- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:418.16-420.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯证明了在复合的无限物体中不可能仅有一个构成元素在大小上是无限的,因为无限的体积必然伴随无限的能力,从而会消耗并毁灭其他有限元素;他通过水与火之间的比例计算以及经验事实(火炬与水池、重量的组合)确证了这一论点。
Ὅτι οὖν οὐκ ἐνδέχεται ἕν τι εἶναι ἄπειρον τῶν στοιχείων ἐξ ὧν τὸ ἄπειρον σύγκειται, δείκνυσιν οὕτως. ἅπαν σῶμα φυσικόν, περὶ ὧν καὶ ποιούμεθα τὸν λόγον, δύναμίν τινα σύμφυτον ἔχει ἐν ἑαυτῷ ἢ θερμότητα ἢ ξηρότητα ἢ ψυχρότητα ἢ ὑγρότητα. ἀνάγκη οὖν πᾶσα, εἴ τι ἔστι σῶμα σύνθετον, ἰσάζειν κατὰ τὰς δυνάμεις τὰ συντιθέντα αὐτό,1 ἵνα οὕτως ἕν τι κρᾶμα ἐξ αὐτῶν γένηται μηδενὸς ἐπικρατεστέρου γενομένου, ἀλλὰ τῆς ἑκάστου ἀμετρίας ὑπὸ τῆς θατέρου ἐναντίας δυνάμεως κεκολασμένης· εἰ γὰρ ἐπικρατέστερον ᾖ ἕν τι ἐξ αὐτῶν, φθείρει τὰ λοιπὰ καὶ μεταβάλλει εἰς ἑαυτό. ἐὰν τοίνυν τὸ ἄπειρον σύνθετον ὂν ἕν τι ἔχῃ τῶν συντιθέντων ἄπειρον, ἐπειδὴ πᾶσα ἀνάγκη τὸ ἄπειρον τῷ ὄγκῳ σῶμα ἄπειρον ἔχειν καὶ τὴν δύναμιν, ἀπείρου οὔσης ἐν τῷ ἀπείρῳ τῆς δυνάμεως, καταδαπανήσει αὕτη τὰ λοιπὰ καὶ μεταβαλεῖ εἰς ἑαυτήν, καὶ οὕτω πάλιν τὸ ὅλον ἁπλοῦν ἔσται καὶ οὐ σύνθετον· κἂν γὰρ τὸ ἄπειρον ἐν ἴσῳ ὄγκῳ ἀσθενεστέραν ἔχῃ τὴν δύναμιν, καὶ μὴ οὕτως σφοδρὰν ὡς τὸ πεπερασμένον, ἀλλ’ οὖν ἐπειδὴ ἐν μεγέθει ἐστὶν ἀπείρῳ, ὑπερβαλεῖ ταύτῃ πᾶν τὸ πεπερασμένον καὶ φθερεῖ τὴν ἐν τῷ πεπερασμένῳ δύναμιν, κἂν σφοδροτέρα ᾖ. ὑποκείσθω γὰρ ἐν τῷ ἀπείρῳ ἕν τι τῶν συντιθέντων αὐτό, οἷον τὸ ὕδωρ, ἄπειρον ὂν κατὰ μέγεθος, ἕτερον δέ, τὸ πῦρ, πεπερασμένον κατὰ μέγεθος· καὶ ἔστω ἡ μὲν ἐν τῷ ὕδατι δύναμις, οἷον ἡ ψυχρά, πολλῷ ἀσθενεστέρα οὖσα τῆς ἐν τῷ πυρί, λέγω δὴ τῆς θέρμης, ἐν τῷ ἴσῳ ὄγκῳ. ἐὰν μὲν οὖν λάβω δύο ἰσόογκα σώματα ἐξ ἀμφοῖν, οἷον ξέστην ἀφ’ ἑκάστου, ἐπειδὴ ἡ ἐν τῷ ξέστῃ τοῦ πυρὸς θερμότης σφοδροτέρα ἐστὶν ἤπερ ἡ ἐν τῷ ξέστῃ τοῦ ὕδατος ψῦξις ψυχρά,2 καταδαπανήσει δηλονότι ἡ θερμότης τὴν ψῦξιν· δύο γὰρ οὐσῶν ἐναντίων δυνάμεων νικᾶται ἡ ἐλάττων ὑπὸ τῆς μείζονος. καὶ ἔστω ἡ ἐν τῷ ἰσοόγκῳ σώματι τοῦ πυρὸς θερμότης δεκαπλασίως θερμοτέρα οὖσα ἤπερ ἡ ἐν τῷ ἴσῳ ὕδατι ψῦξις ψυχρά. ἀλλ’ εἰ καὶ δραστικωτέρα ἐστὶ τοσούτοις μέτροις ἡ ἐν τῷ ἰσοόγκῳ πυρὶ θερμότης, ἐὰν δεκαπλασιάσω τὸν ὄγκον τοῦ ὕδατος καὶ λάβω δέκα ξέστας ὕδατος, ἐξισωθήσεται ἡ ἐν τοῖς δέκα ξέσταις τοῦ ὕδατος ψῦξις τῇ θερμότητι τῇ ἐν τῷ ξέστῃ τοῦ πυρός. ἐπεὶ οὖν τὸ πῦρ σφοδροτέραν ἔχον δύναμιν ὑπόκειται τῷ ὄγκῳ πεπερασμένον εἶναι, παντὸς δὲ πεπερασμένου πρὸς πεπερασμένον ἐστί τις λόγος, ἕξει δηλονότι καὶ ἡ ὁλότης τοῦ πυρὸς πρὸς τὸ μόριον αὐτῆς τὸ ληφθὲν λόγον τινά· ἔστω οὖν μυριοπλασίων. ἐπεὶ οὖν ὁ ξέστης τοῦ πυρὸς ἴσην δύναμιν εἶχε τοῖς δέκα ξέσταις τοῦ ὕδατος, δυνατὸν δήπου καὶ τῇ ὁλότητι τοῦ πυρὸς ἀνάλογον τῷ μέρει ἐκ τοῦ ἀπείρου ὕδατος λαβεῖν· ἐὰν λάβω δέκα μυριάδας ξεστῶν ὕδατος, ἐξισωθήσεται ἡ ψῦξις ἡ ἐν τούτοις τῇ θερμότητι τῇ ἐν τοῖς μυρίοις ξέσταις τοῦ πυρός. ἐπεὶ οὖν ἄπειρον ὑπόκειται τὸ ὕδωρ, τοῦ δὲ ἀπείρου πρὸς τὸ πεπερασμένον οὐδείς ἐστι λόγος, ἀπειροπλασίων δηλονότι ἔσται ἡ ἐν τῷ ὅλῳ ὕδατι ψῦξις τῆς ἐν τῷ ληφθέντι αὐτοῦ μέρει ψύξεως, ἥτις καὶ ἰσάζουσα ἦν τῇ θερμότητι τῇ ἐν τῇ ὁλότητι τοῦ πυρός· εἰ δὲ τοῦτο, ἡ ἐν τῷ ὅλῳ ἄρα ὕδατι ψῦξις ἀπειροπλασίων ἔσται τῇ δυνάμει τῆς ἐν τῷ ὅλῳ πυρὶ θερμότητος· καταδαπανήσει ἄρα αὐτὴν καὶ μεταβαλεῖ, καὶ οὕτως ἔσται ἁπλοῦν τὸ ὅλον καὶ οὐ σύνθετον. ἀδύνατον ἄρα ἕν τι αὐτῶν εἶναι ἄπειρον. καὶ τοῦτο καὶ ἐξ αὐτῆς τῆς ἐναργείας δῆλον. μικρὸν μὲν οὖν ὕδωρ ἐπιβληθὲν λαμπάδι μεγάλῃ φθείρεται καὶ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβάλλει, εἰ δὲ ἡ λαμπὰς ἐκείνη εἰς δεξαμενὴν ὕδατος ἐμβληθῇ, τοὐναντίον πάσχει (φθείρεται γὰρ καὶ μεταβάλλει), καίτοι σφοδροτέρα γε ἡ τοῦ πυρὸς θερμότης τῆς τοῦ ὕδατος ψύξεως, εἴπερ τοῦ μὲν ὕδατος ἡ ψῦξις στοιχειώδης, τοῦ δὲ διακονικοῦ πυρὸς ἡ θερμότης ὑπερβολή ἐστι τῆς στοιχειώδους θερμότητος, ὥσπερ καὶ ἡ τοῦ κρυστάλλου ψῦξις ὑπερβολή ἐστι τῆς στοιχειώδους ψύξεως. ἀλλ’ ὅμως καίτοι σφοδροτέρας οὔσης τῆς δυνάμεως τῆς τοῦ πυρός, διὰ τὸ πολὺ εἶναι τὸ ποσὸν τοῦ ὕδατος, καίτοι τῆς ποιότητος τῆς ἐν τῷ ὕδατι ἠρεμαιοτέρας οὔσης, ὅμως περιγίνεται τῆς τοῦ πυρὸς θερμότητος ἡ ἐν τῷ ὕδατι ψῦξις διὰ τὸ πλῆθος τοῦ ποσοῦ· δυναμικώτεραι γὰρ γίνονται αἱ ποιότητες, ὅταν ἀθρόαι ὦσιν αἱ ὁμοειδεῖς. καὶ τοῦτο δῆλον καὶ ἐπὶ τῶν ῥοπῶν ἔστιν ἰδεῖν σαφέστερον. ἐὰν γὰρ δύο λιτριαῖα βάρη συνάψῃς ἅμα, τὸ ἐξ ἀμφοῖν συγκείμενον βαρύτερον ἀμφοτέρων ἔσται·3 οὐ γὰρ μόνον διλιτριαῖον ἕξει βάρος, ἀλλὰ πλεῖον.
因此,构成无限者的诸元素之中的某一个别者不可能是无限的,他通过如下方式证明这一点。一切自然物体——而我们所讨论的正是在于这些事物——其自身都具有某种生来的能力,或是热,或是干,或是冷,或是湿。因此,如果存在某种复合物体,构成它的诸部分在能力上必须均等,这是完全必然的,以便通过这种方式使它们形成一种单一的混合物,没有任何一个占绝对优势,而是每一者的过度都被另一者相反的能力所抑制;因为如果它们之中的某一个占据了优势,它就会毁灭其余的部分并将它们转变为自身。那么,如果作为复合者的无限者拥有其构成部分中的某一个为无限,既然体积上无限的物体完全必然也拥有无限的能力,那么在无限者之中的能力既是无限的,这种能力就会消耗掉其余的部分并将它们转变为自身,从而全体将再次成为单纯的而非复合的;因为即使无限者在相等的体积中拥有较弱的能力,并不像有限者那样剧烈,但尽管如此,由于它处于无限的大小之中,它在这一点上将超越一切有限者,并毁灭有限者之中的能力,即使后者更为剧烈。 因为假定在无限者之中,构成它的诸部分中的某一个,例如水,在大小上是无限的,而另一个,即火,在大小上是有限的;并且假定水中的能力,例如冷,在相等的体积中远比火中的能力即热更为微弱。那么,如果我从两者中各取两个体积相等的物体,例如各取一品脱,既然火的一品脱之中的热比水的一品脱之中的冷之为寒冷更为剧烈,显而易见热将消耗掉冷;因为在存在两种相反的能力时,较小者会被较大者所战胜。假定同等体积的火之物体中的热比同等水中的冷之为寒冷要热十倍。但是,即使同等体积的火之中的热以如此多的度量更为强效,如果我将水的体积增加十倍并取十品脱的水,十品脱水中的冷就将与一品脱火中的热相均等。既然拥有更剧烈能力的火被假定为在体积上是有限的,而任何有限者对于有限者都存在某种比例,显而易见火的全体对于其所取出的部分也必定存在某种比例;那么假定它是万倍。既然一品脱火所拥有的能力与十品脱水相当,那么对于火的全体,自然也可以从无限的水中取出与该部分成比例者:如果我取出十万品脱的水,其中的冷就将与一万品脱火中的热相均等。既然水被假定为是无限的,而无限者对于有限者没有任何比例,那么全体水中的冷对于其所取部分中的冷显然将是无限多倍的,而后者原本正是与火之全体中的热相等的;如果这是如此,那么全体水中的冷在能力上将是全体火中的热的无限多倍;因此它将消耗并转变它,这样全体就将是单纯的而非复合的。因此,它们之中的某一个别者不可能是无限的。 而这一点从事实本身也是显而易见的。因为倾倒在大火炬上的少许水会被毁灭并转变为火的实体,但如果将那支火炬投入水池中,它就会遭受相反的情形(因为会被毁灭并转变),尽管火的热确实比水的冷更为剧烈,如果说水的冷是元素性的,而仆从之火的热则是元素性热的过度,正如冰的冷是元素性冷的过度一样。然而尽管如此,虽然火的能力更为剧烈,但由于水的分量巨大,即使水中的性质较为温和,水中的冷仍然因其分量的繁多而战胜火的热;因为当同种的性质聚集在一起时,它们会变得更加强有力。而在倾向[重量]上也可以更清楚地看到这一点;因为如果你将两个一磅的重量结合在一起,由两者复合而成的重量将比两者都重;因为所具有的不仅是两磅的重量,而且会更多。
- 3.98ἰσάζειν κατὰ τὰς δυνάμεις τὰ συντιθέντα αὐτό
动词 ἰσάζειν 在此作不及物用法(具中间态含义,“均等”、“平衡”),中性复数分词短语 τὰ συντιθέντα αὐτό(“构成它的诸要素”)作非人称结构 ἀνάγκη [ἐστί] 所支配的不定词的主格性宾格主语。
- 3.98ψῦξις ψυχρά
此处无重复冠词而处于表语位置的 ψυχρά 并非修饰名词 ψῦξις 的定语,而是比较连词 ἤπερ 引导的从句中省略系动词 ἐστί 的表语形容词(“比……冷之为寒冷”)。
- 3.98βαρύτερον ἀμφοτέρων ἔσται
属格 ἀμφοτέρων 作比较属格;正如后文 οὐ γὰρ μόνον διλιτριαῖον... ἀλλὰ πλεῖον 所明示,其含义不是“比两者中各自都要重”,而是“比两者相加的总和(两磅)还要重”。
