- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:428.12-430.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在给出亚里士多德关于不存在分离且无限的数的两种解释后,菲洛波庞以现实中的无限数及其遍历的不可能性为依据,驳斥了宇宙的永恒性,并反驳了主张单向无限或渐次产生的无限的反对者观点。
" Ἀλλὰ μὴν οὐδὲ ἀριθμὸς οὕτως ὡς κεχωρισμένος καὶ ἄπειρος· ἀριθμητὸν γὰρ ἀριθμὸς ἢ τὸ ἔχον ἀριθμόν." Ἢ τοῦτό φησιν ὅτι ὁ ἀριθμός, ὅ τε ἐπὶ τῶν δακτύλων, αὐτός φημι ὁ ἀριθμῶν, ὅ τε ἐπὶ τῶν πραγμάτων αὐτῶν λαμβανόμενος, λέγω δὲ τῶν ἀριθμητῶν, πεπέρανται πάντως, διότι ἀριθμητὸν ἑκάτερος, τὸ δὲ ἀριθμητὸν ἐνδέχεται διεξελθεῖν· καὶ ἀριθμὸν ἄρα πάντως ἐνδέχεται διεξελθεῖν· τὸ δὲ ἄπειρον οὐκ ἐνδέχεται διεξελθεῖν· οὐδεὶς ἄρα ἀριθμὸς ἄπειρος (πρὸς δὲ ταύτην τὴν ἐξήγησιν τὸ ἢ τὸ ἔχον ἀριθμὸν ἀντὶ τοῦ καὶ τὸ ἔχον ἀριθμόν),1 ἢ οὖν τοῦτό φησιν, ἤ, ὅπερ καὶ μᾶλλον, ὅτι οὐδεὶς ἀριθμὸς χωριστὸς τῶν ἀριθμητῶν, ἀλλὰ πᾶς ἀριθμὸς ἐν τοῖς ἀριθμητοῖς ἔχει τὸ εἶναι· τὰ δὲ ἀριθμητὰ ἐνδέχεται διεξελθεῖν· καὶ τὸν ἀριθμὸν ἄρα ἐνδέχεται διεξελθεῖν· ὥστε οὐκ ἄπειρος. εἰ δὲ τοῦτο οὕτως ἔχει, ἀδύνατον ἄρα τὸν χρόνον μὴ ἀπό τινος ἀρχῆς ἦρχθαι, ἢ ὅλως τὸν κόσμον ἀίδιον εἶναι· εἰ γὰρ ἀίδιος ὁ κόσμος, δῆλον ὅτι ὁ γενόμενος τῶν ἀνθρώπων ἀριθμὸς ἄπειρος ἔσται, καὶ ἄπειρος ἐνεργείᾳ (πάντες γὰρ δηλονότι ἐνεργείᾳ γεγόνασιν), ὥστε ἐνδέχεται εἶναι ἀριθμὸν ἄπειρον. οὐ μόνον δέ, ἀλλὰ καὶ διεξιτητὸν ἔσται τὸ κατ’ ἐνέργειαν ἄπειρον· εἰ γὰρ πᾶσαι μὲν αἱ τῶν ἀνθρώπων μονάδες ἐνεργείᾳ γεγόνασι μέχρι νῦν, καὶ ἐσμὲν ἡμεῖς οἷον πέρας τῶν πρὸ ἡμῶν ἐνεργείᾳ ἀπείρων γενομένων, δῆλον ὅτι ἐνεργείᾳ διεξιτητὸν τὸ ἄπειρον γέγονεν. οὐ μόνον δὲ τοῦτο ἕψεται τὸ ἄτοπον τῇ ὑποθέσει ταύτῃ, ἀλλὰ καὶ τοῦ ἀπείρου ἔσται τι μεῖζον, μᾶλλον δὲ τὸ κατ’ ἐνέργειαν ἄπειρον ἐπ’ ἄπειρον αὐξηθήσεται, εἴ γε τοὺς ὄπισθεν καθ’ ἑκάστην γένους σειρὰν προγόνους λαμβάνων ἀεὶ μὲν τοὺς πρὸ αὐτῶν γενομένους ἀπείρους ὄντας κατ’ ἐνέργειαν εὑρίσκω, τούτοις δὲ ἀεὶ οἱ ἐφεξῆς προστιθέμενοι πλείονα ποιοῦσι τὸν ἀριθμόν·2 ἡ δὲ πρόσθεσις ἐπ’ ἄπειρον γίνεται, εἴ γε ἄφθαρτος ὁ κόσμος· ἐπ’ ἄπειρον ἄρα αὐξηθήσεται τὸ ἄπειρον. πρὸς δὲ τούτοις συμβήσεται καὶ ἀπειράκις εἶναι τὸ ἄπειρον· ἕκαστον γὰρ γένος ἀνθρώπων ἀπείρους ἕξει τοὺς προγεγενημένους ἀνθρώπους, οἷον φέρε τὸ ἐμόν. τὸ αὐτὸ καὶ ἐπὶ πάντων ἀνθρώπων. τούτοις εἰ προσθείημεν καὶ τῶν ἵππων τὸ πλῆθος καὶ τῶν ἄλλων ζῴων καὶ φυτῶν καὶ τὰς κινήσεις ἑκάστης σφαίρας, συμβήσεταί που πάντως ἀπειράκις ἢ πολλάκις εἶναι τὸ ἄπειρον ἐνεργείᾳ· πάντα γὰρ ὅσα κατηριθμήσαμεν ἐνεργείᾳ γέγονεν. ὥστε εἰ ταῦτα ἀδύνατα, λέγω δὴ τὸ ἐνεργείᾳ τὸ ἄπειρον ἐκβεβηκέναι, τὸ τοῦ ἀπείρου εἶναί τι μεῖζον καὶ ἀπειρότερον, καὶ μὴ ἐπιλιπεῖν τοῦτο αὐξόμενον καὶ αὐτὸ αὑτοῦ μεῖζον ἀεὶ γινόμενον, ἀδύνατον ἄρα τὸν χρόνον ἢ ὅλως τὸν κόσμον ἀΐδιον εἶναι. Πρὸς ταῦτα δὲ πάνυ ἀνοήτως τις ἀπαντῶν ἔλεγεν, ὡς οὐδὲν κωλύει τὸ ἐπὶ θάτερα εἶναι ἄπειρον, ἐκεῖνο μὴ συνεωρακὼς ὡς οὐκ ἔστιν ἐπὶ ἀριθμοῦ λέγειν τὸ ἐπὶ θάτερα ἄπειρον, ἀλλ’ ἐπὶ μόνου τοῦ συνεχοῦς τοῦτο ὑποτιθέμεθα ἐν ταῖς γεωμετρικαῖς μεθόδοις· τὸ γὰρ ἐπὶ τοῦ ἀριθμοῦ ἄπειρον οὐδὲν ἄλλο ἐστὶν ἢ μονάδων ἀπειρία. ὅλως δὲ καὶ ἐπὶ τοῦ συνεχοῦς εἰ διεξιτητὸν τὸ ἐπὶ θάτερα ἄπειρον, πάντως που καὶ ἐπὶ τὸ λοιπὸν διεξιτητὸν ἔσται· τίς γὰρ ἡ ἀποκλήρωσις τὸ μὲν τῶν μερῶν αὐτοῦ διεξιτητὸν εἶναι, τὸ δὲ μή; ἔλεγε δὲ καὶ τὸ ἄπειρον μὴ δύνασθαι ἀθρόον ἅμα κατὰ τὸν αὐτὸν ὑφεστηκέναι χρόνον, κατὰ μέρος δὲ μὴ εἶναι ἀδύνατον εἰς ἐνέργειαν ἐκβῆναι. καίτοι γε οὐ τὸ οὕτως ἄπειρον ὡς ἀθρόον ἐπιστάμενος Ἀριστοτέλης ἐλέγχει, ἀλλ’ ἁπλῶς τὸ ἐνεργείᾳ ἄπειρον. τί δὲ διαφέρει, εἴπερ ὅλως κατὰ φύσιν ἀδιεξίτητόν ἐστι τὸ ἄπειρον, ἢ ὡς ἀθρόον γενόμενον ἀδύνατον εἶναι ἢ ὡς κατὰ μέρος γινόμενον;3 ἐγὼ δὲ φημι μᾶλλον ἐνδέχεσθαι ὡς ἐνεστηκὸς εἶναι τὸ κατὰ πλῆθος ἄπειρον ἢ ὡς παρεληλυθός, ὅτι τὸ μὲν ἐνεστηκὸς οὐ πάντως διεξιτητὸν ἀνάγκη εἶναι, τὸ δὲ παρεληλυθὸς ἐξ ἀνάγκης διεξιτητόν ἐστιν, ὅπερ ἀδύνατον· καὶ τὸ ἐνεστηκὸς μὲν οὔτε αὐξάνεσθαι οὔτε ἀπειράκις ἄπειρον εἶναι ἀνάγκη, τῷ δὲ παρεληλυθότι τὸ αὐτὸ συμβαίνει, ὥσπερ εἴπομεν. τὸν δὲ περὶ τούτων ἐντελέστερον λόγον ἰδίᾳ ἐπισκεψώμεθα.
“然而,这样作为分离且无限的数同样不存在;因为数是被计数之物,或具有数之物。” 他指的要么是这点:即数——无论是手指上的数(我指的是计数者本身),还是在事物本身上所把握的数(我指的是被计数之物)——无论如何都是有限的,因为两者都是可被计数的,而可被计数之物是可以被遍历的;因此数无论如何也是可以被遍历的;但无限者是不可能被遍历的;因此没有任何数是无限的(而对于这种解释,“或具有数之物”这一短语是用来代替“且具有数之物”的);那么,他指的要么是这点,要么是——这更是实情——没有任何数与被计数之物相分离,而是所有的数都在被计数之物中拥有其存在;而被计数之物是可以被遍历的;因此数也是可以被遍历的;所以它不是无限的。 但如果情况是这样,那么时间不从某个起点开始,或者说总体上宇宙是永恒的,就是不可能的。因为如果宇宙是永恒的,显然已产生的人类的数目将是无限的,而且是在现实中无限(因为显然所有人都是在现实中产生的),从而可能存在一个无限的数。不仅如此,在现实中的无限者也将是可遍历的;因为如果人类的所有单元[个体]直到现在为止都在现实中产生,而我们乃是在我们之前在现实中无限产生的那些人的某种界限[终点],那么显然无限者在现实中已经变成了可遍历的。而且不仅这种荒谬会伴随这一假定,并且还将存在某种大于无限者的东西,或者说在现实中的无限者将向着无限增大,如果说在每一个家族谱系中把握过去的祖先时,我总是发现产生在他们之前的人在现实中是无限的,而相继加到他们之上的那些人总是使这个数目变得更多;如果宇宙是不朽的,这种增加就会向着无限进行;因此无限者将向着无限增大。除这些之外,还将产生无限者存在无限倍的情况;因为人类的每一个谱系都将拥有无限多先于它而产生的人,例如以我的谱系为例。对于所有的人也是同样的情况。如果我们向这些再加上马、其他动物和植物的数目以及各个天球的运动,那么在现实中的无限者在某种程度上无论如何将存在无限倍或许多倍;因为我们所枚举的所有事物都是在现实中产生的。因此,如果这些是不可能的——我是指无限者在现实中已然实现,存在着比无限者更大且更无限之物,以及它不断增加并且总是变得比自身更大而永不匮乏——那么时间或者总体上宇宙是永恒的,就是不可能的。 对此,有人极为愚蠢地反驳说,没有任何东西阻止在一侧是无限的,他没有看清在数上是不能说在一侧无限的,而我们只是在几何学方法中就连续量而言才作此假定;因为在数上的无限无非是单元的无限性。而且总体上即使在连续量上,如果在一侧无限者是可遍历的,那么在剩下的一侧在某种程度上也完全将是可遍历的;因为有什么任意的裁决理由能让它的一部分是可遍历的,而另一部分则不是呢?他还说,无限者不可能在同一时间全部同时立存,但分部地实现入现实中并非不可能。然而亚里士多德在反驳时并非针对以这种方式被理解为全部一体的无限者,而是针对单纯在现实中的无限者。而如果无限者按其本性总体上是不可遍历的,那么无论是作为一体产生是不可能的,还是作为分部产生是不可能的,这又有何分别呢?但我主张,在数量上的无限者作为现在的存在,比较作为过去的存在而言更是可能的,因为现在的存在并不必然完全被遍历,而过去的存在必然是被遍历过的,而这正是不可能的;并且现在的存在既不需要增大,也不需要成为无限倍的无限,而对于过去的存在,正如我们所说,同样的事情都会发生。但关于这些问题的更完备的论述,让我们专门另作考察。
- 3.99πρὸς δὲ ταύτην τὴν ἐξήγησιν τὸ ἢ τὸ ἔχον ἀριθμὸν ἀντὶ τοῦ καὶ τὸ ἔχον ἀριθμόν
注释者在句法上指出,如果采纳第一种解释,引文中的析取连词 ἤ(或)必须被理解为用来替代联词 καί(且/和)。
- 3.99εἴ γε τοὺς ὄπισθεν καθ’ ἑκάστην γένους σειρὰν προγόνους λαμβάνων ἀεὶ μὲν τοὺς πρὸ αὐτῶν γενομένους ἀπείρους ὄντας κατ’ ἐνέργειαν εὑρίσκω, τούτοις δὲ ἀεὶ οἱ ἐφεξῆς προστιθέμενοι πλείονα ποιοῦσι τὸν ἀριθμόν
在由 εἴ γε 引导的条件从句内部,分词短语 λαμβάνων(第一人称单数主语)统领其间,其后由 ἀεὶ μέν ... τούτοις δὲ ... 形成对比协调的两个分句(谓语动词分别为 εὑρίσκω 和 ποιοῦσι);后者的主语为实体化分词短语 οἱ ἐφεξῆς προστιθέμενοι。
- 3.99τί δὲ διαφέρει, εἴπερ ὅλως κατὰ φύσιν ἀδιεξίτητόν ἐστι τὸ ἄπειρον, ἢ ὡς ἀθρόον γενόμενον ἀδύνατον εἶναι ἢ ὡς κατὰ μέρος γινόμενον;
在反问句 τί διαφέρει(“有何分别?”)中,充当主语的是由析取连词构成的两择一不定式短语 ἢ ... ἀδύνατον εἶναι ἢ ...(“无论是……是不可能的,还是……[是不可能的]”)。在第二个 ἤ 之后,根据平列结构承前省略了 ἀδύνατον εἶναι。
