← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§441.13-443.15

物体的处所与单一无限体之不可能

菲洛波诺斯阐释了所有可感觉物体皆在处所中、整体与部分的处所在形式上相同的两个前提,进而分析了亚里士多德据此论证无限物体不可能为同类(单一),并探讨了关于处所同一性的一项反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.111

" Πέφυκε γὰρ πᾶν τὸ αἰσθητόν που εἶναι." Τὸ πρῶτον λῆμμα, ὅτι πᾶν σῶμα φυσικὸν ἐν τόπῳ ἐστί, φυσικὸν δὲ τὸ ἐν γενέσει καὶ φθορᾷ· νῦν γὰρ εἴ τι τοιοῦτον ἄπειρόν ἐστι ζητοῦμεν, ὅπερ στοιχεῖόν ἐστι τῶν γινομένων καὶ φθειρομένων, οἷά φαμεν νῦν τὰ τέσσαρα τῶν ἄλλων πάντων εἶναι στοιχεῖα, καὶ ἐξ αὐτῶν τε γίνεσθαι καὶ εἰς αὐτὰ ἀναλύεσθαι. ζητεῖ οὖν ὁ λόγος μήποτε ἔστι1 πρὸ τούτων ἕτερόν τι ἢ ἕν τι τούτων ἢ ἄλλο παρὰ ταῦτα ἄπειρον ὂν τῷ μεγέθει, ἐξ οὗ τά τε στοιχεῖα καὶ τὰ λοιπὰ τὴν γένεσιν ἔχει. πᾶν οὖν τὸ τοιοῦτον σῶμα ἐν τόπῳ ἐστίν, οὐ μέντοι ἁπλῶς πᾶν· ἡ γοῦν ἀπλανὴς οὐκ ἔστιν ἐν τόπῳ, ἐπεὶ μηδέ ἐστί τι τὸ περιέχον αὐτὴν μήτε σῶμα μήτε κενόν, ἀλλ’ αὐτὴ ἐν ἑαυτῇ ἐστιν, οἷον τόπος τις οὖσα αὐτὴ ἑαυτῆς.

“因为一切可感觉之物在本性上都在某处。” 第一个前提是,一切自然物体都在处所中,而自然物体乃是处于生成与消灭之中的东西;因为我们现在探究的是,是否存在某种作为生成与消灭之物的元素的这类无限物,就如同我们现在所说的四元素是一切其他事物的元素,且事物既由它们生成,又分解归入它们那样。因此,论证探究的是在这些之前是否或许有某种别的东西,或者它们中的某一个,或者在它们之外另有一个在大小上无限的东西,元素以及其余事物由此获得其生成。因此,一切这样的物体都在处所中,但并非截然是一切物体;至少恒星天球并不在处所中,因为没有任何包容它的东西,既非物体亦非虚空,而是它自身在自身之中,宛如它自身就是其自身的处所。

§3.112

"Καὶ ὁ αὐτὸς τοῦ μορίου καὶ παντός." Τὸ δεύτερον ἀξίωμα, ὅτι ὁ τοῦ ὅλου τόπος ὁ αὐτὸς οὗτος καὶ τοῦ μορίου ἐστὶ τόπος. ὁ αὐτὸς δὲ δηλονότι οὐ τῷ ποσῷ, ἀλλὰ τῷ εἴδει, οἷον ὁ ἄνω ἢ ὁ κάτω. ὥσπερ γὰρ εἰ τὴν ὅλην γῆν ἐκστήσαις τοῦ κέντρου, οἰσθήσεται μέχρι τοσούτου μέχρις ἂν τὸ κέντρον καταλάβῃ, οὕτω καὶ ἡ βῶλος εἰ ἄνωθεν ἀφεθῇ, τὴν ῥοπὴν ἐπὶ τὸ αὐτὸ ἕξει.

“且部分与整体的[处所]相同。” 第二个公理是,整体的处所,正是这同一个也是部分的处所。但显然相同并非在数量上,而是在形式上,例如上方或下方。因为正如如果你将整个大地移离中心,它将被运移直至占据中心那样,土块若从上方被释放,也将具有朝向同一处所的倾势。

§3.113#1

"Ὥστε εἰ μὲν ὁμοειδές, ἢ ἀκίνητον ἔσται ἢ ἀεὶ οἰσθήσεται. " Ἔνθεν αἱ κατασκευαὶ τοῦ μὴ εἶναι τὸ ἄπειρον, καὶ πρῶτον ὅτι ἁπλοῦν οὐκ ἐνδέχεται εἶναι· τοῦτο γάρ φησιν ὁμοειδές. τὸ δὲ ἢ ἀκίνητον ἔσται ἢ ἀεὶ οἰσθήσεται οὐ περὶ τοῦ ὅλου φησὶν ἀπείρου, ἀλλὰ περὶ τοῦ μορίου αὐτοῦ. καὶ ἐδήλωσεν ἐφεξῆς τοῖς παραδείγμασιν εἰπὼν λέγω δέ, εἰ βῶλος εἴη, ποῦ αὕτη κινηθήσεται; ὁ γὰρ τόπος ἄπειρος τοῦ συγγενοῦς αὐτῆς σώματος. τουτέστιν εἰ τὸ ἄπειρον εἴη γῆ, τὸ μέρος αὐτῆς, οἷον ἡ βῶλος, πότερον ἀεὶ κινηθήσεται ἢ ἀεὶ μενεῖ; δόξει γὰρ ἑκάτερον ὑπάρχειν ἐξ ἀνάγκης· εἰ γὰρ φέρεται μὲν τὸ μέρος ἔνθα καὶ τὸ ὅλον, ὁμοίως δὲ καὶ ἵσταται ἐν τούτῳ ἐν ᾧ καὶ τὸ ὅλον, ὁ δὲ τόπος τοῦ συγγενοῦς σώματος αὐτῆς, λέγω δὴ τῆς τοῦ ἀπείρου ὁλότητος, ἄπειρός ἐστιν, ἔστι δὲ καὶ τοῦ μέρους ὁ αὐτὸς ἂν ἐξ ἀνάγκης τόπος,2 εἰ μὲν πέφυκεν ἐν τῷ οἰκείῳ τόπῳ κινεῖσθαι τὸ τοῦ ἀπείρου μέρος, ἐπειδὴ ἄπειρος ὁ τόπος αὐτοῦ, ἐν παντὶ δήπου πέφυκε κινεῖσθαι (τί γὰρ μᾶλλον ὧδε ἢ ὧδε, ὁμοίως παντὸς οἰκείου ὄντος; εἰ δὲ ἐν τῷ ἀπείρῳ κινεῖται, συμβήσεται αὐτὸ ἀεὶ φέρεσθαι, ἵστασθαι δὲ μηδέποτε), εἰ δὲ κινεῖσθαι μὲν ἐν τῷ οἰκείῳ οὐ πέφυκε τόπῳ ἵστασθαι δέ (ὅπερ μᾶλλον ἐν τοῖς φυσικοῖς ὁρῶμεν), ἐπειδὴ πάλιν ὁ ἄπειρος τόπος οἰκεῖός ἐστι τοῦ μέρους, ἐν παντὶ στήσεται· ὥστε πάντῃ ἀκίνητον ἔσται. ἀνάγκη ἄρα ἢ ἀεὶ κινεῖσθαι τὸ μόριον ἢ ἀεὶ ἵστασθαι, ἑκάτερον δὲ ἄτοπον. ἔχει δέ τινα ἔνστασιν ὁ λόγος· ἐλέγομεν γὰρ τὸν αὐτὸν εἶναι τοῦ ὅλου καὶ τοῦ μορίου τόπον οὐ κατὰ τὸ ποσόν· οὐ γὰρ ὁ πᾶς ἐν ᾧ ἐστιν ἡ πᾶσα γῆ, ὁ αὐτὸς οὗτος καὶ τῆς βώλου ἐστίν (ἔσται γὰρ οὕτω τῷ ὅλῳ τὸ μέρος ἴσον), ἀλλ’ ὁ αὐτὸς τῷ εἴδει, οἷον ὁ κάτω. ὥσπερ οὖν εἰ νοήσεις τὴν γῆν αὐξηθεῖσαν ὡς φθάσαι τὴν σεληνιακὴν σφαῖραν, ἐρεῖς μὲν πάντα τὸν ἐντὸς τῆς σφαίρας τῆς γῆς εἶναι τόπον, οὐχ ἁπλῶς δὲ ὅτι πᾶς ἐστιν αὐτῇ κατὰ φύσιν, ἀλλὰ κατὰ φύσιν μὲν τὸ περὶ τὸ κέντρον νεύειν, συμβαίνει δὲ διὰ τὸ μέγεθος κατὰ συνέχειαν ἐπὶ πολὺ πόρρω τοῦ κέντρου αὐτὴν διήκειν ὑφ’ ἑαυτῆς ἀνεχομένην (ἐπεὶ καὶ τὰ νῦν περὶ τὴν κυρτὴν τῆς γῆς ἐπιφάνειαν μέρη αὐτῆς, καθ’ ἣν καὶ τὴν οἴκησιν ἔχομεν, οὐχ ὡς πεφυκότα τοσοῦτον ἀπὸ τοῦ κέντρου διεστάναι, οὕτω μένει ἐν ᾧ ἐστιν, ἀλλ’ ἐπειδὴ ὑπὸ τῆς συνεχείας τῆς ἀπὸ τοῦ κέντρου τῆς γῆς ἀνέχεται· εἰ γοῦν ὑποσκάψῃς τὰ περὶ τὴν ἐπιφάνειαν, οἰσθήσεται ἐπὶ τὸ κάτω τὰ περὶ τὸ ὄρυγμα ἑωρούμενα),3 οὕτως οὐ πέφυκε μένειν δίχα τινὸς βίας ἐν παντὶ τῷ τόπῳ ἐν ᾧ καὶ ἔστιν, ἀλλ’ ἀνέχεται ὑπὸ τοῦ συγγενοῦς σώματος. ὥστε καὶ εἰ ηὐξήθη μέχρι τοῦ οὐρανοῦ, ὡς περιλαβεῖν καὶ τὸν τῶν κούφων σωμάτων τόπον, ἐλέχθη ἂν ὁμοίως πᾶς μὲν ὁ ἐντὸς τῆς σφαίρας εἶναι τόπος αὐτῆς ὡς ὅλης, οὐ μέντοι ὡς ἐν παντὶ πεφυκυίας μένειν καὶ χωρὶς τοῦ ὑπὸ τοῦ κέντρου περιείργεσθαι.

“因此,如果它是同类的,它要么静止,要么永远被运移。” 由此开始对无限物不存在的论证,首先是它不可能为单一的;因为他所说的“同类”即指此而言。至于“它要么静止,要么永远被运移”,他说的不是关于整个无限物,而是关于它的部分。他在接下来的例子中阐明了这一点,说道:“我的意思是,假如有土块,这土块将向何处运动?因为与其同族的物体的处所是无限的。”也就是说,如果无限物是土,它的部分(例如土块)究竟是永远运动还是永远保持静止?因为这两种情况似乎都必然存在。因为如果部分被运往整体所被运往之处,同样也在整体所停驻之处停驻,而与其同族的物体的处所——我指的是无限物的整体性——是无限的,且部分的处所必然也是相同的,那么,一方面如果无限物的部分在固有处所中运动乃是本性,由于其处所是无限的,它在一切处所中运动理所当然乃是本性(因为既然一切处所同样是固有的,为什么在这里而不在那里呢?而如果在无限之中运动,结果将是它永远被运移,而绝不停驻);另一方面,如果在本性上并非在固有处所中运动而是在其中停驻(这更是我们在自然事物中所见到的),由于这个无限处所反过来也是部分的固有处所,它便将在一切处所中停驻;以致它在一切方面都将是不动的。因此,部分必然要么永远运动,要么永远停驻,而这两者都是荒谬的。但这论证包含某种反驳:因为我们刚才说过整体与部分的处所相同并非依照数量——因为整个大地所在的整个处所,并非就这同一个也是土块的处所(因为这样部分就将等于整体了)——而是在形式上相同,例如下方。因此,正如如果你设想大地增生以至于达到月球天球,你固然会说天球内部的整个处所属于大地,但并不是绝对地认为全部对它而言都符合本性,而是在本性上倾向于中心,只是由于大小的缘故,它通过连续性而在远离中心处延伸很广,由其自身所支撑(因为甚至现在处于大地凸表面周围的部分,即我们居住所在之处,也并非作为本性上就应当与中心相距这么远,才这样停留在其所在之处,而是因为由来自大地中心的连续性所支撑;至少如果你在表面周围挖掘下方,在凹坑周围悬空的部分就会向下被运移),同样地,它在它实际所在的整个处所中无任何强制地停留并非本性,而是由同族的物体所支撑。因此,即使它增生直至上天,以至于包容了轻物体的处所,同样也会说天球内部的一切作为整体都是它的处所,然而并非作为即便不被中心围绕,在本性上也会在一切处所中停留。

语法注3 条
  1. 3.111μήποτε ἔστι

    μήποτε(“是否或许”)后接直陈式现在时 ἔστι,在探究的语境中引出一个委婉的疑问或假说(“是否存在……”),而非带有虚拟式的否定性顾虑从句。

  2. 3.113ἔστι δὲ καὶ τοῦ μέρους ὁ αὐτὸς ἂν ἐξ ἀνάγκης τόπος

    助词 ἄν 在条件从句框架(εἰ γὰρ φέρεται μὲν... εἰ δὲ...)中发挥作用,表明从前提出发在逻辑上必然得出的推论(“部分的处所必然也将是相同的”)。虽然与直陈式 ἔστι 连用,但它体现了论证的推论性质。

  3. 3.113τὰ περὶ τὸ ὄρυγμα ἑωρούμενα

    分词 ἑωρούμενα(源自 αἰωρέω“悬挂”,中被动态现在时中性复数)指在下方被挖掘时失去支撑而悬空挂在凹坑周边的表层土。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:441.13-443.15