← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§424.2-426.8

受动性质的局域性与混合中无限元素的否定

菲洛波诺斯针对论敌将重力与牵引中通过部分接触而以全体施加作用的论点推广至受动性质的主张,指出性质的种类差异和局部受动的事实予以反驳。随后他论证说,包含无限元素的复合自然物体在现实中是不可能的,因为自然复合依赖于混合而非并置,需要全体相互贯通,而有限元素在与无限元素发生混合之前便早已消耗殆尽并毁灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.98#5

οὕτως ἄρα ὅλη ὡς ὅλη1 ἡ ἐν τῷ σώματι δύναμις ποιεῖν πέφυκε, κἂν μὴ καθ’ ὅλον αὐτὸ ἅπτηται τὸ ποιοῦν τοῦ πάσχοντος. ὁμοίως καὶ ἐπὶ τῶν ὠθούντων ἢ ἑλκόντων ἅπτεται μὲν τοῦ ἑλκομένου ἢ ὠθουμένου μόριόν τι τοῦ ὠθοῦντος ἢ ἕλκοντος, οἷον ἡ χείρ, ἕλκει δὲ οὐχ ἡ ἐν τῇ χειρὶ μόνον δύναμις, ἀλλ’ ἡ ὅλη ὡς ὅλου τοῦ ζῴου. δρῶσι γὰρ πολλὰ καὶ πάσχει κατὰ τὰ ὅλα τοῖς μέρεσι· τοῖς γὰρ ποσὶ βαδίζομεν ὅλοι κινούμενοι, καὶ οἰκοδομοῦμεν ταῖς χερσὶ καθ’ ὅλους αὐτοὺς ἐνεργοῦντες, καὶ ἐπὶ πολλῶν ἄλλων ὡσαύτως. εἰ τοίνυν ταῦτα οὕτως ἔχει, καὶ τὰ θερμαίνοντα ἄρα καὶ ψύχοντα καὶ ὑγραίνοντα καὶ ξηραίνοντα καὶ ἐπὶ τῶν ἄλλων παθητικῶν ποιοτήτων, κἂν κατὰ μέρη ἅπτηται τὰ ποιοῦντα, ἀλλ’ οὖν καθ’ ὅλην τὴν ἐν αὐτοῖς δύναμιν ἐνεργεῖ. καθ’ ὅλην δὲ ἐνεργοῦντα, ἀπείρου ὄντος τοῦ ὑποκειμένου, συναύξεσθαι ἀνάγκη καὶ τὴν δραστήριον δύναμιν· εἴπομεν γὰρ ὡς ὅταν τι πλείοσι μορίοις εἰς ἓν καὶ τὸ αὐτὸ δρᾷ ἔλαττον ὂν πολὺ κατὰ μέγεθος, κἂν ὑφεῖται τῇ δυνάμει τὸ ποιοῦν, ἀλλ’ οὖν περιέσται τῷ πλήθει τῶν δρώντων μορίων πολλῶν ὄντων, εἰ δὲ ταύτῃ, ἀεὶ τὸ μεῖζον πλεῖον δράσει. τὸ ἄπειρον ἄρα ἄπειρον ἕξει τὴν δραστήριον δύναμιν. Ἀλλὰ πρὸς ταῦτα πάλιν ἐρεῖ τις, ὅτι οὐχ ὅπερ ἐπὶ τῶν ῥοπῶν συμβαίνει, τοῦτο ἀνάγκη καὶ ἐπὶ τῶν παθητικῶν ποιοτήτων συμβαίνειν. οὐδὲ γὰρ τὸ αὐτὸ εἶδος ποιότητος θερμότης καὶ βαρύτης (ἡ μὲν γὰρ θερμότης καὶ ψυχρότης καὶ αἱ ὅμοιαι δραστικαί εἰσι καὶ ἀλλοιωτικαὶ ποιότητες, κουφότης δὲ καὶ βαρύτης κατὰ τόπον κινητικαί), οὐκ ἀνάγκη δὲ ταῖς διαφόροις κατ’ εἶδος δυνάμεσι τὰ αὐτὰ ὑπάρχειν. ἰδοὺ γοῦν καὶ τὸ σχῆμα ποιότης μέν, οὐδαμῶς δὲ παθητική. ἐναργῶς γοῦν ὁρῶμεν μὴ καθ’ ὅλον ἑαυτὸν τὸν ἀέρα δρῶντα εἰς ἡμᾶς, ἀλλὰ κατὰ μόνον τὸν προσεχῶς περιέχοντα, ἐπεὶ τὰ αὐτὰ πάσχειν ἔδει ἀλλήλοις πάθη τοὺς ἐν Σκυθίᾳ καὶ τοὺς ἐν τῇ Αἰθιοπίᾳ. καὶ τί λέγω τοὺς πλεῖστον ἀλλήλων διεστῶτας; τοὺς γοῦν ἐν τῷ αὐτῷ τόπῳ ὄντας διάφορα πάσχοντας ὁρῶμεν, ὅταν οἱ μὲν ὑπὸ τὴν ἕλην τοῦ ἡλίου ἑστῶσιν οἱ δὲ ὑπὸ σκιάν, γραμμῆς πολλάκις μόνον διοριζούσης αὐτοὺς ἀπ’ ἀλλήλων. καίτοι εἰ ὅλος ὡς ὅλος δρᾷ ὁ ἀήρ, τὰ αὐτὰ ἂν ἔδει πάθη πάντας πάσχειν μιᾶς οὔσης τῆς τοῦ ἀέρος ὁλότητος, ὅπερ ἐναργῶς μὴ συμβαῖνον ὁρῶμεν. Ὅτι μὲν οὖν ἐλάττονος ὑποτεθείσης τῆς ἐν τῷ ἀπείρῳ δυνάμεως οὐ πάντως ἀνάγκη φθεῖραι αὐτὸ τὰ λοιπά, μάλιστα εἴ γε πολὺ ὑφειμένη εἴη, διὰ τὸ μηδὲ συναυξάνεσθαι τῷ ποσῷ τὸ ποιόν, μετρίως ὡς πρὸς τὴν παροῦσαν χρείαν εἴρηται, ὅτι δὲ τῷ ὄντι ἀδύνατον εἶναί τι σύνθετον σῶμα ἔχον ἕν τι τῶν συντιθέντων στοιχείων ἄπειρον ὂν κατὰ τὴν ἔκτασιν, δείξεις οὕτως. προλάβωμεν δὲ ἐκεῖνο, ὅτι τῶν ποιούντων καὶ πασχόντων εἰ μὲν ἰσάζοιεν αἱ δυνάμεις ἴσων μὲν ὄντων τῶν μεγεθῶν, ἢ οὐδὲν δράσουσιν εἰς ἄλληλα ἢ ἴσως ὑπ’ ἀλλήλων πείσονται, εἰ δὲ μὴ ἰσαζούσης τῆς δυνάμεως τὸ μὲν μεῖζον ᾖ κατὰ μέγεθος τὸ δὲ ἔλαττον, πείσεται τὸ ἔλαττον μέγεθος ὑπὸ τοῦ μείζονος διὰ τὴν εἰρημένην ἡμῖν αἰτίαν· εἰ γὰρ καὶ τὸ τῷ μεγέθει ἔλαττον δρᾷ τι, ἀλλὰ πλεῖον πείσεται ἢ ποιήσει. τούτου οὖν οὕτως ἔχοντος, φημὶ μὴ δυνατὸν σῶμά τι φυσικὸν ἄπειρον ὂν κατὰ μέγεθος σύνθετον εἶναι. ἀνάγκη γὰρ πᾶσα τὰ συντιθέντα αὐτὸ στοιχεῖα ἰσάζειν πως κατὰ τὰς δυνάμεις· εἰ γὰρ μὴ ἰσάζοιεν, κρᾶσις ἐξ αὐτῶν οὐκ ἔσται, ἀλλὰ μεταβαλεῖ τὸ ἐπικρατοῦν τὰ λοιπὰ εἰς ἑαυτό. καὶ τοῦτο ἐναργὲς ἀπὸ τῶν φυσικῶν πάντων σωμάτων, καὶ μάλιστα τῶν ζῴων. ὥστε καὶ τὰ συντιθέντα τὸ ἄπειρον ἀνάγκη ἐξισάζειν ταῖς δυνάμεσιν. εἰ μὲν οὖν ἐκ πεπερασμένων τῷ μεγέθει σύγκειται, καὶ τὸ ὅλον πεπερασμένον ἔσται, εἰ δὲ ἕν τι τῶν συντιθέντων ἄπειρόν ἐστι τῷ μεγέθει, ἐπειδὴ ἡ σύνθεσις ἐπὶ τῶν φυσικῶν κατὰ κρᾶσίν ἐστι καὶ οὐ κατὰ παράθεσιν (τεχνητὰ γὰρ τὰ κατὰ παράθεσιν συντιθέμενα), ἐπὶ δὲ τῶν κατὰ κρᾶσιν συντιθεμένων ὅλα δι’ ὅλων χωρεῖ τὰ στοιχεῖα (ταύτῃ γὰρ καὶ διαφέρει μέρος στοιχείου τῷ τὸ μὲν στοιχεῖον δι’ ὅλου χωρεῖν οὗ ἂν ᾖ στοιχεῖον, τὸ δὲ μέρος οὔ),2 ἀνάγκη ἄρα καὶ ἐπὶ τοῦ προκειμένου οὕτως ἔχειν. ἀλλὰ συνεκταθῆναι τῷ ἀπείρῳ τὰ πεπερασμένα ἀδύνατον· φθάνει γὰρ ἐξίτηλα γενέσθαι καὶ φθαρῆναι.3 ὥσπερ ἂν εἰ ξεστιαῖον ἀέρα ἢ πῦρ συνεπεκτεῖναι θελήσεις ἑκατὸν ξέσταις ὕδατος, ἢ χοῦν οἴνου τῇ θαλάττῃ πάσῃ· φθάνει γὰρ τὸ ὅλον φθαρῆναι πρίν τινα κρᾶσιν γενέσθαι. καὶ τί λέγω εἰ ἐξισάζοιεν αἱ δυνάμεις;

因此,物体之中的能力依其本性就是作为一个整体像全体那样施加作用的,即使施动者并没有以其全体接触受动者。同样,在推或拉的事物上,推者或拉者的某个部分(例如手)接触被拉者或被推者,但进行拉动的不仅是手之中的能力,而且是整个动物作为全体的能力。因为许多事物都通过其各个部分作为全体来施加作用和承受作用;因为我们行走时是用双足而整个身体在运动,建造房屋时是用双手而作为我们的全体在活动,在许多其他事物上也是如此。那么,如果这些情况是这样,那么发热、变冷、致润、致燥之物以及在其他受动性质上的情况也是如此,施动者即使以部分接触,但终究是按照存在于它们之中的全部能力而活动的。而按照全部能力活动,且基底是无限的,其活泼的能力也必然[随着量]一同增加;因为我们说过,每当某物以更多的部分对在大小上小得多的单独且同一的事物施加作用时,施动者即使在能力上较弱,也终将由于施动部分的数量众多而占据优势;而若在这一点上是如此,较大者就将始终施加更多的作用。因此,无限者将拥有无限的活泼能力。 但针对这些说法,又有人会说:在重力上发生的事情,并不必然也会在受动性质上发生。因为热与重并非同一种类的性质(因为热、冷及类似之物是活泼的且引起变化的性质,而轻与重则是关于处所产生运动的性质),而在种类上不同的能力并不必然具有相同的属性。看啊,形状也是一种性质,但绝非受动性的性质。至少我们清楚地看到,空气并不是作为一个整体对我们施加作用,而仅仅是以紧邻包围着我们的空气施加作用,否则在斯基泰的人与在埃塞俄比亚的人就应当承受彼此相同的受动。又何必说彼此相隔最远的人呢?我们看到即使在同一处所的人,当一些人站在阳光下而另一些人站在阴凉处,且往往只有一条线将他们彼此隔开时,承受着不同的受动。然而,如果空气作为一个整体像全体那样施加作用,由于空气的全体性是单一的,所有的人就应当承受相同的受动,而我们清楚地看到这种情况并没有发生。 那么,如果假定存在于无限者之中的能力较小,由于质并不随着量一同增加,尤其是如果它大为逊色,就绝非必然使它毁灭其余事物,这一层为了当下的需要已经作了适度的说明;但实际上绝不可能存在任何一种复合实体,其构成的诸元素中有一个在广延上是无限的,对此你将作如下证明。让我们预先假定这一点:在施动者与受动者之中,如果大小相等时它们的能力也相等,它们要么完全不对彼此施加作用,要么平等地承受彼此的作用;但如果能力不相等,一方在大小上较大而另一方较小,较小的大小将由于我们所说过的原因而承受较大者的作用;因为即使在大小上较小者施加某种作用,但它承受的作用终究多于它所施加的作用。那么,既然情况如此,我说任何在大小上无限的自然物体都不可能是复合的。因为构成它的各个元素在能力上在某种程度上相等是完全必然的;因为如果不相等,由它们之中就不会产生混合,反而占据优势者会将其余事物转变为其自身。而这一点从所有自然物体中,尤其是从动物中都是显而易见的。因此,构成无限者的各个元素在能力上相等也是必然的。那么,如果它是由在大小上有限的诸元素构成的,其全体也必是有限的;但如果构成者中有一个在大小上是无限的,既然自然物中的复合是由于混合而非由于并置(因为由于并置而合成的是人工物),而在由于混合而合成的事物中,诸元素是全体贯通全体的(因为正是在这一点上元素也不同于部分,即元素贯通其作为元素之所在的全体,而部分则不然),因此在眼下的问题上也必然是如此。但有限者要与无限者一同扩展开来是不可能的;因为它们早已耗尽并毁灭了。正如如果你想将一品脱的空气或火与一百品脱的水,或者将一罐葡萄酒与整个海洋一同扩展开来一样;因为在发生任何混合之前,其全体早已毁灭了。我又何必说“若它们的能力相等”呢?

语法注3 条
  1. 3.98ὅλη ὡς ὅλη

    形容词 ὅλη 与 ὡς ὅλη 连用,强调该能力不仅是“全体”,而且是“作为一个整体像全体那样”或“以其作为整体的资格”施加作用,与主语 ἡ ἐν τῷ σώματι δύναμις 构成同位呼应。

  2. 3.98ταύτῃ γὰρ καὶ διαφέρει μέρος στοιχείου τῷ τὸ μὲν στοιχεῖον δι’ ὅλου χωρεῖν οὗ ἂν ᾖ στοιχεῖον, τὸ δὲ μέρος οὔ

    指示代词与格 ταύτῃ(“在这一方面”)由带冠词的不定式短语 τῷ ... χωρεῖν(表示限制或原因的与格,“由于……的事实”)进行具体阐述。关系分句 οὗ ἂν ᾖ στοιχεῖον 中的关系代词 οὗ 包含先行词,为属格,意为“凡是其作为元素之所在的那个事物[整体]的”。

  3. 3.98φθάνει γὰρ ἐξίτηλα γενέσθαι καὶ φθαρῆναι

    动词 φθάνει 支配不定式 γενέσθαι 与 φθαρῆναι。在古典阿提卡散文中,φθάνω 通常接补充性分词表示“先于……做某事”或“抢先”,但在晚期希腊语中接不定式已变得十分常见,在此同样表达有限元素“早已先一步消散并毁灭”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:424.2-426.8