← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§42.1-43.26

芝诺否定多数的论证与一和多的疑难

在确认了“存在者是一”的主张会导致将对立者与各范畴归为同一的荒谬之后,文中介绍了埃利亚的芝诺为避免同一事物既是一又是多而提出的否定多数的论证(分别基于个别事物和连续者),并批判性地评述了早期思想家为规避该疑难而采取的语言修饰(如省去系词或改为动词)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23#2

εἰ γὰρ τὸ λευκὸν ταὐτόν ἐστι τῷ οὐ λευκῷ, οὐ μᾶλλον ἔσται τὸ λευκὸν διὰ τὴν κατάφασιν, ἢ οὐκ ἔσται διὰ τὴν ἀπόφασιν. καὶ πρὸς τούτοις εἰς ταὐτὸν ἄξουσιν οὐσίαν ποιὸν ποσὸν καὶ τὰς δέκα κατηγορίας· ὀνόματι γὰρ μόνον διοίσουσιν αὗται, οὐ πράγματι. ταῦτα εἰπὼν ἐφεξῆς ἐπάγει· ὅτι, φησί, καλῶς ἐμεμψάμεθα αὐτοῖς εἰς ἄτοπον ἀπαγαγόντες ὡς τὰ ἐναντία εἰς ταὐτὸν ἄγουσι, δῆλον ἐξ ὧν1 καὶ οἱ πρὸ ἡμῶν εἰς αὐτὴν ταύτην τὴν ἀπορίαν ἐθορυβήθησαν ἐπὶ τοῦ συνεχοῦς μήποτε δόξῃ τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι, ὡς ἐκ κοινῆς ἐννοίας ἔχοντες ὡμολογημένον ὅτι τὰ ἐναντία ἅμα εἶναι οὐ δύναται. Ζήνων γὰρ ὁ Ἐλεάτης πρὸς τοὺς διακωμῳδοῦντας τὴν Παρμενίδου τοῦ διδασκάλου αὐτοῦ δόξαν λέγουσαν ἓν τὸ ὂν εἶναι ἐνιστάμενος καὶ συνηγορῶν τῇ τοῦ διδασκάλου δόξῃ, ἐπεχείρει δεικνύναι ὅτι ἀδύνατον πλῆθος εἶναι ἐν τοῖς οὖσιν. εἰ γάρ, φησίν, ἐστὶ πλῆθος, ἐπειδὴ τὸ πλῆθος ἐκ πλειόνων ἑνάδων σύγκειται, ἀνάγκη εἶναι ἑνάδας πλείους ἐξ ὧν τὸ πλῆθος συνέστηκεν. εἰ τοίνυν δείξομεν ὅτι ἀδύνατον εἶναι πλείονας ἑνάδας, δῆλον ὅτι ἀδύνατον εἶναι πλῆθος· τὸ γὰρ πλῆθος ἐξ ἑνάδων. εἰ δὲ ἀδύνατον εἶναι πλῆθος, ἀνάγκη δὲ ἢ τὸ ἓν εἶναι ἢ τὸ πλῆθος, πλῆθος δὲ εἶναι οὐ δύναται, λείπεται τὸ ἓν εἶναι. πῶς οὖν ἐδείκνυεν ὅτι οὐ δυνατὸν εἶναι ἑνάδας πλείους; ἐπειδὴ οἱ τὸ πλῆθος εἰσάγοντες ἐκ τῆς ἐναργείας τοῦτο ἐπιστοῦντο (ἔστι γὰρ ἵππος καὶ ἄνθρωπος καὶ ἕκαστον τῶν κατὰ μέρος, ὧν ἡ ἄθροισις τὸ πλῆθος ἀποτελεῖ), τὴν ἐνάργειαν οὖν σοφιστικῶς ἀνασκευάσαι βουλόμενος ὁ Ζήνων ἔλεγεν ὅτι, εἰ ἐκ τούτων τὸ πλῆθος, τὸ δὲ πλῆθος ἐξ ἑνάδων, ταῦτα ἄρα ἑνάδες. ἐὰν οὖν δείξωμεν ὅτι οὐ δυνατὸν εἶναι ταῦτα ἑνάδας, δῆλον ὅτι οὐδὲ ἔσται τὸ ἐξ αὐτῶν πλῆθος, εἴ γε τὸ πλῆθος ἐξ ἑνάδων. δείκνυσιν οὖν τοῦτο οὕτως· ὁ Σωκράτης, φησίν, ὃν λέγετε ἑνάδα εἶναι συντελοῦσαν εἰς τὴν τοῦ πλήθους σύστασιν, οὐ μόνον Σωκράτης ἐστίν, ἀλλὰ καὶ λευκὸς καὶ φιλόσοφος καὶ προγάστωρ καὶ σιμός· ὥστε ὁ αὐτὸς ἓν καὶ πολλὰ ἔσται. ἀλλὰ μὴν τὸν αὐτὸν ἕνα εἶναι καὶ πολλὰ ἀδύνατον, οὐκ ἄρα ἔσται ἓν ὁ Σωκράτης. ὁμοίως οὐδὲ τὰ λοιπὰ ἐξ ὧν τὸ πλῆθος εἶναί φατε. εἰ δὲ μὴ δυνατὸν εἶναι πλείους ἑνάδας, δῆλον ὅτι οὐδὲ τὸ πλῆθος ἔσται· εἰ δὲ ἀνάγκη μὲν εἶναι τὸ ὂν ἢ ἓν ἢ πολλά, δέδεικται δὲ ὅτι πολλὰ οὐκ ἔστι τῷ μὴ εἶναι πλείους ἑνάδας, ἀνάγκη ἄρα ἓν εἶναι. τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐκ τοῦ συνεχοῦς δείκνυσι. τὸ γὰρ συνεχὲς εἴ ἐστιν ἕν, ἐπειδὴ τὸ συνεχὲς ἀεὶ διαιρετόν, ἔστιν ἀεὶ τὸ διαιρεθὲν εἰς μόρια διελεῖν πλείονα· εἰ δὴ τοῦτο, πολλὰ ἄρα τὸ συνεχές. τὸ αὐτὸ ἄρα ἓν ἔσται καὶ πολλά, ὅπερ ἀδύνατον. ὥστε οὐκ ἔσται ἕν. εἰ δὲ μηδὲν τῶν συνεχῶν ἕν, ἀνάγκη δὲ εἴπερ ἔσται τὸ πλῆθος ἐξ ἑνάδων συγκεῖσθαι, ἐπεὶ * * * οὐδ’ ἄρα τὸ πλῆθος ἔσται. λείπεται ἄρα ἓν εἶναι τὸ ὄν. πρὸς ταύτην οὖν τὴν ἀπορίαν, φησίν, οἱ παλαιοὶ ἐθορυβοῦντο, μήποτε τὸ αὐτὸ καὶ ἓν ἔσται καὶ πολλά· ἐκ κοινῆς γὰρ ἐννοίας ὁμολογούμενον ἐλάμβανον μὴ δύνασθαι ἅμα τὰ ἐναντία εἶναι ἐν ταὐτῷ. καὶ οἱ μέν, φησί, τὸ εἶναι ἀφεῖλον ἐπιλυόμενοι τὴν ἀπορίαν, ὥσπερ Λυκόφρων ὁ σοφιστής (ἔλεγε γὰρ οὗτος ὅτι οὐ δεῖ λέγειν ὅτι Σωκράτης λευκός ἐστιν, ἀλλ’ ὅτι Σωκράτης λευκός· τὸ γὰρ ἔστι, φησί, προστιθέμενον ὕπαρξιν δίδωσι τῷ λευκῷ), οἱ δέ, φησί, τὴν λέξιν μετερρύθμιζον λέγοντες ὅτι οὐ δεῖ λέγειν ὅτι Σωκράτης λευκός ἐστιν, ἀλλὰ λελεύκωται, ἵνα ῥῆμα ᾖ τὸ κατηγορούμενον καὶ μὴ ὄνομα, ὅπερ ἐστὶ γελοῖον. εἰ γὰρ μὴ προσκέηται τὸ ἔστιν ἐν τῷ Σωκράτης λευκός, εἰ μὲν μηδὲ προσυπακούεται ἔξωθεν, ἀδιανόητος γίνεται ὁ λόγος καὶ ἀτελής (ἄνευ γὰρ συμπλοκῆς ὁριστικοῦ ῥήματος οὐκ ἀπαρτίζεται λόγος ἀποφαντικός· τὸ γὰρ Σωκράτης λευκὸς ἄδηλον πότερόν ἐστιν ἢ οὐκ ἔστιν), εἰ δὲ προσυπακούεται, τὴν αὐτὴν πάλιν δύναμιν σχήσει2 κἂν εἰ ἐξ ἀρχῆς τῇ ὅλῃ προτάσει συνεπλάκη. καὶ τὸ λέγειν δὲ Σωκράτης λελεύκωται ἢ Σωκράτης περιπατεῖ ταὐτόν ἐστι τῷ εἰπεῖν Σωκράτης λελευκωμένος ἐστὶν ἢ περιπατῶν ἐστι· πᾶν γὰρ ῥῆμα ὁριστικὸν ἀναλύεται εἰς μετοχὴν καὶ τὸ ἔστι ῥῆμα. ταῦτα μὲν οὖν πρὸς τὰς ἀπορίας τοῦ Ζήνωνος οἱ ἀρχαιότεροι. ὁ δὲ Ἀριστοτέλης φησὶν ὅτι ταῦτα ἔπασχον ἐκεῖνοι καὶ ἐθορυβοῦντο μήποτε τὸ αὐτὸ καὶ ἓν καὶ πολλὰ ἔσται, δι’ ἀπειρίαν λογικῆς ἐφόδου καὶ τῆς τῶν ὁμωνύμων φωνῶν σημασίας.

因为如果白与非白是同一的,那么白因肯定而存在并不比它因否定而不存在更具有确定性。而且除这些之外,他们还将把实体、性质、数量以及十个范畴归为同一;因为这些将仅仅在名称上有所差异,而在实事上并非如此。说了这些之后,他接着补充道:他说,我们通过将他们引向荒谬——即他们把对立者归为同一——而正当地谴责了他们,这一点显而易见,因为在我们之前的人们在连续者上也曾为正是这同一个疑难所困扰,生怕同一事物被认为既是一又是多,因为他们从共通观念出发公认对立者不能同时存在。因为埃利亚的芝诺面对那些嘲笑其老师巴门尼德关于存在者是一的主张的人,挺身反抗并为老师的观点辩护,试图表明在存在者中不可能有多数。因为他说,如果有多数,既然多数由若干单位构成,那么构成多数的若干单位必然存在。因此,如果我们表明若干单位的存在是不可能的,显然多数的存在也是不可能的;因为多数来自单位。而如果多数的存在是不可能的,且必然要么是一存在要么是多数存在,而多数又不可能存在,那么剩下的便是一存在。那么,他是如何表明若干单位不可能存在的呢?既然那些引入多数的人是从昭然自明的事实来证实这一点的(因为存在着马、人和每一个个别事物,它们的集合构成了多数),因此芝诺想要以智者的方式推翻这一昭然自明的事实,便说,如果多数来自这些事物,而多数来自单位,那么这些事物便是单位。因此,如果我们表明这些事物不可能是单位,显然由它们构成的多数也将不存在,既然多数确实是由单位构成的。于是他这样表明这一点:他说,你们声称作为构成多数之单位的苏格拉底,不仅是苏格拉底,而且是白的、哲学家、大腹便便的和塌鼻子的;因此同一者将既是一又是多。但是同一者既是一又是多是不可能的;所以苏格拉底将不是一。同样,你们声称多数所由构成的其余事物也不是一。但如果不可能有若干单位,显然多数也将不存在;而如果存在者必然要么是一要么是多,且通过不存在若干单位已表明它不是多,那么必然结论是它是一。他也从连续者出发表明这同一结论。因为连续者如果是一,既然连续者总是可分的,那么被分割之物便总是可以再分割为更多部分;如果确是如此,那么连续者便是多。因此同一事物将既是一又是多,而这是不可能的。所以它将不是一。但如果连续之物中没有任何一个是一,且如果多数要存在,就必然由单位构成,那么既然[……],多数也就不会存在。因此剩下的结论是存在者是一。他说,面对这一疑难,古人们曾感到惊扰,生怕同一事物将既是一又是多;因为他们从共通观念出发,公认对立者不可能同时存在于同一事物中。他说,有些人为了解决这一疑难便去掉了“是”,正如智者吕科夫隆(因为他曾说不应当说“苏格拉底是白的”,而应当说“苏格拉底[……]白”;他说,因为添加上去的“是”赋予了白以实存),而另一些人,他说,则改变言辞结构,说不应当说“苏格拉底是白的”,而应当说“被变白了”,以便被谓述之物是动词而非名词,这是可笑的。因为即使在“苏格拉底白”中没有附加上“是”,如果从外部也根本不暗含理解它,那么这语句就变得不可理解且不完全(因为没有限定动词的结合,陈述句就不能成立;因为在“苏格拉底白”中,他到底是还是不是并不明确),但如果暗含理解了它,它就将再次具有与从一开始就结合在整个命题中相同的效力。而且说“苏格拉底被变白了”或“苏格拉底散步”,与说“苏格拉底是被变白的”或“是散步的”是同一回事;因为每一个限定动词都可以分析为一个分词和动词“是”。对于芝诺的疑难,较早的哲学家们便是如此应对的。然而亚里士多德说,他们之所以遭遇这些困境,并惊扰于同一事物生怕既是一又是多,乃是由于对逻辑探究方法以及同名异义词之含义缺乏经验所致。

语法注2 条
  1. 1.23ὅτι, φησί, καλῶς ἐμεμψάμεθα αὐτοῖς εἰς ἄτοπον ἀπαγαγόντες ὡς τὰ ἐναντία εἰς ταὐτὸν ἄγουσι, δῆλον ἐξ ὧν

    由 ὅτι 引导的从句(ὅτι ... καλῶς ἐμεμψάμεθα αὐτοῖς...)作为全句的主语从句,后随的 δῆλον [ἐστίν] 担任谓语(“即我们正当地谴责了他们……是显然的”)。紧随 δῆλον 的介词短语 ἐξ ὧν 引出支持该判断的依据。

  2. 1.23εἰ γὰρ μὴ προσκέηται τὸ ἔστιν ἐν τῷ Σωκράτης λευκός, εἰ μὲν μηδὲ προσυπακούεται ἔξωθεν, ἀδιανόητος γίνεται ὁ λόγος καὶ ἀτελής ... εἰ δὲ προσυπακούεται, τὴν αὐτὴν πάλιν δύναμιν σχήσει

    句首的条件从句 εἰ γὰρ μὴ προσκέηται τὸ ἔστιν(“因为如果在……中没有加上‘是’”)构成了统摄性的前提条件,随后通过 εἰ μὲν μηδὲ προσυπακούεται(“如果从外部也根本不暗含理解”)与 εἰ δὲ προσυπακούεται(“但如果暗含理解了它”)形成嵌套的分支条件结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:42.1-43.26