← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§430.11-432.5

复合物体构成要素具有无限性的否定

注解亚里士多德《物理学》204b11–19,论证无限物体不可能是复合的,既排除了构成要素中只有一个是无限的情况(其无限的力量必将毁灭有限的要素),也排除了所有要素各自都是无限的情况(占据整个处所的无限物体不会给其他任何物体留下空间)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.100

" Σύνθετον μὲν οὖν οὐκ ἔστι τὸ ἄπειρον σῶμα, εἰ πεπερασμένα τῷ πλήθει τὰ στοιχεῖα εἴη· ἀνάγκη γὰρ πλείω εἶναι καὶ ἰσάζειν ἀεὶ τὰ ἐναντία, καὶ μὴ εἶναι ἓν αὐτῶν ἄπειρον." Εἰ σύνθετόν ἐστι, φησί, τὸ ἄπειρον, ἢ ἐκ πεπερασμένων ἐστὶ τῷ πλήθει ἢ ἐξ ἀπείρων. ἐξ ἀπείρων μὲν οὖν ἀδύνατον εἶναι· δέδεικται γὰρ ὅτι ἄπειρα εἶναι τὰ στοιχεῖα ἀδύνατον. ἀλλ’ οὐδὲ ἐκ πεπερασμένων κατὰ πλῆθος δυνατὸν εἶναι τὸ ἄπειρον· ἀνάγκη μὲν γὰρ ἐναντία εἶναι τὰ συντιθέντα αὐτό, δεῖ δὲ ἐν τῇ συνθέσει ἰσάζειν πως τὰ ἐναντία, εἴ γε μὴ μέλλοι ὑπὸ τοῦ ἐπικρατοῦντος φθείρεσθαι. εἰ τοίνυν ἐκ πεπερασμένων κατὰ πλῆθος συγκέοιτο τὸ ἄπειρον, εἰ μὲν καὶ κατὰ μέγεθος πάντα πεπέρανται, καὶ τὸ ἐξ αὐτῶν συγκείμενον πεπερασμένον ἂν εἴη. ἀνάγκη οὖν ἢ ἓν ἢ πλείω ἄπειρα εἶναι κατὰ μέγεθος. εἰ μὲν οὖν ἓν εἴη ἄπειρον, ἐπειδὴ τὸ ἄπειρον ἄπειρον ἔχει καὶ τὴν δύναμιν, φθείρει δήπου τὰ λοιπά, δεῖ δὲ τὰ συντιθέντα ἰσάζειν πως, ἵνα καὶ σῴζηται· ἀδύνατον ἄρα ἕν τι αὐτῶν εἶναι ἄπειρον.

“因此,如果元素在数量上是有限的,无限的物体就不可能是复合的;因为必须有多数元素,且对立者总是保持均势,并且它们之中的一个不能是无限的。” 他说,如果无限者是复合的,它要么由数量上有限的元素构成,要么由无限的元素构成。由无限的元素构成是不可能的;因为已经表明元素是无限的是不可能的。但无限者由数量上有限的元素构成也是不可能的;因为构成它的成分必须是对立者,而在复合中对立者必须以某种方式保持均势,如果它不致被居支配地位者毁灭的话。那么,如果无限者是由数量上有限的元素组成的,假如它们在大小上也全都是有限的,那么由它们所组成之物也必定是有限的。因此,必然或者是一个、或者是多个在大小上是无限的。那么,如果一个是无限的,由于无限者也拥有无限的力量,它自然会毁灭其余的元素;但构成成分必须以某种方式保持均势,以便它也能得以保存;因此它们之中的任何一个是无限的都是不可能的。

§3.101

"Εἰ γὰρ ὁπωσοῦν λείπεται ἡ ἐν ἑνὶ σώματι δύναμις θατέρου, οἷον εἰ τὸ πῦρ πεπέρανται, ὁ δὲ ἀὴρ ἄπειρός ἐστιν." Ἀδιάρθρωτος ἡ λέξις, ἔστι δὲ ὁ νοῦς οὗτος.1 εἰ γάρ, φησί, τὸ μὲν εἴη ἄπειρον, οἷον ὁ ἀήρ, τὸ δὲ πεπερασμένον, οἷον τὸ πῦρ, κἂν πάνυ ἐλάττων εἴη ἡ ἐν τῷ ἀπείρῳ δύναμις τῆς ἐν τῷ ἑτέρῳ2 [θατέρου], ἐὰν δύο δὲ ἐξ αὐτῶν ἴσα λάβω μόρια κατὰ μέγεθος, τὸ μὲν τοῦ ἀέρος τὸ δὲ τοῦ πυρός, κἂν πάνυ σφοδρότερον ᾖ τὸ τοῦ πυρὸς μόριον κατὰ τὴν δύναμιν τῆς ἐν τῷ ληφθέντι μορίῳ τοῦ ἀέρος δυνάμεως, ἀλλ’ οὖν ἐπειδὴ παντὸς πεπερασμένου πρὸς πεπερασμένον ἐστὶ λόγος τις, ἕξει πάντως λόγον τινὰ ἡ σφοδρότης τῆς δυνάμεως τοῦ ληφθέντος μορίου τοῦ πυρὸς πρὸς τὸ τοῦ ἀέρος, οἷον δεκαπλασίονα ἢ ἑκατονταπλασίονα. εἰ τοίνυν ἐν τῷ ἴσῳ ὄγκῳ εὕρωμεν ἑκατονταπλασίονα τυχὸν τὴν τοῦ πυρὸς δύναμιν, ἐὰν λάβω ἑκατονταπλασίονα τοῦ ἀέρος ὄγκον, ἐξισάζω τὰς δυνάμεις. ἐπεὶ οὖν ὑπόκειται ὁ μὲν ἀὴρ ἄπειρος τὸ δὲ πῦρ πεπερασμένον, οὐκ ἔστι δὲ λόγος τις τοῦ ἀπείρου πρὸς τὸ πεπερασμένον, οὐδ’ ἡ ἐν τῷ ἀπείρῳ δύναμις ἕξει λόγον τινὰ πρὸς τὴν ἐν τῷ πεπερασμένῳ. ὡς γὰρ ἔχουσιν οἱ ὄγκοι πρὸς ἀλλήλους, οὕτως ἔχουσι καὶ αἱ δυνάμεις· εἰ οὖν μηδένα λόγον ἔχουσι πρὸς ἀλλήλους οἱ ὄγκοι, οὐδ’ ἄρα αἱ δυνάμεις λόγον τινὰ ἕξουσι πρὸς ἀλλήλας. οὐκ ἄρα ἕξει λόγον τινὰ ἡ ἐν τῷ ἀπείρῳ δύναμις πρὸς τὴν ἐν τῷ πεπερασμένῳ, ἀλλ’ ὑπερβαλεῖ πάντα, ὑπερβάλλουσα δὲ φθείρει τὰ λοιπά.

“因为如果在一个物体中的力量无论以何种程度逊于另一个物体的力量,例如火是有限的而空气是无限的。” 文字在句法上是不完整的,但其意思是这样的。他说,因为如果一个是无限的(例如空气),另一个是有限的(例如火),即便无限者中的力量远远逊于另一个中的力量,但如果我从它们之中取出在大小上相等的两个部分(一个是空气的部分,一个是火的部分),即便火的部分在力量上远远剧烈于所取出的空气部分中的力量,但既然在任何有限者与有限者之间都存在某种比例,所取出的火的部分之力量的剧烈程度,相对于空气部分的力量无论如何都必定具有某种比例,例如十倍或百倍。那么,如果在相等的体积中我们发现火的力量假定是百倍,如果我取出百倍体积的空气,我就使这些力量相均等。既然设定空气是无限的而火是有限的,而无限者相对于有限者并不存在某种比例,那么无限者中的力量相对于有限者中的力量也就不会具有任何比例。因为正如各体积相互之间的关系那样,各力量也是如此;那么如果各体积相互之间没有任何比例,因此各力量相互之间也不会具有任何比例。因此,无限者中的力量相对于有限者中的力量将没有任何比例,而是会超越一切,并且因超越而毁灭其余的元素。

§3.102

"Ἕκαστον δὲ ἄπειρον εἶναι ἀδύνατον." Ἐπὶ τὴν ἑτέραν μετέβη ὑπόθεσιν, ὅτι οὐδὲ πάντα ἄπειρα δυνατὸν εἶναι τὰ συντιθέντα τὸ ἄπειρον. εἰ γὰρ σῶμα, φησίν, ἐστὶ τὸ πάντῃ διεστηκός, τουτέστι τὸ πάσας ἔχον τὰς διαστάσεις, καὶ ἄπειρον ἂν εἴη σῶμα τὸ πάντῃ ἀπεράντως διεστηκός· ὥστε ἄλλῳ εἶναι οὐ δώσει χώραν σώματι τὸν ὅλον κατειληφὸς τόπον,3 οὐ λέγω ἀπείρῳ, ἀλλ’ οὐδὲ πεπερασμένῳ, κἂν βραχύτατον ᾖ. καὶ τί κωλύει μὴ κατὰ πᾶσαν διάστασιν ἄπειρον εἶναι τὸ ἄπειρον, ἀλλὰ τὴν κατὰ μῆκος μόνον, ἵνα καὶ ἄλλοις δῷ χώραν; ἀλλὰ τοῦτο πλασματῶδες· διὰ τί γὰρ εἴ γέ ἐστιν ἄπειρον, μὴ πάντῃ ἐστὶν ἄπειρον; καὶ ἄλλως οὐδεὶς τοιοῦτον ὑπέθετο εἶναι τὸ ἄπειρον, ἀλλὰ πάντες τὸ πάντῃ ἄπειρον· εἰ γὰρ ὅλως πέφυκεν εἶναι τὸ ἄπειρον, οὐ μᾶλλον τῇδε ἢ τῇδε πέφυκεν εἶναι, ἀλλὰ πάντῃ.

“而每一个都是无限的,这是不可能的。” 他转向了另一个假定,即组成无限者的所有成分全都是无限的,这也是不可能的。他说,因为如果物体是在每一个方向上伸展之物,即拥有所有维度之物,那么无限的物体也就是在每一个方向上无界限地伸展之物;因此,占据了整个处所的[无限物体]将不会给另一个物体的存在让出空间,我且不说无限的物体,就连有限的物体哪怕极微小也不会让出。那么,有什么阻止无限者不是在每一个维度上无限,而仅仅是在长度的维度上无限,以便它也能给其他物体让出空间呢?但这纯属虚构;因为如果它确实是无限的,凭什么它不是在每一个方向上都无限呢?此外,也没有任何人曾假定无限者是这样的,而是所有人都假定它是在每一个方向上都无限的;因为如果无限者按其本性完全能够存在,它绝不会按其本性在此方向上存在甚于在彼方向上,而是在所有方向上都如此。

语法注3 条
  1. 3.101Ἀδιάρθρωτος ἡ λέξις, ἔστι δὲ ὁ νοῦς οὗτος.

    注文针对引文 204b14(Εἰ γὰρ ὁπωσοῦν λείπεται...)仅有条件从句而缺乏主句的倒错/破格句式(anacoluthon),指出其“在句法上未被完整构造”(ἀδιάρθρωτος),并通过补足省落的结论(空气的力量将毁灭火)来阐明其论证本意(ὁ νοῦς)。

  2. 3.101κἂν πάνυ ἐλάττων εἴη ἡ ἐν τῷ ἀπείρῳ δύναμις τῆς ἐν τῷ ἑτέρῳ

    由 κἄν(καὶ ἐάν)引导的让步从句,属格短语 τῆς ἐν τῷ ἑτέρῳ[δυνάμεως]作为比较级 ἐλάττων 的比较基准。紧接着嵌套了以 ἐὰν δύο δὲ ... λάβω μόρια 开始的条件句,整体构建起只要存在有限比例,体积极限的增大必将抵消并压倒力量差距的论证句式。

  3. 3.102τὸν ὅλον κατειληφὸς τόπον

    中性单数分词 κατειληφός 与前文的中性主语 τὸ πάντῃ ἀπεράντως διεστηκός[σῶμα]保持性数一致,充当结果从句(ὥστε ἄλλῳ εἶναι οὐ δώσει χώραν σώματι)中动词 δώσει 的实质性主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:430.11-432.5