← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§438.1-439.24

从处所与运动论复合无限物体之不可能

斐洛庞奴斯从处所和运动的角度彻底驳斥了无限物体为单一者的可能性,进而考察了无限物体为复合体的假设,并根据混合、种的有限性以及各元素处所的确定性证明了这同样是不可能的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.110#2

οὐ γὰρ ὅταν ἐνεχθῇ εἰς τὸν κατὰ φύσιν, τότε ἠρεμήσει· πᾶς γὰρ ὁμοίως κατὰ φύσιν αὐτῷ. ἢ τοίνυν πανταχοῦ πέφυκε μένειν, ἐπειδὴ πᾶν ἐν τῷ κατὰ φύσιν ὂν τόπῳ μένει, καὶ οὕτως οὐδαμοῦ κινηθήσεται ἀλλ’ ἀκίνητον ἔσται, ἢ πανταχοῦ πέφυκε φέρεσθαι, καὶ οὐδαμοῦ στήσεται. ἑκάτερον δὲ ἀδύνατον· οὔτε γὰρ κίνησις οὐδεμία ἀΐδιος πλὴν τῆς κύκλῳ, ἀλλὰ πᾶσα κίνησις ἕνεκά τού ἐστιν (ἕνεκα γὰρ τοῦ τὸν οἰκεῖον καταλαβεῖν τόπον τὸ κινούμενον), κύκλῳ δὲ κινεῖσθαι τὸ ἄπειρον οὐ δυνατόν. ἅμα γὰρ κύκλον εἰπεῖν πεπερασμένον εἶπον·1 πᾶν γὰρ τὸ ἐσχηματισμένον πεπεράτωται, καὶ διὰ τοῦτο οὐ δυνατὸν τὸ ἄπειρόν τι τῆς κυκλοφορουμένης εἶναι οὐσίας. ἄτοπον οὖν καὶ τὸ ἀεὶ κινεῖσθαι τὸ μόριον· διὰ τί γὰρ μὴ καὶ πάντα ἀεὶ κινεῖται; εἰ δὲ πάντα, καὶ τὸ ἐκ πάντων. ἀδύνατον δὲ κινηθῆναι τὸ ἄπειρον (καλῶς γοῦν καὶ ὁ Μέλισσος ἀπέγνω τοῦ ἀπείρου τὴν κίνησιν), τό τε μηδὲν τοῦ ἀπείρου κινεῖσθαι μόριον ἀδύνατον (οὔτε γὰρ φυσικὸν ἔσται σῶμα), τό τε τὴν κίνησιν ἀναιρεῖν ἐκ τοῦ παντὸς (πρᾶγμα οὕτως ἐναργὲς καὶ ὑπὸ τῆς αἰσθήσεως μαρτυρούμενον) ἄλογον καὶ οὐδενὸς ἐλέγχου δεόμενον. εἴτε οὖν μὴ κινεῖται φυσικὸν ὂν σῶμα, ἄτοπον, εἴτε κινεῖται, τὰ εἰρημένα ἀκολουθήσει ἄτοπα. Ἀδύνατον ἄρα ἁπλοῦν τι σῶμα εἶναι τὸ ἄπειρον. ἀλλ’ εἰ σύνθετον εἴη τὸ ἄπειρον, ἐξ ἐναντίων δηλονότι σύγκειται (τοιοῦτον γὰρ πᾶν τὸ φυσικὸν σῶμα), ὥστε καὶ οἱ τόποι τῶν συντιθέντων διάφοροί τε καὶ ἐναντίοι. ἐπεὶ οὖν πᾶν σῶμα φυσικὸν σύνθετον ὂν κατὰ κρᾶσιν συντίθεται, συμβήσεται ἐν τῷ παρὰ φύσιν εἶναι τόπῳ τὰ συντιθέντα, ὡς ἔχει καὶ ἐπὶ τῶν ἡμετέρων σωμάτων καὶ πάντων τῶν λοιπῶν· τὸ γὰρ ἐν ἡμῖν πῦρ καὶ ὁ ἀὴρ βίᾳ καὶ ἐν τῷ παρὰ φύσιν μένει τόπῳ. συμβήσεται οὖν καὶ τὰ πολλὰ τῶν συντιθέντων τὸ ἄπειρον ἀεὶ ἐν τῷ παρὰ φύσιν εἶναι τόπῳ· ἀΐδιον γὰρ τὸ ἄπειρον. ἀλλ’ ἀδύνατον ἀεί τι ἐν τῷ παρὰ φύσιν εἶναι· μᾶλλον γὰρ οὐκ ἔσται τι ἢ ἀεί τι ἐν τῷ παρὰ φύσιν ἔσται. εἰ τοίνυν διακριθήσεταί ποτε καὶ οἰσθήσεται ἕκαστον ἐν τῷ κατὰ φύσιν τόπῳ, συμβήσεται ἐξ ἁπτομένων εἶναι τὸ ἄπειρον, οὐδὲν δὲ φυσικὸν σῶμα σύνθετον ἐξ ἁπτομένων ἐστίν. οὕτω δὲ οὐδὲ ἕν τί ἐστι καὶ συνεχὲς σῶμα τὸ ἄπειρον, πᾶν δὲ φυσικὸν σῶμα συνεχές. καὶ ἄλλως εἰ σύνθετόν ἐστι τὸ ἄπειρον, ἤτοι ἐξ ἀπείρων εἰδῶν καὶ ἐξ ἀπείρων ἀτόμων σύγκειται, ἢ ἐκ πεπερασμένων μὲν εἰδῶν ἀπείρων δὲ ἀτόμων.2 εἰ μὲν οὖν ἐκ πεπερασμένων μὲν εἰδῶν ἀπείρων δὲ ἀτόμων, ἀνάγκη τὰ ὑπὸ ἓν εἶδος ἄτομα ἄπειρα εἶναι· οὐ γὰρ ἂν ἄλλως πεπερασμένων τῶν εἰδῶν ἄπειρον εἴη τὸ ἐξ αὐτῶν. ἀλλ’ εἰ ἄπειρα, τῶν δὲ ἀπείρων ἄπειρος καὶ ἡ δύναμις, ὡς ἔναγχος εἴρηται, καταναλώσει τὰ λοιπὰ δηλονότι, καὶ οὕτω πάλιν ἁπλοῦν ἔσται τὸ ὅλον καὶ οὐ σύνθετον. εἶτα ἐπειδὴ ᾔσθετο ἐκ τῶν δυνάμεων πάλιν ἐπιχειρήσας,3 προκείμενον δὲ ἦν ἐκ τῶν τόπων δεῖξαι ὅτι οὐ δυνατὸν εἶναι τὸ ἄπειρον, διὰ τοῦτο ἐκ τῆς κατὰ τοὺς τόπους διαφορᾶς βουλόμενος τὴν ὑπόθεσιν ἀνελεῖν, μάρτυρας αὐτοὺς τοὺς θεμένους τὸ ἄπειρον τῶν ἑαυτοῦ λόγων ἐπικαλεῖται, δυνάμει ταῦτα λέγων· ἕκαστον τῶν φυσικῶν σωμάτων ὡρισμένον τινὰ κατείληφε τόπον, τὰ μὲν βαρέα τὸν κάτω τὰ δὲ κοῦφα τὸν ἄνω, εἰ δὲ τοῦτο οὕτως ἔχει, ἀδύνατον ἕν τι τῶν στοιχείων τῶν συντιθέντων τὸ ἄπειρον αὐτὸ ἄπειρον εἶναι κατὰ μέγεθος, οἷον πῦρ ἢ γῆν· εἰ γὰρ ἄπειρον εἴη, οὐχ ἕξει ὡρισμένον τινὰ τόπον, ἑκάστου δὲ τῶν φυσικῶν σωμάτων ὡρισμένος ὁ τόπος. οὐκ ἄρα δυνατὸν ἕν τι τῶν συντιθέντων τὸ ἄπειρον αὐτὸ κατὰ μέγεθος ἄπειρον εἶναι· οὐχ ἕξει γὰρ ὡρισμένον τόπον τὸ ἄπειρον. διὰ τοῦτο γοῦν, φησί, καὶ οἱ φυσικοὶ ὅσοι ἄπειρον εἶναι σῶμα ὑπέθεντο, οὔτε πῦρ οὔτε γῆν ὑπέθεντο εἶναι τὴν ἀρχὴν ἣν καὶ ἄπειρον εἶναι ἔλεγον, ἀλλ’ ἢ ἀέρα ἢ ὕδωρ ἢ τὸ μεταξύ· γῆς μὲν γὰρ καὶ πυρὸς ὥρισται ὁ τόπος (ἡ μὲν γάρ ἐστι κάτω, τὸ δὲ ἄνω), ἀέρος δὲ καὶ ὕδατος δοκεῖ ὁ τόπος ἀόριστος εἶναι.

因为当它被运送到合乎本性的处所时,它并不会就此静止;因为一切处所对它而言都同样合乎本性。因此,要么它本性上留在所有地方,因为凡处于合乎本性的处所之物皆保持留存,这样它将无处运动而是成为不动的;要么它本性上被运送到所有地方,并且绝不会在任何地方静止。然而这两者都是不可能的。因为除了圆周运动之外没有任何运动是永恒的,而一切运动都是为了某种目的(因为运动之物是为了占据其本然处所而运动),但无限者是不可能作圆周运动的。因为我说出“圆”的同时,我就已经说出了“有限者”;因为凡具有形状之物皆被限定,正因如此,无限者绝不可能是圆周运动实体的任何一部分。因此,部分永远处于运动之中也是荒谬的;因为为何不是所有部分也都永远运动呢?而如果是所有部分,那么由所有部分所构成者也将永远运动。然而无限者运动是不可能的(至少墨利索斯否定无限者的运动是正确的),无限者的任何部分都不运动也是不可能的(因为这样它甚至不会是自然物体),而将运动从全宇宙中抹杀(这是如此明见且为感觉所证明的事物)则是毫无道理的,不需要任何驳斥。因此,作为自然物体如果不运动是荒谬的;而如果它运动,则上述那些荒谬的后果又将随之而来。因此,无限者不可能是任何单一的物体。 但是,如果无限者是复合的,显而易见它是由相反者构成的(因为每一个自然物体都是这种性质的),从而组成成分的处所也是相异且相反的。既然每一个复合的自然物体都是通过混合而合成的,那么组成成分就将处于反自然的处所之中,正如我们自身的身体以及所有其余事物的情况一样;因为在我们之中的火和空气是以受迫的方式且在反自然的处所中留存的。因此,组成无限者的多数成分也将永远处于反自然的处所之中;因为无限者是永恒的。然而任何东西永远处于反自然状态中都是不可能的;因为某物宁可不存在,也不会永远处于反自然状态之中。那么,如果它们在某个时候分离开来且各自将被运送到其合乎本性的处所之中,无限者就将成为由相互接触之物所构成,然而没有任何复合的自然物体是由相互接触之物构成的。这样一来,无限者甚至不是一个单一且连续的物体,而每一个自然物体都是连续的。此外在另一种情况下,如果无限者是复合的,它要么是由无限的种和无限的不可分个体构成,要么是由有限的种但无限的不可分个体构成。那么,如果是由有限的种但无限的不可分个体构成,必然属于某一个种之下的个体是无限的;因为在种为有限的情况下,由它们构成的整体在其他方式下不可能是无限的。但如果它们是无限的,且正如不久前所说,无限之物的能力也是无限的,显而易见它将吞噬其余的东西,这样一来整体又将成为单一的而非复合的。 随后,既然他觉察到自己又再次从能力出发进行论证,而原先的立意乃是从处所出发表明无限者不可能存在,因此他企图根据处所上的差异来取消这一假说,便召唤那些主张无限者的人本身来作为自己论辩的证人,实质上是这样说的:每一个自然物体都占据了一个确定的处所,沉重之物占据下方的处所,轻浮之物占据上方的处所;但如果这是如此,那么构成无限者的元素中的任何一个,其自身在体积上成为无限(例如火或土)就是不可能的。因为如果它是无限的,它将不具有某种确定的处所,而每一个自然物体的处所都是确定的。因此,构成无限者之物中的任何一个在体积上自身是无限的,这是不可能的;因为无限者将不会有确定的处所。他说,至少正因如此,凡是假设存在无限物体的自然哲学家,都没有把他们也称之为无限者的本原假设为火或土,而是假设为空气、水或介于二者之间的东西;因为土和火的处所是确定的(前者在下,后者在上),而空气和水的处所看起来却是不定的。

语法注3 条
  1. 3.110ἅμα γὰρ κύκλον εἰπεῖν πεπερασμένον εἶπον

    此处 ἅμα 搭配不定式(εἰπεῖν)并与主句的限定动词(εἶπον)相呼应,构成一种习惯用法,意为“在说出……的同时也就说出了……”,表达概念定义上的必然同等推论。

  2. 3.110ἐκ πεπερασμένων μὲν εἰδῶν ἀπείρων δὲ ἀτόμων

    此处的 ἄτομα 并非指德谟克利特式的“不可分原子”,而是指亚里士多德逻辑学与自然学中从属于种(εἶδος)之下的“不可分的个体”(individuals/particulars)。

  3. 3.110ἐπειδὴ ᾔσθετο ἐκ τῶν δυνάμεων πάλιν ἐπιχειρήσας

    表感知的动词 ᾔσθετο 带有补充性分词 ἐπιχειρήσας(“觉察到自己已经……进行了论证”)。主语指亚里士多德,描述他意识到自己偏离了从处所论证的预定方案,而再度诉诸了能力的论证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:438.1-439.24