← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§436.8-438.1

从自然处所论证无限单一物体的不可能性

斐洛波诺斯阐述了亚里士多德根据自然处所证明无限可感觉单一物体不可能存在的论证,指出从整体与部分具有相同处所的前提推导出的关于其部分运动与静止的种种荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.110#1

" Ὅτι δὲ ὅλως ἀδύνατον εἶναί τι σῶμα ἄπειρον αἰσθητόν, ἐκ τῶνδε δῆλον." Δείξας ἐκ τῶν φυσικῶν δυνάμεων ὅτι ἀδύνατον εἶναί τι σῶμα ἄπειρον, νῦν βούλεται καὶ ἐκ τῶν φυσικῶν τόπων κατασκευάσαι τὸ αὐτὸ τοῦτο. κέχρηται δὲ πάλιν τῇ αὐτῇ διαιρέσει, ὅτι τὸ ἄπειρον ἤτοι ἁπλοῦν ἐστιν ἢ σύνθετον, καὶ πρότερον δείκνυσιν ὅτι οὐ δυνατὸν ἁπλοῦν εἶναι. πρότερον δὲ δύο τινὰ προλαμβάνει ἀξιώματα, πρῶτον μὲν ὅτι πᾶν τὸ αἰσθητὸν σῶμα, ταὐτὸν δὲ εἰπεῖν τὸ φυσικόν, ἐν τόπῳ ἐστίν (ἕκαστον γὰρ τῶν τεσσάρων στοιχείων ἀφωρισμένον τινὰ κατείληφε τόπον), δεύτερον 〈δὲ〉 ὅτι ὃς ἂν τοῦ ὅλου τόπος ᾖ, ὁ αὐτὸς οὗτος καὶ τοῦ μορίου ἐστὶ τόπος· ἔνθα γὰρ ἡ πᾶσα γῆ πέφυκεν εἶναι, ἐκεῖ δήπου καὶ ἡ βῶλος καὶ ἔστι καὶ πέφυκεν, ὁμοίως καὶ ἔνθα ἂν πέφυκεν ἡ ὁλότης εἶναι τοῦ πυρός, ἐκεῖ πέφυκεν καὶ ὁ σπινθὴρ εἶναι. τούτων οὖν προειλημμένων δείκνυσιν ὅτι ἀδύνατον ἁπλοῦν τι φυσικὸν σῶμα εἶναι τὸ ἄπειρον· περὶ γὰρ τούτου ἡ ζήτησις ἐν τῷ παρόντι, ὡς πολλάκις εἶπον, εἰ ἔστιν ἐν τοῖς φυσικοῖς σώμασιν ἄπειρόν τι κατὰ τὴν ἔκτασιν· περὶ γὰρ τοῦ ἔξω τοῦ οὐρανοῦ ὅτι οὐδέν ἐστιν ἔξω αὐτοῦ οὔτε σῶμα οὔτε κενὸν οὔτε ἕτερόν τι, ἐν τῇ Περὶ οὐρανοῦ δείξει πραγματείᾳ.1 ὅτι οὖν φυσικὸν σῶμα ἁπλοῦν οὐκ ἐνδέχεται ἄπειρον εἶναι κατὰ τὴν ἔκτασιν, δείκνυσι τοῦτον τὸν τρόπον. εἰ γὰρ εἴη ἄπειρον σῶμα, δῆλον ὅτι τὸν πάντα καθέξει τόπον, εἰ δὲ τὸν πάντα καθέξει, ὁ πᾶς ἂν εἴη αὐτοῦ οἰκεῖος τόπος. εἰ γὰρ δὴ μὴ οἰκεῖος εἴη, ἐν τῷ παρὰ φύσιν ἔσται ἀεί, οὐδὲν δέ ἐστι τῶν ὄντων ἀεὶ ἐν τῷ παρὰ φύσιν· μᾶλλον γὰρ οὐκ ἔσται τι ἢ ἀεὶ ἐν τῷ παρὰ φύσιν ἔσται.2 ὥστε ὁ ὅλος ἂν εἴη τόπος οἰκεῖος τοῦ ἀπείρου. ἀλλ’ εἰ ὁ πᾶς τόπος τοῦ ὅλου ἀπείρου οἰκεῖός ἐστι, δῆλον ὅτι καὶ τοῦ μέρους ὁ αὐτὸς ἂν εἴη τόπος οἰκεῖος. τὸ μὲν οὖν ὅλον ὅτι ἀκίνητον ἔσται, πρόδηλον (οὐ γὰρ ἕξει που κινηθῆναι ἄπειρον ὂν καὶ τὸν πάντα κατειληφὸς τόπον· δεήσει γὰρ αὐτῷ ἄλλου ἀπείρου τόπου, εἰ μέλλοι κινεῖσθαι), περὶ δὲ τοῦ μέρους ἐρήσομαι, εἰ λάβω μόριόν τι τοῦ ἀπείρου, πότερον κινηθήσεται ἢ οὔ; εἰ μὲν οὖν μὴ κινήσεται, οὐδ’ ἂν εἴη φυσικόν τι σῶμα τὸ ἄπειρον (οὐδὲν γάρ ἐστι τῶν φυσικῶν, ὃ καὶ κατὰ τὸ ὅλον καὶ κατὰ τὰ μέρη ἀκίνητόν ἐστι), εἰ δὲ κινήσεται, ποῦ οἰσθήσεται; ἢ πανταχοῦ, ἐπειδὴ καὶ ὁ πᾶς αὐτῷ οἰκεῖός ἐστι τόπος; οὐδὲν οὖν μᾶλλον κάτω ἢ ἄνω κινήσεται, εἴ γε ὁμοίως ἔχει τὴν ῥοπὴν ἐπί τε τὸ ἄνω καὶ τὸ κάτω, ἵνα ὅλως καὶ συγχωρήσωμεν ἐν τῷ ἀπείρῳ εἶναι τὸ ἄνω καὶ τὸ κάτω·3 ἐφεξῆς γὰρ καὶ τοῦτο ἐπισκεψόμεθα. ἀνάγκη οὖν ἤτοι ἅμα πανταχοῦ ἔσται τὸ μόριον καὶ κατὰ μίαν καὶ τὴν αὐτὴν κίνησιν ἐν παντὶ γενήσεται τόπῳ (εἰ γὰρ ἔχει τὴν ἐπὶ πάντα ῥοπήν, ὥσπερ ἡ βαρύτης φέρε εἰπεῖν ἐπὶ τὸ κάτω κινεῖ, οὕτως ἅμα καὶ ἡ κουφότης ἐπὶ τὸ ἄνω), ἢ οὖν ἅμα τὸν πάντα καταλήψεται τόπον τὸ μόριον, ὅπερ ἀδύνατον, ἢ στήσεται ἀνθελκόμενον ἐπὶ τοὺς ἐναντίους τόπους, ἢ διασπασθήσεται. καὶ πάλιν περὶ τῶν διασπασθέντων μορίων ἡ αὐτὴ ζήτησις· ἔχομεν γὰρ ἐκ τῆς ἐναργείας ὅτι τοῦ ὅλου καὶ τοῦ μορίου ὁ αὐτὸς τόπος. ἄλλως τε εἰ κινήσεται, μέχρι ποῦ οἰσθήσεται; κινεῖται μὲν γὰρ τῶν φυσικῶν τε καὶ ἐν γενέσει ἕκαστον, ὅταν ἐκστῇ τοῦ κατὰ φύσιν τόπου, καὶ μέχρι τοσούτου κινεῖται μέχρις ἂν ἐπιλάβηται τοῦ κατὰ φύσιν, εἰς ὃν γενόμενον ἵσταται. εἰ τοίνυν ὅλως κινεῖται τὸ μόριον τοῦ ἀπείρου, κινεῖται δὲ ἐν τῷ κατὰ φύσιν τόπῳ, ὁ δὲ πᾶς τόπος οἰκεῖος καὶ κατὰ φύσιν αὐτῷ, ἐπειδὴ καὶ τῷ ὅλῳ, μέχρι ποῦ οἰσθήσεται; οὐ γὰρ μᾶλλον ὧδε ἢ ὧδε στήσεται, παντὸς ὁμοίως κατὰ φύσιν αὐτῷ ὄντος, ὥστε ἀεὶ οἰσθήσεται.

“而根本不可能有任何可感觉的无限物体,从以下各点是清楚的。” 在根据自然能力表明了不可能有任何无限物体之后,现在他也企图从自然处所出发立论证明这同一观点。他再次使用了同样的区分:无限者要么是单一的,要么是复合的;并且他首先表明它不可能是一单一体。但在此之前,他预先假定了两个公理:第一,每一个可感觉的物体(即自然物体,这乃是同一回事)都在处所之中(因为四种元素中的每一种都占据了一个确定的处所);第二,凡是整体的处所,这同一处所也就是部分的处所。因为在全地本性上所在的地方,土块自然也就在那里且本性上在那里;同样,在火之全体本性上所在的地方,火星本性上也就在那里。预先假定了这些之后,他便表明无限者绝不可能是一个单一的自然物体。因为正如我屡次所说,当前的探究乃是关于这一点:在自然物体之中是否存在某种在广延上无限的东西(至于天之外的事物,天外既无物体也无虚空亦无任何他物,这一点他将在《论天》一书中加以证明)。那么,单一自然物体在广延上不可能是无限的,他是以如下方式来证明的。因为如果存在一个无限的物体,显而易见它将占据整个处所;而如果它将占据整个处所,整个处所就将是它的本然处所。因为如果不是它的本然处所,它就将永远处于反自然的状态中;然而存在之物中没有任何东西是永远处于反自然状态之中的,因为某物宁可不存在,也不会永远处于反自然状态之中。所以,整个处所将是无限者的本然处所。但如果整个处所对于无限的整体是本然的,显而易见这同一处所对于部分也将是本然的处所。那么,整体将是不动的,这是显而易见的(因为既然它是无限的且已占据了整个处所,它将无处可动;因为如果它要运动,它将需要另一个无限的处所);但关于部分,我要问:如果我取无限者的某个微小部分,它是将运动还是不运动?如果它不运动,无限者甚至不会是任何自然物体(因为在自然物中没有任何东西是无论是按整体而言还是按部分而言都是不动的);但如果它将运动,它将被运送到何处呢?难道是到处运送吗,既然整个处所对它而言都是本然的?如果它对上和对下具有同等的倾向,那么它向下运动绝不会比向上更多——即使我们姑且承认在无限者中根本存在上与下(因为接下来我们也将考察这一点)。因此必然地,要么这个部分将同时处于所有地方,并在一次且同一的运动中出现在每一个处所中(因为如果它具有向所有方向的倾向,正如比方说重性使它向下运动,同样轻性也同时使它向上运动);要么,这个部分将同时占据整个处所,而这是不可能的;要么它在朝向相反处所的相互拉扯中停滞不动,要么它将被撕裂开来。而关于那些被撕裂开的部分,又有同样的探究;因为我们从明见的事实得知,整体与部分的处所是相同的。此外,如果它运动,它将被运送到何处为止呢?因为每一个自然之物以及处于生成之中的事物,都在其离开其合乎本性的处所时运动,并且运动直到它获得合乎本性的处所为止,而在到达该处所时它便静止。如果无限者的部分果真在运动,且是在合乎本性的处所中运动,而整个处所对它而言又是本然的且合乎本性的(既然对整体也是如此),那么它将被运送到何处为止呢?因为它停在此处绝不会比停在彼处更有理由,因为一切处所对它而言都同样合乎本性,以至于它将永远被运送下去。

语法注3 条
  1. 3.110περὶ γὰρ τοῦ ἔξω τοῦ οὐρανοῦ ὅτι οὐδέν ἐστιν ἔξω αὐτοῦ οὔτε σῶμα οὔτε κενὸν οὔτε ἕτερόν τι, ἐν τῇ Περὶ οὐρανοῦ δείξει πραγματείᾳ

    提前(prolepsis)结构:句首的介词短语 περὶ τοῦ ἔξω τοῦ οὐρανοῦ(关于天之外的事物)作为论题被提前置于句首,并在随后的 ὅτι 从句中由 ἔξω αὐτοῦ(在其外)加以承接和展开。全句的主动词为句末的 δείξει。

  2. 3.110μᾶλλον γὰρ οὐκ ἔσται τι ἢ ἀεὶ ἐν τῷ παρὰ φύσιν ἔσται

    由 μᾶλλον... ἤ 构成的比较级句式,表达存在论上的优先次序:“某物宁可不存在,也不会永远处于反自然状态之中”。οὐκ ἔσται(不存在)构成前项,ἀεὶ ἐν τῷ παρὰ φύσιν ἔσται(永远处于反自然状态中)构成后项。

  3. 3.110ἵνα ὅλως καὶ συγχωρήσωμεν ἐν τῷ ἀπείρῳ εἶναι τὸ ἄνω καὶ τὸ κάτω

    连词 ἵνα 接虚拟式 συγχωρήσωμεν 的结构。此处并非严格的目的从句,而是作为插入语引出让步性的假定:“即使我们姑且承认在无限者中根本存在上与下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:436.8-438.1