在一切方面相对于自身都是划一的。因此,绝不可能划定无限处所的某个部分或点,说这就是无限物体的符合本性的处所,就如同我们现在说重物的符合本性的处所是中心那样。因此剩下的就是说:整个无限处所乃是无限物体的符合本性的处所;而如果其全部对它而言都是符合本性的,那么亚里士多德所说的这些结论就将随之而来。 “因此,如果它是同类的,它将是不动的。” 可以将“它将是不动的”理解为仅仅伴随着作为单一形式的存在;因为如果无限物是单一且单一形式的,而它的固有处所是全部,且这同一个处所也是部分的处所,并且作直线运移的物体没有一个会在其固有处所中运动,那么无限物的部分就不会运动。因此,无限物的部分处于固有处所中(而这固有处所即是无限处所)是不动的,这合理地从该假设中得出。但如果有人为了不取消运动而不承认这一点——即它是处于不动状态——那么他就必须截然承认它总是被运移;因为对于他而言,“或者永远被运移”所意味的正是这一点,即永远运动乃是伴随着永远停驻的被否定而来的。因为正是通过证明其不动的那同一个论据,若有人不接受此点,就必然会证明它是恒常运动的;因为如果按照假设,它在本性上是在固有的处所中运动,而它的处所与整体的处所完全相同,且这是无限的,那么它就是在无限的处所中运动。以致它绝不会停驻(因为运动是在无限之中进行的),并且它在这里被运移并不比在那里更多,而是在一切地方同样如此。
- 3.113διὰ τὸ 〈τὸ〉 ἄπειρον τὸν πάντα κατέχειν τόπον
由介词 διά 支配带有中性单数宾格定冠词 τό 的宾格不定式结构(“由于……占据……”)。校订所补充的 〈τὸ〉 ἄπειρον 充当不定式 κατέχειν 的逻辑主语(宾格主语),而 τὸν πάντα ... τόπον 则是其直接宾语。
- 3.113Ὥστε εἰ μὲν ὁμοειδές, ἀκίνητον ἔσται.
标引句的简缩引用。此处省略了亚里士多德原文中的“ἢ ἀεὶ οἰσθήσεται”,因为斐洛波诺斯首先要专门阐明为何“不动的(ἀκίνητον ἔσται)”乃是仅随“单一形式存在(ὡς μόνον ἑπόμενον τῷ μονοειδὲς εἶναι)”而直接得出的推论。
- 3.113ᾧ γὰρ λόγῳ δέδεικται ἀκίνητον, εἴ τις τοῦτο μὴ παραδέχοιτο, δειχθήσεται ἐξ ἀνάγκης ὅτι ἀεικίνητόν ἐστιν
关系代词与格 ᾧ 表示方式/手段(“借助证明其不动的那同一个论据”),修饰主句动词 δειχθήσεται(“将被证明”)。条件从句 εἴ τις τοῦτο μὴ παραδέχοιτο(“若有人不接受此点”)被嵌入在主句结构之前。
