← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§433.21-436.7

对立面的变化与单一无限本原的不可能性

斐洛庞努斯根据一切变化均在对立面之间进行这一原则,阐明了四元素或中间物何以均不能作为无限的本原,并辩明了自身无性质的质料作为变化基底与阿那克西曼德假说的根本区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.107

" Οὐδὲ δὴ πῦρ οὐδὲ ἄλλο τι τῶν στοιχείων οὐθὲν ἄπειρον ἐνδέχεται εἶναι." Δείξας ὅτι οὐκ ἐνδέχεται εἶναι τὸ μεταξύ, μέτεισιν ἐπὶ τὸ δεῖξαι ὅτι οὐδὲ ὅλως ἄλλο τι σῶμα ἁπλοῦν ὂν ἀρχὴν καὶ ἄπειρον εἶναι δυνατόν, εἶτα τοῦτο προθέμενος ἐπί τι καθολικώτερον ἀνάγει τὸν λόγον· τί γὰρ λέγω, φησίν, ἄπειρον εἶναι ἕν τι τῶν ἁπλῶν; ὅλως γὰρ ὅτι ἀδύνατον ἕν τι εἶναι καὶ ἁπλοῦν τὴν ἀρχὴν τῶν ὄντων, εἴτε ἄπειρον εἴη τοῦτο εἴτε πεπερασμένον, δείξομεν, ἐκ πολλοῦ δεικνὺς τοῦ περιόντος1 ὅτι ἓν εἶναι καὶ ἁπλοῦν τὸ ἄπειρον ἀδύνατον, εἴ γε μηδὲ ὅλως ἓν εἶναι τὸ στοιχεῖον οἷόν τε, εἴτε ἄπειρον εἴη εἴτε πεπερασμένον· εἰ γὰρ ἕν τι εἴη τὸ στοιχεῖον, ἀναιρεθήσεται καθόλου γένεσις καὶ πᾶσα μεταβολή, εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἄρα ἐνδέχεται ἓν εἶναι τὸ στοιχεῖον. εἰ μὲν γὰρ ἕν τι τῶν τεσσάρων εἴη, οἷον τὸ πῦρ κατὰ Ἡράκλειτον ἢ εἴ τι ἄλλο, ἕξει μὲν ἐν ἑαυτῷ ἐναντιότητός τι μόριον, οἷον τὸ θερμόν, καὶ οὕτω γε οὐδὲν ἴσως αὐτὸ κωλύσει μεταβάλλειν εἰς τοὐναντίον, ἐπειδὴ καὶ πᾶσα μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον· ἀλλ’ ἤτοι φυλάξει τὴν ἐναντίωσιν ἐν τῇ μεταβολῇ καθ’ ἣν ἔστιν (οἷον εἰ πῦρ εἴη, διατηρήσει τὴν θερμότητα ἐν τῇ εἰς ἀέρα μεταβολῇ ψυχρὸν ὄντα καὶ εἴη ἂν ἅμα ἐν τοῖς ἐναντίοις, ὅπερ ἀδύνατον), ἢ τὴν θερμότητα ἀπολιπὸν δέχεται τὴν ψυχρότητα, οὕτω δὲ οὐκέτ’ ἂν σῴζοιτο πῦρ. δεῖ δὲ σῴζεσθαι τὴν πρώτην ἀρχὴν καὶ ἀμετάβλητον εἶναι. καὶ τί δήποτε μὴ ὁ ἀὴρ μᾶλλον στοιχεῖον ἢ τὸ πῦρ; οὐδὲν γὰρ μᾶλλον τὸ πῦρ εἰς τὸν ἀέρα μεταβάλλει ἢ ὁ ἀὴρ εἰς τὸ πῦρ. ἀδύνατον ἄρα ἕν τι τῶν ἁπλῶν εἶναι στοιχεῖον. πολλῷ ἄρα μᾶλλον ἄπειρον ἀδύνατον εἶναι ἕν τι τῶν ἁπλῶν, ἐπειδὴ τὸ ἄπειρον, εἰ ἔστιν, πάντως ἀρχή ἐστι καὶ πρῶτον στοιχεῖον. ὅτι μὲν οὖν ἕν τι τῶν τεσσάρων στοιχεῖον εἶναι τῶν ἄλλων ἀδύνατον, δέδεικται, ὅτι δὲ οὐδὲ τὸ μεταξύ, ὥσπερ Ἀναξίμανδρος ἔλεγεν, ἤδη μὲν δέδεικται, τῇ αὐτῇ δὲ τοῖς λοιποῖς μεθόδῳ καὶ νῦν δειχθήσεται. εἰ γὰρ πρὸς οὐδὲν τῶν τεσσάρων ἐναντίωσιν ἔχει ἐκεῖνο τὸ μεταξύ, οὐδ’ ἂν εἰς τούτων τι μεταβάλλοι, οὕτω δὲ οὐδ’ ἂν ἐξ αὐτοῦ τι γίνοιτο· μάταιον οὖν ἔσται· οὐδὲν δὲ μάταιον τῶν ἀϊδίων. τάχα οὖν τις εἴποι, ὅτι καὶ ἡμεῖς τοῖς Ἀναξιμάνδρου περιπίπτομεν ἀτόποις, τὴν ὕλην ἄνευ τινὸς ἐναντιώσεως ποιοῦντες· ἢ πολὺ τὸ διάφορον αὐτό τι μεταβάλλειν καὶ ἐν αὐτῷ γίνεσθαι τὰς μεταβολάς;2 αὐτὸ μὲν οὖν τι μεταβάλλειν οὐχ οἷόν τε, εἰ μή τινα ἔχοι καὶ ἐναντίωσιν, ἐν αὐτῷ δὲ γίνεσθαι τὰς μεταβολὰς τῶν ἐναντίων εἰς τὰ ἐναντία τίς κωλύσει λόγος; οὕτω δὲ ἡμῖν καὶ μία οὖσα ἡ ὕλη ἐνυπάρχει παντὶ τῷ γινομένῳ, ὅπερ τοῖς ἓν τὸ στοιχεῖον ὑποτιθεμένοις οὐ σῴζεται. καὶ ἡμεῖς μὲν αὐτὴν οὔ φαμεν καθ’ αὑτὴν ὑφίστασθαι δίχα πάσης ποιότητος, ἀεὶ δὲ πάντως ὑπό τινος εἴδους κατειλῆφθαι (καὶ διὰ τοῦτο, ἐπειδὴ ἔχει τινὰ ποιότητα, ταύτης ὑπὸ τῆς ἐναντίας πασχούσης γίνεσθαί φαμεν τὰ πράγματα καὶ μεταβάλλειν), Ἀναξίμανδρος μέντοι ἐνεργείᾳ ὑφίστασθαι λέγων καθ’ αὑτὸ τὸ ἄποιον σῶμα, ἀνάγκη πᾶσα μηδὲ πάσχειν τι αὐτὸ ὑπό τινος ὑποτίθεσθαι (εἰ γὰρ τὸ πάσχον ὑπὸ τοῦ ἐναντίου πάσχει, μηδὲν δέ ἐστιν ἐκείνῳ ἐναντίον διὰ τὸ μηδὲ ὅλως πεποιῶσθαι αὐτὸ κατά τινα ἐναντίωσιν, ἀνάγκη δήπου μηδὲ πάσχειν τι αὐτὸ ὑπό τινος), ὥστε οὐδὲ γενήσεταί τι ἐξ αὐτοῦ.

“因此,火或任何其他元素也都不可能是无限的。” 在表明了中间物不可能存在之后,他进而表明任何其他单一物体作为本原和无限者也绝不可能存在;随后在提出这一点后,他将论证提升到更普遍的事情上。因为他说:“我为何要谈论单一物体中的某一个是无限的呢?”因为他的意思是,我们将表明,事物的本原是一且单一的,无论它是无限的还是有限的,这普遍而言都是不可能的;他以此大有余裕地表明,无限者是一且单一的是不可能的,既然元素根本不可能是一,无论它是无限的还是有限的。因为如果元素是一,一般的生成和一切变化都将被取消;但如果这是荒谬的,那么元素是一便是不可能的。因为如果它是四种元素之一,如赫拉克利特所说的火或任何其他东西,它自身将具有对立面的某个部分,例如热,这样一来,既然一切变化都是从对立面到对立面的,或许没有什么能阻止它自身变化为相反者;但是,它要么在变化中保持其赖以存在的对立面(例如,如果它是火,它将在向冷的空气的变化中保持热,并且它将同时处于对立面之中,这是不可能的),要么放弃热而接受冷,但这样它便不再作为火得以保存。然而第一本原必须得以保存且是不变的。再者,为何空气不能比火更充当元素呢?因为火变化为空气并不比空气变化为火更多。因此,单一物体之一作为元素是不可能的。那么,单一物体之一是无限的,就更是大不可能了,因为无限者如果存在,无论如何都是本原和最初的元素。因此,四者之一作为其余者的元素是不可能的,这一点已被表明;而如阿那克西曼德所说的中间物也是不可能的,虽然已经被表明过,但现在也将用对待其余者相同的论证方法予以表明。因为如果那个中间物与四者之中的任何一个都没有对立,它甚至不会变化为它们之中的任何一个,这样也就不会有任何东西由它生成;因此它将是徒劳的,但永恒之物中没有任何东西是徒劳的。或许有人会说,我们通过使质料不带任何对立,也陷入了阿那克西曼德的荒谬之中;或者,某物自身发生变化与变化在其中发生,这两者难道不是大有不同吗?某物自身发生变化,若不具有某种对立便是不可能的;但在它之中发生对立面到对立面的变化,又有什么道理可以阻碍呢?因此对我们而言,质料虽是一,却内在存在于每一个生成之物中,这对于那些假定元素为一的人是无法得到保全的。而且我们并不说它自身脱离一切性质而自存,而是说它始终完全被某种形式所占据(正因如此,既然它具有某种性质,我们说由于这一性质受到相反性质的作用,事物才得以生成并变化);然而阿那克西曼德既然说无性质的物体现实地自身存在,他就完全必然假定它甚至不受到任何东西的任何作用(因为如果受作用者是被相反者所作用,而对于那个中间物而言没有任何东西与之相反,因为它根本没有按照任何对立而被规定性质,那么它甚至不受到任何东西的任何作用当然是必然的),以至于没有任何东西能由它生成。

§3.108

"Πᾶν γὰρ μεταβάλλει ἐξ ἐναντίου εἰς ἐναντίον." Τοῦτο κατασκευή ἐστι τοῦ μὴ δύνασθαί τι τῶν ἁπλῶν στοιχεῖον εἶναι ἄπειρον, μήτε ἕν τι τῶν τεσσάρων μήτε τὸ μεταξύ· εἰ γὰρ εἴη ἕν τι στοιχεῖον, πῶς ἂν ἢ γένεσις εἴη ἢ φθορὰ πάσης μεταβολῆς ἐξ ἐναντίου εἰς ἐναντίον οὔσης; πῶς δὲ ἀδύνατον, ἐδείξαμεν.

“因为一切事物都是从对立面变化为对立面。” 这是对单一物体中没有任何一个是无限元素(既不是四者之一,也不是中间物)的立论证明;因为如果元素是一,既然一切变化都是从对立面到对立面,又怎能有生成或消灭呢?而这如何不可能,我们已经阐明了。

§3.109

"Δεῖ δὲ περὶ παντὸς καὶ ἐκ τῶνδε σκοπεῖν, εἰ ἐνδέχεται ἢ οὐκ ἐνδέχεται." Ἐπειδὴ ὡς ἐπὶ πυρὸς καὶ τοῦ μεταξὺ ἐποιήσατο τὸν λόγον (ἐμνήσθη γὰρ Ἡρακλείτου τὸ πῦρ ἀρχὴν τιθεμένου καὶ λέγοντος διὰ τοῦτο καὶ πάντα ποτὲ εἰς αὐτὸ ἀναλυθήσεσθαι· ἐκπυρωθήσεσθαι γάρ ποτε τὸ πᾶν), διὰ τοῦτο προσέθηκεν, ὅτι τοῖς αὐτοῖς δείξεις ὅτι οὐδὲ τῶν ἄλλων οὐδὲν δυνατὸν εἶναι ἀρχήν.

“此外还必须从以下各点考察一切事物,看它是可能的还是不可能的。” 由于他是就火和中间物进行论述的(因为他提到了赫拉克利特,后者将火定为本原,并因此说万物终将消解于火中,因为宇宙终将发生大燃烧),为此他补充道:通过同样的论据,你将证明其余的任何东西也都不可能是本原。

语法注2 条
  1. 3.107ἐκ πολλοῦ δεικνὺς τοῦ περιόντος

    成语 ἐκ περιόντος(大有余力地,充裕地,逻辑上即 a fortiori)加上表示程度的 πολλοῦ 形成的强调结构。此处表示通过证明更强的命题(元素根本不可能是一),从而以充分的逻辑余力推导出更弱的命题(无限者不可能是一且单一的)。

  2. 3.107ἢ πολὺ τὸ διάφορον αὐτό τι μεταβάλλειν καὶ ἐν αὐτῷ γίνεσθαι τὰς μεταβολάς;

    连词 ἤ 置于句首引出修辞疑问句(“或者……难道不是……吗?”)。表语是 πολὺ τὸ διάφορον(“有很大的区别”),其主语则是两个不定式短语(αὐτό τι μεταβάλλειν 与 ἐν αὐτῷ γίνεσθαι τὰς μεταβολάς)的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:433.21-436.7