- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:426.8-428.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐述了构成的元素为无限的复合物体是不可能的论据,并遵循亚里士多德,相继反驳了存在多个无限者、中介物体(阿那克西曼德的主张)以及单一简单元素为无限的可能性。
κἂν γὰρ πολὺ ὑπερέχῃ ἡ τοῦ πεπερασμένου,1 ἐπειδὴ οὐδένα λόγον ἔχει πρὸς τὸ ἄπειρον τὸ πεπερασμένον, ἀνάγκη πᾶσα συνεπεκτεινόμενον τῷ ἀπείρῳ θᾶττον φθαρῆναι πρὶν κραθῇ· [ἐπ’] ἄπειρον γὰρ ἂν εἴη καὶ αὐτὸ εἰ συνεπεκτείνοιτο τῷ ἀπείρῳ. ἀδύνατον ἄρα φυσικὸν σῶμα σύνθετον εἶναι ἑνὸς τῶν συντιθέντων ἀπείρου ὄντος κατὰ μέγεθος. εἰ δέ τις εἴποι κατὰ παράθεσιν εἶναι τὴν σύνθεσιν, μάλιστα μὲν οὐ φυλάττει τὴν ὑπόθεσιν (περὶ γὰρ φυσικοῦ σώματος ὁ λόγος), ἔπειτα ἐδείξαμεν ὅτι ἐὰν ἰσοσθενὲς κατὰ τὴν δύναμιν παρατεθῇ μείζονί τινι κατὰ μέγεθος, φθείρεται πάντως· καὶ τὸν λόγον ἀποδεδώκαμεν, ἐπεὶ καὶ κρύσταλλος εἰς μεγάλην πυρκαϊὰν ἐμβληθεὶς φθάνει φθαρῆναι πρὶν δρᾶσαί τι αἰσθητῶς εἰς τὸ πῦρ. Ὅτι μὲν οὖν ἓν ἄπειρον εἶναι τῶν στοιχείων τῶν συντιθέντων τὸ ἄπειρον σῶμα ἀδύνατον, ἱκανῶς δέδεικται, ὅτι δὲ οὐδὲ πλείονα οὐδὲ πάντα, δείκνυσιν οὕτως. εἰ τοῦτό ἐστι, φησί, σῶμα τὸ πάντῃ διεστηκός (πάντῃ δέ φησι κατὰ τὰς τρεῖς διαστάσεις· ἄλλην γὰρ εἶναι διάστασιν ἀδύνατον), καὶ ἄπειρον ἂν εἴη σῶμα τὸ ἀπείρως πάντῃ διεστηκός, τουτέστι τὸ κατὰ πᾶσαν διάστασιν ἐπ’ ἄπειρον ἐκτεινόμενον· εἰ δὲ πάσας τὰς διαστάσεις κατείληφεν, οὐ δώσει χώραν ἄλλῳ εἶναι· ὥστε ἀδύνατον δύο ἢ πλείω ἄπειρα εἶναι. τοῦτο δὲ αὐτὸ ἥρμοζε καὶ ἐπὶ τῆς προτέρας ὑποθέσεως λέγειν· εἰ γὰρ ὅλως ἕν τί ἐστιν ἄπειρον, τὸ δὲ ἄπειρον τὸν πάντα κατείληφεν τόπον, ἀδύνατον ἄλλο τι εἶναι, κἂν βραχύτατον ᾖ. δυνατὸν δέ ἐστι καὶ τοῖς ἐκεῖ ἐλέγχοις χρήσασθαι καὶ ἐπὶ τούτων, λέγω δὴ εἰ μὴ πάντα τὰ συντιθέντα εἴη ἄπειρα ἀλλά τινα, ἀδύνατον ἄρα ἄπειρον σῶμα φυσικὸν εἶναι. καὶ τοῦτο εὐλόγως τοῖς προαποδεδειγμένοις ἠκολούθηκεν· εἰ γὰρ δέδεικται ὅτι εἴπερ ἔστι τὸ ἄπειρον, πάντως ἀρχή ἐστιν οὐκ ἐξ ἀρχῆς, οὐδεμία δὲ ἀρχὴ κυρίως καὶ πρώτη σύνθετός ἐστιν, εἰκότως οὐδὲ τὸ ἄπειρον σύνθετον εἶναι ἐνδέχεται. μήποτε οὖν ἁπλοῦν ἐστιν. ἀλλὰ καὶ τοῦτο ἀδύνατον· εἰ γὰρ ἁπλοῦν ἐστι τὸ ἄπειρον, ἢ ἕν τι τούτων ἐστὶ τῶν στοιχείων (οἷον ἀὴρ ἢ ὕδωρ ἢ τῶν ἄλλων τι), ἢ ἕτερόν τι παρὰ ταῦτα, οἷον ἔλεγε τὸ μεταξὺ εἶναι Ἀναξίμανδρος. ὅτι μὲν οὖν οὔτε ἕν τι τῶν στοιχείων οὔτε ἕτερόν τι παρὰ ταῦτα σῶμα ἄπειρον εἶναι δυνατόν, κοινῷ τινι λόγῳ ἐλέγχει, ὅτι δὲ ὅλως ἀδύνατον σῶμά τι εἶναι ἕτερον τῶν στοιχείων μεταξὺ αὐτῶν ὂν καὶ ἀρχὴν τῶν ἄλλων, πρῶτον δείκνυσι. εἰ γὰρ ἦν τι, φησί, μεταξὺ τῶν στοιχείων σῶμα, εἴτε ἄπειρον εἴτε πεπερασμένον, ἐξ οὗ τὰ ἄλλα τὴν γένεσιν εἶχεν, ἐπειδὴ πᾶν ἐξ οὗ γίνεται εἰς τοῦτο καὶ διαλύεται, ἔδει καὶ τὰ στοιχεῖα φθειρόμενα εἰς αὐτὸ ἀναλύεσθαι, εἰ δὲ εἰς αὐτὸ ἀνελύετο, καὶ ἐφαίνετο ἂν τοῦτο ὅ τι ποτὲ ἦν· ὥσπερ γὰρ ὁ ἀὴρ ἐκ πυρὸς ἢ ὕδατος γινόμενος πάντως εἰς ταῦτα καὶ ἀναλύεται καὶ φαίνονται ἐναργῶς, οὕτω κἀκεῖνο ἔδει φαίνεσθαι. ἀλλ’ οὐ φαίνεται ἕτερόν τι στοιχεῖον παρὰ τὰ τέσσαρα. οὐδ’ ἄρα ἔστιν. * * * ἡ μὲν γὰρ ὕλη δυνάμει ἐστί, καὶ τὰ ἐξ ὕλης γινόμενα ὡς ἐξ ὕλης δυνάμει οὔσης γίνεται (οὐ γάρ ἐστιν ἐνεργείᾳ ἡ ὕλη, ἀλλ’ ἀεὶ εἰδοπεποιημένη ἐστί), καὶ διὰ τοῦτο καὶ τὰ ἀναλυόμενα εἰς αὐτήν, δυνάμει εἰς τὴν ὕλην ἀναλύεται, καὶ εἰκότως οὐ φαίνεται, ἅτε μὴ οὖσα ἐνεργείᾳ· οὐδέποτε γάρ ἐστιν κεχωρισμένη τῶν εἰδῶν. οὗτοι δὲ ἐνεργείᾳ φασὶν εἶναι τὸ μεταξύ, ὥστε καὶ ἔδει αὐτὸ φαίνεσθαι. ταῦτα δέ φησιν οὐχ ὡς οὐκ οὔσης μεταξύ τινος οὐσίας τῶν ἐναντίων· ἀνάγκη γὰρ πᾶσα τὴν μεταβολὴν τὴν εἰς τὰ ἐναντία διά τινων μεσοτήτων γίνεσθαι (οὐ γὰρ ἄμεσος ἡ εἰς τὰ ἐναντία μεταβολή), ἀλλ’ οὐκ ἔστιν ὡρισμένον τι τοῦτο τὸ μεταξύ, οὐδὲ στοιχεῖον τῶν ἄλλων, ἀλλ’ ὁδός τις ἐπὶ τὸ ἐναντίον. ὅτι δὲ οὐδὲ ὅλως ἐγχωρεῖ ἕν τι εἶναι στοιχεῖον ἁπλοῦν, εἴτε πῦρ εἴτε ἀὴρ ᾖ, εἴτε ὁτιοῦν ἄλλο, καὶ τοῦτο κἄν τε πεπερασμένον ᾖ κἄν τε ἄπειρον, κοινῶς δείκνυσιν· εἰ γὰρ ἕν ἐστι τὸ στοιχεῖον, οὐχ ἕξει τὰς ἐναντίας δυνάμεις (ἐπεὶ τὰ ἐναντία ἄν ἐν τῷ αὐτῷ εἴη, ἀδύνατον δὲ ἐν τῷ αὐτῷ τὰ ἐναντία εἶναι), εἴτε μὴ ἔχοι τὰς ἐναντίας δυνάμεις,2 ἀναιρεθήσεται γένεσις καὶ φθορὰ καὶ καθόλου πᾶσα μεταβολή· ἐξ ἐναντίου γὰρ εἰς ἐναντίον πᾶσα μεταβολή, οἷον ἡ ἐκ θερμοῦ εἰς ψυχρὸν καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν. ὥστε εἰ μὴ δυνατὸν ὅλως ἕν τι καὶ ἁπλοῦν στοιχεῖον εἶναι ὡς ἀρχήν, εὔδηλον ὅτι οὐδὲ ἄπειρον τοῦτο εἶναι δυνατόν· ὁ αὐτὸς γὰρ λόγος ἐπί τε ἀπείρῳ ὁμοίως καὶ ἐπὶ πεπερασμένῳ.
因为即使有限者的[能力]大大占优,既然有限者对于无限者没有任何比例,那么若与无限者一同扩展开来,在混合之前它就更快地被毁灭,这是完全必然的;因为如果它与无限者一同扩展开来,它自身也将成为无限的。因此,当构成的元素中有一个在大小上是无限的时候,一个自然物体就不可能是复合的。而如果有人说复合是由于并置,首先他没有遵守假定(因为该论述是关于自然物体的);其次,我们指明了,如果在能力上同等强弱之物与在大小上较大之物并置,它必然完全被毁灭;而且我们已经给出了理由,因为一块冰被投入大火中,在对火产生任何可感觉的作用之前,就已经先毁灭了。 那么,构成无限物体的各个元素中有一个是无限的,这是不可能的,对此已作了充分的证明;但是,既非多个也非全部元素[能够是无限的],他证明如下。如果物体,他说,就是在一切方向上延展之物(他说『在一切方向上』是指按照三个维度而言;因为不可能存在另一个维度),那么无限的物体也必是在一切方向上无限延展之物,即按照每一个维度扩展至无限之物。但如果它已经占据了所有的维度,它就不会给另一个事物的存在留下空间;因此不可能存在两个或更多的无限者。而这完全同样的事,在先前的假定上也适于言说;因为如果总体而言有某一个事物是无限的,并且无限者已经占据了所有的处所,那么即使是极微小之物,任何其他事物的存在也是不可能的。并且也可能把那里的反驳运用在这些情况上——我是说,如果构成的事物并非全部是无限的,而是某些事物是无限的——因此自然物体不可能是无限的。而这一点合乎道理地遵循了先前所证明的事项;因为如果已经证明,无限者若存在,就必然是本原而非出自本原,而没有任何本原是严格且首要意义上的复合者,那么无限者不可能是复合的也是理所当然的。 那么,或许它是简单的吗?但这同样是不可能的。因为如果无限者是简单的,它要么是这些元素中的一个(如空气或水或其余中的某一个),要么是除这些之外的某种其他事物,正如阿那克西曼德所说的中介之物那样。因此,诸元素中的某一个以及除这些之外的某种其他物体都不可能是无限的,对此他以某种共通的论证予以证明;而除诸元素之外根本不可能存在某种处于它们之间且作为其余事物的本原的物体,对此他首先作了证明。因为如果在诸元素之间存在某种物体,他说,无论是无限的还是有限的,其他事物都由此而产生,那么既然凡产生之物都会分解入其所由产生者之中,诸元素在毁灭时也应当分解还原入其中;但如果它们被分解还原入其中,无论这究竟是什么,它也应当显现出来;因为正如空气由火或水产生时必定完全分解还原入它们之中并且它们明白地显现出来那样,那个[中介物]也应当显现出来。但在四种[元素]之外并没有显现出某种其他的元素。因此它并不存在。* * * 因为质料是在潜能中的,而由质料产生之物,是作为由在潜能中的质料产生者而产生的(因为质料并不在现实中,而是始终被赋予了形式),由于这一点,分解还原入其中的事物也是在潜能中分解还原入质料之中,并且它之所以不显现也是理所当然的,因为它并不在现实中;因为质料绝不会与形式相分离。但这些人声称中介之物是在现实中的,因此它本应当显现出来。而他说这些话,并不是说在对立者之间没有任何中介性的实体;因为向着对立者的转变完全必然是通过某些中介环节而发生的(因为向着对立者的转变并非无中介的),但这中介之物并不是某种确定之物,也不是其余事物的元素,而是一条通向对立者的道路。而且,根本不可能存在任何单一的简单元素,不论它是火、是空气还是任何其他事物,并且不论它是有限的还是无限的,对此他也共同作了证明。因为如果元素是单一的,它就不会具有相反的能力(否则相反者就将存在于同一事物之中,但相反者存在于同一事物中是不可能的);而如果它不具有相反的能力,生成、毁灭以及普遍的一切变化都将被取消;因为一切变化都是从相反者到相反者,例如从热到冷,以及从非存在到存在。因此,如果根本不可能有任何单一且简单的元素作为本原,显而易见这也不可能是无限的;因为同样的论据既适用于无限者,同样也适用于有限者。
- 3.98ἡ τοῦ πεπερασμένου
阴性冠词 ἡ 之后省略了名词 δύναμις(能力)。这承接了 3.98#5 末尾(καὶ τί λέγω εἰ ἐξισάζοιεν αἱ δυνάμεις;)所讨论的各元素能力的比较,假定有限者的能力胜过无限者能力的情况。
- 3.98εἴτε μὴ ἔχοι τὰς ἐναντίας δυνάμεις
该条件从句紧接前文的 εἰ γὰρ ἕν ἐστι... οὐχ ἕξει... 展开。此处的 εἴτε 并未与先前的 εἴτε 形成对称搭配,而是承接前述推论(即不具有相反能力)作为进一步的假设,相当于 εἰ δέ。希求法 ἔχοι 表现出假设性语气。
