← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§420.10-422.5

物体的量与无限能力及质的强度

斐洛波诺斯首先根据同类事物聚集会增强效力的经验例证,论述了无限物体中的能力必然是无限的,随后提出了“质并不随量增加”的异议,并指出燃烧速度的差异并非源于质的强弱,而是源于相邻同质部分的协助与恢复作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.98#3

ὡσαύτως κἂν διλιτριαῖον μέγεθος μερίσῃς εἰς δύο ἴσα, οὐχ ἕξει ἑκάτερον τῶν μερῶν λίτρας βάρος, ἀλλ’ ἧττον. οὕτως ἄρα συνιόντα μὲν τὰ ὁμοειδῆ δυναμικώτερα γίνεται, διαιρούμενα δὲ ἀσθενέστερα. ὁμοίως καὶ ἐν ταῖς κινήσεσιν, ὅσῳ ἂν πλείω ἐπισυνθῇς βάρη, θᾶττον κινεῖται, καὶ διῃρημένα μὲν πέντε τυχὸν λιτριαῖα σώματα, κἂν ἅπτηται ἀλλήλων, οὐ ταχεῖαν οὕτω τὴν κίνησιν ποιήσεται, συναχθέντα δὲ καὶ εἰς ἓν ἀχθέντα θᾶττον πάνυ κινηθήσεται. ὁμοίως καὶ ἐπὶ τῶν κούφων. ὥσπερ οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τοῦ θερμοῦ ἕξει καὶ ψυχροῦ καὶ τῶν λοιπῶν ἐναντιώσεων. ἐὰν γοῦν τὸ αὐτὸ ξύλον ἐν μικρᾷ τε καὶ μεγάλῃ φλογὶ ἐμβάλῃς, θᾶττον ἐν τῇ μεγάλῃ ἐμβληθὲν καταδαπανηθήσεται ἢ ἐν τῇ μικρᾷ. ὥστε κἂν ᾖ ἔλαττον τῇ ποιότητι τὸ ἄπειρον, ἀλλ’ οὖν τῷ μεγέθει καὶ τῇ ἐπ’ ἄπειρον ἐπισυνθέσει τῶν ὁμοιομερῶν ἐπ’ ἄπειρον καὶ τὸ ποιὸν αὐξηθήσεται· εἰ γὰρ ὅλως ἐπισυντιθέμενα τὰ μόρια ῥώννυσι τὴν ποιότητα καὶ αὔξει, ἐπ’ ἄπειρον δήπου συντιθέμενα ἐπ’ ἄπειρον αὐξήσει. ὥστε ἄπειρος ἔσται ἐξ ἀνάγκης ἡ ἐν τῷ ἀπείρῳ δύναμις, ἄπειρος δὲ οὖσα φθείρει τὰ λοιπὰ ἐξ ἀνάγκης. οὐκ ἄρα δυνατὸν ἕν τι εἶναι ἄπειρον. Φέρεται δὲ πρὸς τοῦτον τὸν λόγον ἔνστασις τοιαύτη, ὅτι οὐκ ἀνάγκη συναύξεσθαι τῷ ποσῷ τὸ ποιόν. οὐδὲ γὰρ εἰ λάβω λιτριαῖον σῶμα ψιμμυθίου ἔχον τοσόνδε μέτρον λευκότητος, εἶτα τοῦτο πολλαπλασιάσω ἐπισυνθεὶς πολλὰ ἴσα μεγέθη, ἤδη τὸ ὅλον λευκότερον ποιῶ. ἀλλ’ οὐδὲ εἰ μεγάλην βῶλον εἰς μόρια κατατέμω, ἀμυδροτέρα γίνεται ἡ ἐν τοῖς μορίοις λευκότης τῆς ἐν τῷ ὅλῳ λευκότητος. ἀλλ’ οὐδὲ εἰ εἰς δεξαμενὴν πλείονα ὑδάτια ὁμοειδῆ ἐπιχέω, τὸ ὅλον ἑκάστου τῶν μερῶν ψυχρότερον γίνεται. ὁμοίως οὐδ’ ἂν εἰ τεθερμασμένα πλείω ἅμα ἐμβληθείη, ἑκάστου τῶν μερῶν τὸ ὅλον θερμότερον γίνεται. εἰ δὲ φαίνεται τὸ αὐτὸ ξύλον ὑπ’ ἐλάττονος μὲν φλογὸς ἐν πλείονι χρόνῳ καιόμενον, ὑπὸ πλείονος δὲ ἐν ἐλάττονι, οὐχ ὡς τῆς καυστικῆς ποιότητος σφοδροτέρας γινομένης τοῦτο συμβαίνει, ἀλλ’ ἐπειδὴ πᾶν τὸ πάσχον ὑπό τινος ἐπὶ τῶν ὁμοΰλων πάντως καὶ ἀντιδρᾷ εἰς τὸ ποιοῦν, τὸ δὲ μικρότερον μᾶλλον πάσχει ὑπὸ τοῦ μείζονος ἢ ποιεῖ εἰς αὐτό, οὐ διὰ τὸ σφοδροτέραν εἶναι τὴν τοῦ πλείονος ποιότητα, ἀλλ’ ὅτι δυσπαθέστερόν ἐστι συνηγμένον ἕκαστον ἢ διεσπασμένον τῆς ὁλότητος· ὥσπερ οὖν εὐπαθέστερον γίνεται διεσπασμένον, οὕτω δυσπαθέστερον ἀθρόον ὑφεστηκός. καὶ τοῦτο εὐλόγως συμβαίνει. ἐπεὶ γάρ ἐστιν ἐν τῷ πολλῷ μεγέθει πολλὰ μόρια ὁμοειδῆ, ἕκαστον δὲ δηλονότι δραστήριον ἔχει δύναμιν, ὅταν τὸ παρατεθὲν ἐναντίον μικρὸν ὂν δράσῃ τι εἴς τι μόριον, εὐθὺς τὰ παρακείμενα ὁμοειδῆ τοῦ παθόντος μόρια ἁπτόμενα αὐτοῦ τοῦ παθόντος δρᾷ καὶ αὐτὰ εἰς αὐτὸ καὶ οὐκ ἐᾷ μεταβληθῆναι, ἀλλ’ ἅμα 〈ἐκ〉 τοῦ παθεῖν εἰς τὴν ἀρχαίαν ἀποκαθίστησι φύσιν·1 καὶ ταύτῃ συμβαίνει πάσχοντος μὲν τοῦ παρατεθέντος ἐναντίου, μὴ ἰσχύοντος δὲ εἰς τὰ ποιοῦντα μόρια ἀντιδρᾶσαι (ἐξ οὗ συνέβαινεν ἀσθενεστέραν τὴν δραστήριον αὐτῶν γενέσθαι δύναμιν), θάττονα γίνεσθαι τὴν μεταβολήν. οἷόν τι λέγω· ὑποκείσθω πυρκαϊὰ μεγάλη ἐπέχουσα βάθος δέκα πήχεων· ὅταν οὖν εἰς ταύτην ἐμβληθῇ μικρὸν ξύλον, δρᾷ μὲν πάντως καὶ τὸ ξύλον εἴς τινα μόρια τῆς πυρκαϊᾶς οἷς παρετέθη, οἷον εἰς πῆχυν ἕνα, ἀλλ’ ἐπειδὴ τοῦ παθόντος τούτου πήχεος τοῦ πυρός εἰσι συμφυεῖς ἕτεροι ὁμοειδεῖς μηδὲν πεπονθότες, ἔχοντες καὶ αὐτοὶ δηλονότι τὴν δραστήριον δύναμιν, εὐθὺς δρῶσιν εἰς τὸ ἀρξάμενον πάσχειν καὶ ἀποκαθιστᾶσιν εἰς τὴν αὐτοῦ φύσιν, καὶ τὸ μὲν ἁπτόμενον τοῦ ξύλου πῦρ βοηθούμενον ὑπὸ τῶν παρακειμένων ὁμοειδῶν οὐ πάσχει τι ὑπὸ τοῦ ξύλου, τὸ μέντοι ξύλον μικρὸν ὂν καὶ πανταχόθεν πάσχον μὲν ὑπὸ τοῦ πυρὸς ἀντιδρᾶσαι δὲ μὴ δυνάμενον, θάττονα ποιεῖται τὴν μεταβολήν. εἰ δέ γε ἐν μικρᾷ πυρκαϊᾷ μέγα ξύλον ἐμβληθῇ, διὰ τὸ μᾶλλον ποιεῖν ἢ πάσχειν χρονιωτέραν ποιεῖται τὴν μεταβολήν· τὸ γὰρ πάσχον τοῦ πυρὸς οὐκ ἔχει τὸ παρακείμενον ὁμοειδὲς καὶ βοηθοῦν καὶ ἐπανάγον τὴν πεπονθυῖαν δύναμιν. διὰ ταύτην οὖν τὴν αἰτίαν αὐξόμενον τὸ ποσὸν δραστικώτερον δοκεῖ εἶναι, οὐ διότι τὸ ποιὸν τῷ ποσῷ συναύξεται. καὶ γὰρ ἄλλως ἄλογόν ἐστι καὶ αἴτημα παντελῶς τὸ τῷ ποσῷ δεῖν λέγειν συναύξεσθαι καὶ τὸ ποιόν·2 οὕτω γὰρ ἔδει πάντως ἐπὶ τῶν ὁμοειδῶν τὸ τὸν μείζονα ὄγκον ἔχον σφοδροτέραν ἔχειν τὴν δύναμιν, νῦν δὲ οὐκ ἀνάγκη· τὸ πέπερι γοῦν πλείονα ἔχει κατὰ τὴν θερμὴν ποιότητα δύναμιν τῆς μεγάλης ῥεφανίδος. καὶ μή τις εἴποι ὅτι ἄλλο καὶ ἄλλο εἶδος θερμότητος, αὐτὸ γοῦν τοῦτο πρόκειται δεῖξαι, ὅτι τοῦ θερμοῦ, ᾗ θερμόν ἐστι, μηδὲν διαφέροντος ἐπιτείνεσθαι συμβαίνει αὐτὸ καὶ ἀνίεσθαι3 οὐ πρὸς τὸ μέγεθος τῶν ὄγκων, ἀλλὰ πρὸς τὴν ἐπιτηδειότητα τῶν δεχομένων.

同样,即使你将一个两磅的大小分成两个相等的部分,各个部分所具有的也不会是一磅的重量,而是更少。由此可见,同类的事物聚集时变得更为强有力,而分散时则更为微弱。在运动中也是同样:你叠加的重量越多,它运动得就越快;例如五个一磅的物体分散时,即使彼此相触,也不会产生如此快速的运动,但聚集并合为一个时,其运动就会快得多。轻的事物也是同样。因此,正如在这些情形中一样,在热与冷以及其余的对立之中也是如此。至少,如果你将同一根木头投入小火焰和大火焰之中,投入大火焰中的木头将被消耗得比在小火焰中更快。因此,即使无限者在质上更为低下,但尽管如此,由于其大小以及同质部分向无限的叠加,质性的事物也将向无限增加;因为如果各部分的叠加全然强化并增加了质,那么向无限叠加的事物自然就会向无限增加它。因此,无限者之中的能力必然是无限的,而作为无限的,它必然会毁灭其余的事物。因此,[元素之中的]某一个别者不可能是无限的。 然而,针对这一论证提出了如下的异议:质并不必然随着量一同增加。因为,即使我取一个具有如此度量之白度的一磅铅白物体,然后通过叠加许多相等的大小将其倍增,我也并没有因此就使全体变得更白。而且,即使我将一大块土切割为若干部分,各部分之中的白度也不会变得比全体之中的白度更为暗淡。再者,即使我向水池中注入更多同类的水,全体也不会变得比各个部分更冷。同样,即使同时投入更多被加热的水,全体也不会变得比各个部分更热。如果同一根木头显得在较小的火焰下以较长的时间被燃烧,而在较大的火焰下以较短的时间被燃烧,这并不是因为燃烧的性质变得更为剧烈而发生,而是因为在同质材料的事物中,凡受某物作用者完全都会反作用于施动者,较小者受较大者的作用多于对其施加作用,这并不是因为较多者的性质更为剧烈,而是因为每一事物聚集在一起时都比从其全体中离散时更难受影响;因此,正如离散时变得更易受影响一样,整齐聚集而存立时就更难受影响。而这是合乎情理地发生的。因为既然在巨大的体积中存在许多同类的部分,并且显然每个部分都拥有活泼的能力,那么当被置于其旁的相反者以其微小之躯对某一特定部分施加某种作用时,紧邻受损部分的同类各部分接触到这受损部分本身,它们自身也立即对它施加作用而不允许它被转变,而是在受损的同时立刻将其恢复至原本的本性;由此便导致,置于其旁的相反者承受着作用,却无力对施动的各部分施加反作用(否则它们的活泼的能力本会因此变得更为微弱),转变由此变得更为迅速。我的意思如同下述情形:假定有一座深度达十腕尺的巨大火堆;那么,当一根小木头被投入其中时,木头固然全然对火堆与之相邻的某些部分(例如一腕尺)施加某种作用,但是由于这一受损的一腕尺之火还生来结合着其他完全没有受损的同类部分,而它们显然自身也具有活泼的能力,它们立即对开始受损的部分施加作用并将其恢复至其自身的本性,与木头相接触的火受到相邻同类部分的援助,并不受到木头的任何损害,然而木头虽小却四面八方承受着火的作用且无力反作用,因而产生更快的转变。相反,如果一根大木头被投入小火堆中,由于其施加作用多于承受作用,它会使转变拖得更久;因为火之受损部分没有相邻的同类部分来协助并挽回受损的能力。因此,正是由于这个原因,量增加者显得更为强效,而不是因为质随着量一同增加。因为在其他方面,主张质必须随着量一同增加也是完全不合逻辑且纯属武断要求的;因为若如此,在同类事物中,拥有较大体积者就完全必然拥有更为剧烈的能力,但事实并非如此:至少胡椒在热的性质上所具有的能力比大萝卜要大。任何人都不应说这是另一类的热;因为正要证明的正是这一点,即热者就其为热者而言毫无差异,其增强和减弱并不是相对于体积的大小,而是相对于接受者的适宜性。

语法注3 条
  1. 3.98ἀλλ’ ἅμα 〈ἐκ〉 τοῦ παθεῖν εἰς τὴν ἀρχαίαν ἀποκαθίστησι φύσιν

    带有补充的前置词 ἐκ 的不定词短语 〈ἐκ〉 τοῦ παθεῖν 表示从受到作用的状态中脱离出来并立即恢复,即“在受到作用的同时立刻[脱离受损状态]”。ἅμα 与该介词短语连用,表示紧随其后的恢复与转变。

  2. 3.98καὶ γὰρ ἄλλως ἄλογόν ἐστι καὶ αἴτημα παντελῶς τὸ τῷ ποσῷ δεῖν λέγειν συναύξεσθαι καὶ τὸ ποιόν

    句子的主语是带冠词的不定词短语 τὸ ... λέγειν(“主张……”),述语为 ἄλογον καὶ αἴτημα παντελῶς。在从属于 λέγειν 的 δεῖν 之下内嵌了一个宾格不定词结构(τῷ ποσῷ ... συναύξεσθαι καὶ τὸ ποιόν)。

  3. 3.98αὐτὸ γοῦν τοῦτο πρόκειται δεῖξαι, ὅτι τοῦ θερμοῦ, ᾗ θερμόν ἐστι, μηδὲν διαφέροντος ἐπιτείνεσθαι συμβαίνει αὐτὸ καὶ ἀνίεσθαι

    αὐτὸ τοῦτο 作为句子的前置先指(prolepsis)主语,其具体内容由随后的 ὅτι 从句展开。在 ὅτι 从句内部,属格独立结构 τοῦ θερμοῦ ... μηδὲν διαφέροντος(“热者……毫无差异”)作为让步条件插入,不定词短语 ἐπιτείνεσθαι ... καὶ ἀνίεσθαι 则作为动词 συμβαίνει 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:420.10-422.5