← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§422.5-424.2

物体以全体施加作用还是仅凭接触面作用

斐洛波诺斯通过灯火、空气与大地的比喻,完成了关于质不随量一同增加以及物体并非以全体而是仅凭接触部分施加作用的反驳,并提出了试图通过重力这一反例来证明自然能力以其全体施加作用的解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.98#4

οὐκ ἄρα τῷ ποσῷ τὸ ποιὸν πέφυκε συναύξεσθαι. εἰ δὲ μὴ τῷ ποσῷ τὸ ποιὸν συναύξεται, οὐκ ἀνάγκη, εἰ τὸ ἓν τῶν συμπληρούντων τὸ ἄπειρον στοιχείων ἄπειρον μὲν εἴη κατὰ τὸ μέγεθος, τῷ δὲ ποιῷ ὑφειμένον εἴη τῶν ἄλλων κατὰ τὸ δραστήριον, συναύξεσθαι τὸ ποιὸν τῇ ἀπειρίᾳ τοῦ μεγέθους,1 ἀλλ’ ὥσπερ δυνατὸν ἐπὶ πολὺ τοῦ ὄγκου αὐξομένου μὴ συναύξεσθαι τὴν δύναμιν, οὕτω δήπου κἂν ἐπ’ ἄπειρον αὐξηθῇ, οὐδὲν πλέον ἐπιταθήσεται. καὶ τούτου καὶ ἐκ τῆς ἐναργείας ἡ πίστις. ὑποκείσθω γὰρ ὁ περὶ τὴν πόλιν πᾶσαν ἀὴρ κατεψυγμένος ἄγαν, ἁπτέσθω δὲ λυχνιαία φλόξ. καίτοι εἰ τῷ ποσῷ τὸ ποιὸν συναύξεται, ἔδει κατασβεσθῆναι τὴν λυχνιαίαν φλόγα ὑπὸ τοῦ ἀέρος· οὐ γὰρ δήπου τοσαύτη ἐστὶν ἡ ὑπεροχὴ τοῦ ποιοῦ πρὸς τὸ ποιόν, ὅση ἡ τοῦ ποσοῦ πρὸς τὸ ποσόν, ἀλλὰ πολὺ ἐλάττων ἡ τοῦ ποιοῦ ὑπεροχή. ἀλλ’ ὅμως ἐπειδὴ μὴ συναύξεται τῷ ποσῷ τὸ ποιόν, δρᾷ μᾶλλον ἡ λυχνιαία φλὸξ εἰς τὸν ἀέρα σφοδροτέρα οὖσα ἢ πάσχει ὑπ’ αὐτοῦ. ἀλλὰ κἂν τὸν ψυχρὸν ἀέρα μὴ περικλείσω μέχρι τῆς πόλεως, ἀλλ’ ἐπεκτείνω ἐπὶ πάντα τὸν κόσμον ὥστε τὸν ἐν παντὶ τῷ κόσμῳ ἀέρα ὁμοίως κατεψῦχθαι, οὐδὲν πλέον πείσεται ἡ λυχνιαία φλόξ, εἴ γε καὶ νῦν τῆς καθ’ ἡμᾶς πάσης οἰκουμένης κατεψυγμένης οὐδὲν ἡ περιεχομένη λυχνιαία φλὸξ πάσχει. ὥστε κἂν ἐπ’ ἄπειρον αὐξήσω τὸν ψυχρὸν ἀέρα, τὸ αὐτὸ συμβήσεται. εἰλήφθω δὲ μὴ τοσοῦτον κατεψυγμένος καὶ πεπαχυσμένος ὁ ἀήρ, ὡς ἤδη ψεκάδας εἶναι καὶ ὕδωρ, ἐπεὶ οὐκ ἀσθενέστερον τὸ ψυχρὸν λαμβάνομεν, ἀλλ’ ἐξισάζον ἢ οὐ πολὺ διαφέρον, ὅθεν καὶ μᾶλλον ποιεῖ ἢ πάσχει κατὰ τὸν εἰρημένον τρόπον τῇ τοῦ ὁμοειδοῦς πολλοῦ ὄντος βοηθείᾳ· ὡς εἰ καὶ ἀσθενέστερον ᾖ, οὐδὲν πείσεται κἂν ἄπειρον ᾖ. ἐπεὶ καὶ τῇ γῇ παρακειμένη λυχνιαία φλὸξ δρᾷ μὲν εἰς αὐτήν, πάσχει δὲ οὐδέν. καίτοι γε εἰ σφοδρότερον ἐγίνετο τῇ τοῦ ποσοῦ αὐξήσει τὸ ποιόν, ἐπεὶ τὸ μηδέν ἐστιν ἡ λυχνιαία φλὸξ πρὸς ὅλην τὴν γῆν, ἔδει πολλαπλασίονα εἶναι τὴν ὅλης τῆς γῆς ψῦξιν τῆς λυχνιαίας θερμότητος, ὅπερ οὐχ ὁρῶμεν γινόμενον. καὶ τοῦτο εἰκότως· οὔτε γὰρ ὁ ἀὴρ οὔτε ἡ γῆ καθ’ ὅλα ἑαυτὰ δρῶσιν εἰς τὰ παρακείμενα, ἀλλὰ καθ’ ἃ μόνα μόρια ἅπτονται τῶν παρακειμένων, ὅθεν ἀσθενεστέρας οὔσης τῆς ποιότητος πάσχει μᾶλλον ὑπὸ τῆς παρακειμένης φλογὸς ἢ ποιεῖ εἰς αὐτήν. τί οὖν ἄτοπον καὶ εἰ ἕν τι τῶν συντιθέντων τὸ ἄπειρον στοιχείων ἄπειρον μὲν ᾖ κατὰ μέγεθος, σφοδρότητι δὲ ποιότητος ἔλλειπον τῶν ἄλλων, πάσχειν μᾶλλον ὑπὸ τοῦ πεπερασμένου σφοδροτέραν ἔχοντος τὴν δύναμιν ἢ ποιεῖν εἰς αὐτό; οὐ γὰρ καθ’ ὅλον αὑτὸ τὸ ἄπειρον δρᾷ εἰς τὸ πεπερασμένον, ἀλλὰ κατὰ τὸ παρακείμενον αὐτῷ μόριον, ὥσπερ οὐδὲ ὁ ἀὴρ ὁ περιέχων τὴν λυχνιαίαν φλόγα καθ’ ὅλον ἑαυτὸν δρᾷ εἰς αὐτήν, ἐπεὶ τῷ ὄντι ἔσβεσε τῷ πλήθει καὶ τῇ συνεχείᾳ τοῦ πάθους·2 πλειόνων γὰρ εἰς τὸ αὐτὸ συνεχῶς δρώντων συμβαίνει ἀκμάζουσαν μὲν ἀεὶ τὴν ἐν τῷ ποιοῦντι δύναμιν ὑπάρχουσαν, κἂν ἀμυδρὰ ᾖ, κεκμηκυῖαν δὲ τὴν ἐν τῷ πάσχοντι, κἂν σφοδροτέρα ᾖ, μᾶλλον πάσχειν ἢ ποιεῖν τὴν σφοδροτέραν ὑπὸ τῆς ἀμυδροτέρας.3 ἐν γοῦν λυχνιαίᾳ φλογὶ ῥανὶς ἐλαίου συνεχῶς ἐπιχεομένη σβέσειεν ἂν τὴν φλόγα. εἰ τοίνυν μὴ καθ’ ὅλον δρᾷ τὸ ἄπειρον, ἀλλὰ κατὰ τὸ παρακείμενον τῷ πεπερασμένῳ μόριον, ἔστι δὲ ἀμυδροτέρα ἡ ἐν αὐτῷ δύναμις, οὐδὲν μὲν δράσει εἰς τὸ πεπερασμένον, τοὐναντίον δὲ πείσεται ὑπ’ αὐτοῦ, καὶ ἀεὶ μὲν αὐξηθήσεται τὸ πεπερασμένον, οὔτε δὲ τὸ ἄπειρον ἐκλείψει οὔτε τὸ πεπερασμένον ἄπειρον γενήσεται. Ἡ μὲν οὖν πρὸς τὸν λόγον ἔνστασις ἐπὶ τοσοῦτον, ἐπιχειροῦσι δὲ λύειν αὐτὴν τοιούτῳ τρόπῳ. πρῶτον γάρ φασι ψεῦδος τὸ τὰς φυσικὰς δυνάμεις μὴ καθ’ ὅλας ἑαυτὰς δρᾶν, κἂν ἐν πολλῷ ὦσιν ὑποκειμένῳ· αἱ γοῦν ῥοπαί, φασί, προφανῶς τοιαῦται. ἐὰν οὖν δεκαλιτριαῖον ἐπιτεθῇ τινι βάρος, ἅπτεται μὲν ὁ ὄγκος οὐ καθ’ ὅλον ἑαυτὸν ᾧ ἂν ἐπιτεθῇ, ἀλλὰ κατὰ μόριον, μᾶλλον δὲ κατὰ τὴν ἐπιφάνειαν, δρᾷ δὲ καθ’ ὅλην τὴν δύναμιν τὴν ἐν τῷ παντὶ ὄγκῳ· τὴν γὰρ πίλησιν καθ’ ὅλην τὴν ῥοπὴν ποιεῖται. ἐὰν γοῦν ἀποτέμῃς κατὰ τὸ μέρος τὸ μὴ ἁπτόμενον τοῦ βαστάζοντος μόριόν τι τοῦ ὄγκου, οἷον λιτρῶν δύο, καίτοι τῆς αὐτῆς πάλιν ἐπιφανείας ἁπτομένης τοῦ βαστάζοντος ἡ πίλησις οὐχ ὁμοία γίνεται, ὡς δὴ καὶ τῆς ῥοπῆς τῆς ἐν τῷ ἀνακοπέντι μέρει, εἰ καὶ μὴ ἥπτετο τὸ μέρος ἐκεῖνο τοῦ βαστάζοντος, δρώσης τι μετὰ τοῦ παντός.4

因此,质依其本性并不随着量一同增加。而如果质不随着量一同增加,那么,即使构成无限者的元素中有一个在大小上是无限的,但在质的活泼性上逊于其他元素,质也并不必然随着大小的无限性而一同增加;相反,正如体积大为增加时能力完全可能不随之一同增加一样,即使它增加至无限,[其质]也绝不会进一步增强。这一点从明晰的事实中也能得到确证。因为假定整座城市周围的空气都极度冷却,而点燃了一盏灯的火焰。然而,如果质随着量一同增加,灯火本应当被空气所扑灭;因为质与质之间的差距绝不像量与量之间的差距那样大,质上的差距要小得多。但尽管如此,由于质并不随着量一同增加,灯火作为更为剧烈者,对空气施加作用多于受其作用。但是,即使我不将冷空气局限于城市之内,而是将其扩展至整个宇宙,以使整个宇宙中的空气同样都冷却下来,灯火也不会受到更多的损害,既然即使在现在当我们整个有人居住的世界都冷却时,被包围的灯火也没有受到任何损害。因此,即使我将冷空气增加至无限,同样的事情也会发生。不过,空气不应被设想为冷至并浓缩至已经是雨滴和水的程度,因为否则我们所取的就不是较弱的冷,而是相当的或相差不大的冷,正因如此,它在上述方式下凭借众多同类部分的协助,施加作用多于承受作用;因为倘若它确实更为微弱,即使它是无限的,〔灯火〕也不会承受任何损害。因为紧邻大地的灯火对大地施加作用,自身却不受任何损害。然而,如果质因量的增加而变得更为剧烈,那么既然灯火相对于整个大地而言微不足道,整个大地的冷却程度就应当是灯火热度的许多倍,而我们并未见到这种事情发生。而这是合乎情理的;因为无论空气还是大地,都不是以其全体对相邻事物施加作用,而仅仅是以接触相邻事物的那些部分施加作用;因此,由于其质更为微弱,它承受相邻火焰的作用多于对火焰施加作用。那么,即使构成无限者的元素中有一个在大小上是无限的,但在质的剧烈程度上逊于其他元素,它承受拥有更剧烈能力的有限者的作用多于对其施加作用,这又有什么荒谬之处呢?因为无限者并不是以其全体对有限者施加作用,而是以其相邻的部分施加作用,正如包围灯火的空气不是以其全体对灯火施加作用一样,否则它实际上早就凭借受损的数量与连续性将其扑灭了;因为当较多事物连续地作用于同一事物时,施动者之中的能力即使微弱也始终旺盛,而受动者之中的能力即使更剧烈也已衰竭,由此便导致更剧烈者承受更微弱者的作用多于对其施加作用。至少在一盏灯的火焰中,连续滴下的油滴会扑灭火焰。因此,如果无限者不是作为一个整体施加作用,而是以其紧邻有限者的部分施加作用,且其内部的能力更为微弱,那么它绝不会对有限者施加作用,反而会受其作用;有限者将始终增加,而无限者既不会匮乏,有限者也不会变为无限。 针对这一论证的异议就到此为止,但他们试图以下述方式来解决它。因为首先他们说,自然能力即使存在于巨大的载体中也不以其全体施加作用,这种说法是错误的;他们说,至少重力显然是这种性质的。因此,如果将十磅的重量置于某物之上,虽然其体积并非以其全体接触承受物,而是以其一部分,或者说以其表面接触,但它是以整个体积中的全部能力施加作用的;因为它正是按照其全部重力来产生压实的。至少,如果你在不接触支撑物的那一侧切去该体积的某一部分(例如两磅),尽管再次是同一表面接触支撑物,压实却不再相同,这表明切去部分中的重力即使该部分未曾接触支撑物,也确实与全体一道施加了某种作用。

语法注4 条
  1. 3.98οὐκ ἀνάγκη, εἰ τὸ ἓν τῶν συμπληρούντων τὸ ἄπειρον στοιχείων ἄπειρον μὲν εἴη κατὰ τὸ μέγεθος, τῷ δὲ ποιῷ ὑφειμένον εἴη τῶν ἄλλων κατὰ τὸ δραστήριον, συναύξεσθαι τὸ ποιὸν τῇ ἀπειρίᾳ τοῦ μεγέθους

    不定词短语 συναύξεσθαι τὸ ποιὸν τῇ ἀπειρίᾳ τοῦ μεγέθους 作为无人称短语 οὐκ ἀνάγκη[ἐστί]的真正主语,中间插入了由 εἰ 引导的条件从句(包含 εἴη... εἴη),构成了谓词与作为主语的不定词之间的倒置离隔结构。

  2. 3.98ἐπεὶ τῷ ὄντι ἔσβεσε τῷ πλήθει καὶ τῇ συνεχείᾳ τοῦ πάθους

    连词 ἐπεί 引进一个反事实的理由('否则的话'),动词 ἔσβεσε 则作为过去时陈述语气表达反事实的推论(省略了 ἄν),意思是'否则它实际上早已将其扑灭了'。

  3. 3.98συμβαίνει ἀκμάζουσαν μὲν ἀεὶ τὴν ἐν τῷ ποιοῦντι δύναμιν ὑπάρχουσαν, κἂν ἀμυδρὰ ᾖ, κεκμηκυῖαν δὲ τὴν ἐν τῷ πάσχοντι, κἂν σφοδροτέρα ᾖ, μᾶλλον πάσχειν ἢ ποιεῖν τὴν σφοδροτέραν ὑπὸ τῆς ἀμυδροτέρας

    无人称动词 συμβαίνει 的主语是不定词短语 μᾶλλον πάσχειν ἢ ποιεῖν,其逻辑主语是宾格的 τὴν σφοδροτέραν。其前放置的分词短语 ἀκμάζουσαν... ὑπάρχουσαν 与 κεκμηκυῖαν... 作为对比性的情境说明分词(充当类似宾格绝对分词的背景小句或修饰不定词的情状说明)。

  4. 3.98ὡς δὴ καὶ τῆς ῥοπῆς τῆς ἐν τῷ ἀνακοπέντι μέρει... δρώσης τι μετὰ τοῦ παντός

    ὡς + 属格绝对结构(τῆς ῥοπῆς... δρώσης)表达前句'压实不再相同'的主观或推论性理由('表明被切去部分中的重力确实与全体一同施加了某种作用')。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:422.5-424.2