← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§432.6-433.20

单一物体及元素中间物不可能无限的论证

斐洛庞努斯注解了亚里士多德关于无限物体不能是单一者、既不能是四元素之一也不能是其中间物的论述,阐释了阿那克西曼德将中间物设为本原的动机,并梳理了亚里士多德关于否认四元素以外的独立感性物体存在以及任何单一物体都不可能无限的双重论证方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.103

" Ἀλλὰ μὴν οὐδὲ ἓν καὶ ἁπλοῦν εἶναι τὸ ἄπειρον σῶμα ἐνδέχεται." Δείξας ὅτι ἀδύνατον σύνθετον εἶναι τὸ ἄπειρον, νῦν ὅτι οὐδὲ ἁπλοῦν εἶναι ἐνδέχεται δείκνυσι (τοῦτο γὰρ ἦν ὑπόλοιπον τῆς ὅλης διαιρέσεως), οὔτε ἕν τι τῶν στοιχείων οὔτε τὸ μεταξὺ τούτων, ὥσπερ Ἀναξίμανδρος ἔλεγεν.

“但确实,无限的物体是一且单一的,也是不可能的。” 在表明了无限者是复合的是不可能的之后,他现在表明它作为单一的也是不可能的(因为这是整个分类中剩余的部分),既不是各元素中的任何一个,也不是它们之间的中间物,正如阿那克西曼德所说的那样。

§3.104

"Εἰσὶ γάρ τινες οἳ τοιοῦτον ποιοῦσι τὸ ἄπειρον, ἀλλ’ οὐκ ἀέρα ἢ ὕδωρ, ὅπως μὴ τὰ ἄλλα φθείρηται ὑπὸ τοῦ ἀπείρου αὐτῶν." Ὁ Ἀναξίμανδρος δεῖν μὲν οἰόμενος ἄπειρον εἶναι τὴν ἀρχὴν διὰ τὴν ἀειγενεσίαν, ἵνα μὴ ἐπιλείπῃ, μήπως ἐπιστήσας τῇ ἀνακάμψει τῶν πραγμάτων,1 ὅτι ἐξ οὗ τι γίνεται εἰς τοῦτο καὶ διαλύεται, συνεωρακὼς δὲ ὅτι ἐν τοῖς τέτρασι στοιχείοις οὔσης τινὸς ἐναντιώσεως πρὸς τὰ λοιπά, εἰ ὑπόθοιτο ἓν αὐτῶν εἶναι τὴν ἀρχήν, ἐπειδὴ ἀνάγκη ταύτην ἄπειρον εἶναι, ἄπειρος δὲ οὖσα φθείρει τὰ λοιπὰ ἀπείρου οὔσης τῆς ἐν αὐτῇ δυνάμεως, οὐδὲν μὲν τούτων ὑπέθετο εἶναι τὴν ἀρχήν, ἕτερον δὲ εἶναι παρὰ ταῦτα τὴν ἀρχὴν ἐξ οὗ καὶ τὰ στοιχεῖα καὶ τὰ λοιπὰ τὴν γένεσιν ἔχει. τοῦτο δὲ τὸ μεταξύ πως εἶναι αὐτῶν ὑπέθετο, ἵνα τῇ πρὸς τὰ ἐναντία κοινωνίᾳ σῴζηται μᾶλλον τὰ λοιπὰ ἢ φθείρηται ὑπὸ τῆς ἐν αὐτῷ ἀπείρου δυνάμεως. διὰ τοῦτο καὶ τῶν ἄλλων ὅσοι μὲν ἢ τὸν ἀέρα ὑπέθεντο ἢ τὸ ὕδωρ ἄπειρον εἶναι, τοῦτο ὑπέθεντο διὰ τὸ ὁρᾶν ἀμυδροτέραν οὖσαν τὴν ἐν αὐτῷ δύναμιν καὶ μὴ ἂν φθεῖραι νομίζειν τὰ λοιπά, κἂν ἄπειρον ᾖ τῷ μεγέθει, Ἡράκλειτος μέντοι τὸ πῦρ ὑποθέμενος ἀρχήν, διὰ τὸ σφοδροτάτην εἶναι τὴν ἐν αὐτῷ δύναμιν οὐχ ὑπέθετο τοῦτο ἄπειρον εἶναι τῷ μεγέθει (μὴ γὰρ ἂν ὑποστῆναί τι τῶν ἄλλων τὸν τυχόντα χρόνον),2 ὁπότε καὶ πεπερασμένον ὑποθέμενός φησι πάντα ποτὲ ἐκπυρωθήσεσθαι ἀναλυθέντα εἰς πῦρ.

“因为有些人使无限者成为这样的东西,而不是空气或水,以免其他事物被它们之中无限的那一个毁灭。” 阿那克西曼德一方面认为由于不断的生成,本原必须是无限的,以便它不致匮乏——或许是因为没有注意到事物的循环往复,即一物从何产生,亦消解于何——另一方面又看到,既然在四种元素中存在着相对于其余元素的某种对立,如果他假定它们之中的一个为本原,那么既然这本原必须是无限的,且作为无限者它因其内部力量的无限而会毁灭其余元素,所以他没有假定这些元素中的任何一个是本原,而是假定在这些之外有另一种东西作为本原,元素和其他事物均由此生成。并且他假定这是在某种程度上处于它们之间的中间物,以便通过与各对立者的关联,其余事物宁可得以保存,而不致被其内部无限的力量毁灭。正因如此,在其他人中,凡假定空气或水是无限的人,之所以这样假定,是因为看到其中的力量较微弱,并认为即使它在量度上是无限的,也不会毁灭其余事物;然而赫拉克利特假定火为本原,却因为火中的力量最为剧烈,没有假定它在量度上是无限的(因为其他任何事物都无法承受哪怕任何一点时间),何况即使假定它是有限的,他也说万物终将消解于火中而发生大燃烧。

§3.105

"Οἷον ὁ μὲν ἀὴρ ψυχρός." Ὡς ἐν ὑποθέσει ψυχρὸν εἶπε τὸν ἀέρα· δείκνυσι γὰρ αὐτὸς ἐν τῇ Περὶ γενέσεως ὅτι θερμός ἐστιν.

“例如空气是冷的。” 他是作为假定来说空气是冷的;因为他自己在《论生成与消灭》中表明了它是热的。

§3.106

"Ἀδύνατον δὲ εἶναι τοιοῦτον, οὐχ ὅτι ἄπειρον· περὶ τούτου μὲν γὰρ κοινόν τι λεκτέον καὶ ἐπὶ παντὸς ὁμοίως." Διττῆς οὔσης τῆς προκειμένης θεωρίας, μιᾶς μὲν εἰ ἐνδέχεται εἶναι σῶμά τι ἕτερον παρὰ τὰ τέσσαρα, ἑτέρας δὲ εἰ ὅλως ἐστί τι τῶν ἁπλῶν ἄπειρον ὁποιονδήποτε ᾖ, ὅτι μὲν οὐκ ἐνδέχεται ἕν τι τῶν ἁπλῶν σωμάτων, εἴτε τῶν συνεγνωσμένων ἡμῖν εἴτε ὁτιδήποτε ἄλλο, ἄπειρον εἶναι, κοινῷ, φησί, λόγῳ δείξομεν,3 ὅτι δὲ οὐδὲ ἄλλο τι σῶμα ἔστιν αἰσθητόν, περὶ οὗ καὶ ποιούμεθα τὸν λόγον, ἕτερον ὂν τῶν στοιχείων καὶ ἀρχὴ αὐτῶν καὶ ὑποκείμενον αὐτοῖς, ἰδίᾳ καὶ πρότερον δείξομεν. καὶ δείκνυσιν ὅτι οὐδὲν τοιοῦτον οἶδεν ἡ αἴσθησις, ἢ τῶν γινομένων ὑποκείμενον ἢ τῶν φθειρομένων ἔσχατον.

“然而存在这样的东西是不可能的,并非因为它无限;因为关于这一点必须同样对所有事物作普遍的阐述。” 摆在我们面前的考察是双重的:其一是在这四种之外是否可能存在某种其他物体,其二是普遍而言是否存在任何单一物体(无论它是何种)是无限的;他说,关于任何一个单一物体(无论是在我们看来公认的还是其他任何物体)都不可能是无限的,我们将用普遍的论证来证明;而关于在感觉物体中(这也是我们正论及的对象)不存在不同于各元素且作为它们的本原和基底的任何其他物体,我们则将单独且先行证明。并且他表明,感觉完全不知道有这样一种东西,无论作为生成之物的基底,还是作为消灭之物的终极。

语法注3 条
  1. 3.104μήπως ἐπιστήσας τῇ ἀνακάμψει τῶν πραγμάτων

    μήπως 连用分词 ἐπιστήσας 构成从属分词结构,表达注释者对阿那克西曼德为何假定无限本原以防匮乏的推测性解释,即“或许是因为未曾注意到事物的循环往复(生成之物亦消解于其所来之处)”。μή 表推测性判断。

  2. 3.104μὴ γὰρ ἂν ὑποστῆναί τι τῶν ἄλλων τὸν τυχόντα χρόνον

    不定式 ὑποστῆναι 搭配 ἄν 在间接引语中表示与过去事实相反的虚拟结果(相当于直陈式过去时+ἄν:“其他事物本不可能维持任何片刻”)。否定词 μή 属于间接引语转述主观想法的常规用法。

  3. 3.106ὅτι μὲν οὐκ ἐνδέχεται... κοινῷ, φησί, λόγῳ δείξομεν, ὅτι δὲ οὐδὲ ἄλλο τι σῶμα ἔστιν... ἰδίᾳ καὶ πρότερον δείξομεν

    句子的核心骨架是由 μέν...δέ 构成的对仗结构:ὅτι μὲν... κοινῷ λόγῳ δείξομεν 与 ὅτι δὲ... ἰδίᾳ καὶ πρότερον δείξομεν 相对比。斐洛庞努斯用第一人称复数(δείξομεν)接续亚里士多德的思想,对比了两个论证:前者(任何单一物体均不可无限)将通过普遍论证来证明,而后者(四元素之外不存在其他感性物体)则将先行并单独予以证明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:432.6-433.20